26
ΕΡΜΗΝ. ΤΟΥ ΙΑʹ ΨΑΛΜΟΥ. Ὑπὲρ δὲ τῆς ὀγδόης τὴν ἐπιγραφὴν ἔχει ἅτε δὴ τῆς δικαίας τοῦ Θεοῦ κρίσεως
μεμνημένος, ἣν μετὰ τὴν ἑβδόμην ποιήσεται, καθὰ προειρήκα μεν, ὁ δίκαιος κριτής. ∆ιὰ τοῦτο καὶ εἰς τὸ τέλος προγέγραπται, ὡς χρόνοις ὕστερον τῆς προῤῥή σεως ἐσομένης. βʹ. "Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώ πων." Τῆς παρὰ σοῦ, ∆έσποτα, σωτηρίας ἀπολαῦσαι παρακαλῶ. Ἐπειδὴ κινδυνεύει τῆς ἀληθείας ἀπο σβεσθῆναι τὸ χρῆμα, πάντων, ὡς ἔπος εἰπεῖν, τὴν πρὸς ἀλλήλους ἀπιστίαν νενοσηκότων. Εἶτα διηγεῖται σαφέστερον τὰ τολμώμενα. γʹ. "Μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὑτοῦ." Ὑποκρίνονται φιλίαν, καὶ τὰ πολεμίων ἐργάζονται. "Χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησε κακά." Μετὰ δόλου, φησὶν, ἀλλήλοις προσδιαλέγονται. Καὶ οὗτος τοῖς χείλεσι χρώμε νος εἰς τὴν τοῦ πέλας καρδίαν τὰ ψευδῆ παρα πέμπει· κἀκεῖνος πάλιν ὁμοίως ἀντιπέμπει τὰ ὅμοια. Ἐντεῦθεν λοιπὸν αὐτοῖς ἀπειλεῖ τιμω ρίαν. δʹ. "Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλοῤῥήμονα." Τί δὲ τῆς μεγα λοῤῥημοσύνης τὸ εἶδος; 80.944 εʹ. "Τοὺς εἰπόντας, Τὴν γλῶσσαν ἡμῶν μεγα λυνοῦμεν, τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστι· τίς ἡμῶν κύριός ἐστιν;" Οὐκ ἀνέχονται, φησὶ, μετρῆσαι τῇ φύσει τοὺς λόγους, οὐδὲ εἰς τοὺς θείους ἀποβλέπειν ἐθέλουσι νόμους, ἀλλ' ἀθυρώτοις στόμασι κεχρη μένοι, μετ' ἀδείας ὅπερ βούλονται φθέγγονται, τῆς θείας μακροθυμίας καταφρονοῦντες, καὶ μηδὲ τελεῖν ὑπὸ τὴν τοῦ Θεοῦ δεσποτείαν νομίζοντες. Τοιοῦτος ἦν ὁ Φαραώ· διόπερ καὶ ἔλεγεν· "Οὐκ οἶδα τὸν Κύριον." Τοιοῦτος ἦν ὁ Ῥαψάκης, λέγειν τολμῶν· "Μή σε ἀπατάτω ὁ Θεός σου, ᾧ σὺ πέποιθας ἐπ' αὐτῷ ὅτι ῥύσεται τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου." Τοιοῦτος Ναβουχοδονόσωρ τοὺς γενναίους ἐκείνους δεδιττόμενος παῖδας, καὶ λέγειν οὐ φρίττων, "Τίς ὁ Θεὸς ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου;" Ἀλλ' ὅμως κἀκεῖνοι ποινὴν ἔδοσαν ὧν ἐτόλμησαν, καὶ οὗτοι περὶ ὧν ὁ προφητικὸς διέξεισι λόγος τὰς ἀξίας τίσουσι δίκας· καὶ τοῦτο σημαίνων ἐπ ήγαγεν· ϛʹ. "Ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσο μαι ἐν αὐτῷ." Οὐ περιόψομαι γὰρ αὐτοὺς ὀλο φυρομένους, καὶ στένοντας διὰ τὴν εἰς αὐτοὺς τολμωμένην παρανομίαν· ἀλλὰ τὴν μακροθυμίαν καθάπερ τινὰ ὕπνον ἀποσεισάμενος, περιφανῆ καὶ λαμπρὰν αὐτῶν τὴν σωτηρίαν ποιήσομαι. Οὕτω γὰρ ὁ Σύμμαχος ἡρμήνευσε, "Τάξω σωτήριον ἐμφανές." Καὶ διδάσκων ὡς ἀληθῶς ἔσται τὰ εἰρημένα, προστέθεικε· ζʹ. "Τὰ λόγια Κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον ἐν τῇ γῇ, κεκαθαρισμέ νον ἑπταπλασίως." Τὸ ἑπταπλασίως ἀντὶ τοῦ πολλαπλασίως τέθεικε· τοῦτο γὰρ σύνηθες τῇ θείᾳ Γραφῇ. ηʹ. "Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης, καὶ εἰς τὸν αἰῶνα." Ὑπὸ γὰρ τῆς σῆς φρουρούμενοι χάριτος οὐ μόνον τῆς παρούσης γενεᾶς τὰς πάγας διαφευξό μεθα, ἀλλὰ καὶ τῆς αἰωνίου σωτηρίας τευξόμεθα. θʹ. "Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι, κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων." Οἱ μὲν οὖν δυσσεβείᾳ συζῶντες, τὴν θείαν κατα λιπόντες ὁδὸν, τῇδε κἀκεῖσε περιπλανῶνται, κυκλοῦν καὶ οἱονεὶ πολιορκεῖν τοὺς ἐπιεικεστέρους πειρώ μενοι. Σὺ δὲ ἀπὸ τοῦ τῆς φύσεως ὕψους φαινόμενος τῆς σῆς ἀξιοῖς κηδεμονίας τοὺς ὑπ' ἐκείνων πολεμουμένους, νῦν μὲν ψυχαγωγῶν ἐν ταῖς θλίψεσι, μετὰ βραχὺ δὲ τελείαν τὴν σωτηρίαν δω ρούμενος.
80.945 ΕΡΜΗΝ. ΤΟΥ ΙΒʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, ψαλμὸς τῷ ∆αβίδ." Καὶ τοῦτον εἰς ἑαυτὸν ἤνεγκεν τὸν
ψαλμὸν ὁ μέγας ∆αβὶδ, οὐ μὴν ὑπὸ τοῦ Σαοὺλ διωκόμενος, ἀλλ' ὑπὸ τοῦ Ἀβεσσαλὼμ πολεμούμενος. Τὰ μὲν γὰρ κατὰ τὸν Σαοὺλ πρὸ τῆς ἁμαρτίας ἦν, καὶ διὰ τοῦτο μετὰ