26
Εὐδόξιος ἔτη ιʹ. ϛʹ Ἱεροσολύμων ἐπίσκοπος Ἱλάριος ἔτη ιβʹ. ιαʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. λθʹ. Ἀντιοχείας ἐπίσκοπος Λεόντιος ἔτη ηʹ. ζʹ. 55 Τούτῳ τῷ ἔτει Οὐαλεντινιανὸς ὁ Αὔγουστος Γρατιανὸν τὸν ἑαυτοῦ υἱὸν Αὔγουστον ἀνηγόρευσεν, κοινωνὸν τῆς βασιλείας ὁμοῦ καὶ ὕπατον, προαναγορεύσας καὶ Οὐάλεντα τὸν ἀδελφὸν βασιλέα, ὡς προλέλεκται, διάπυρον Ἀρειανὸν ὑπάρχοντα καὶ ὑπὸ Εὐδοξίου βαπτισθέντα. οἱ δὲ ὀρθόδοξοι προσῆλθον Οὐαλεντινιανῷ δι' Ὑπατίου, ἐπισκόπου Ἡρακλείας, δεόμενοι ἐπιτραπῆναι συνελθεῖν ἐπὶ διορθώσει τοῦ ὁμοουσίου δόγματος. πρὸς οὓς Οὐαλεντινιανὸς ἀπεκρίνατο. "ἐμοὶ μετὰ λαοῦ τεταγμένῳ περὶ τοιούτων πολυπραγμονεῖν οὐ θέμις. ὡς οὖν δοκεῖ ὑμῖν τοῖς ἱερεῦσι διαγίνεσθε." τότε συνελθόντες εἰς Λάμψακον καὶ δύο μῆνας ἐκεῖ διατρίψαντες τελευταῖον ἠκύρωσαν τὰ ὑπὸ Εὐδοξίου καὶ Ἀκακίου ἐν Κωνσταντινουπόλει πραχθέντα, κρατεῖν δὲ τὴν ἐν Σελευκείᾳ πίστιν. Οὐάλης δὲ ὁ δυσσεβὴς τὰ ἐν Λαμψάκῳ πραχθέντα ἀνέτρεψε καὶ τοὺς συνελθόντας ἐκεῖ ἐπισκόπους ἐξορίᾳ παρέπεμψεν, Εὐδοξίῳ δὲ τῷ ὁμόφρονι τὰς ἐκκλησίας παρέδωκε Κωνσταντινουπόλεως· καὶ οἱ ὀρθόδοξοι οὔτε ποιμένα οὔτε ἐκκλησίαν εἶχον. βʹ. ξδʹ. ιδʹ. ζʹ. ιβʹ. μʹ. ηʹ. Τούτῳ τῷ ἔτει Λιβέριος, ἐπίσκοπος Ῥώμης, καὶ ἈθανάσιοςἈλεξανδρείας καὶ Μελέτιος Ἀντιοχείας καὶ ὁ Σαμοσάτων Εὐσέβιος ἀνακληθέντες ἐκ τῆς ἐξορίας ὑπὸ Ἰουβιανοῦ ἐν τῷ ὀρθῷ λόγῳ διέπρεπον καὶ ὁ Ἱεροσολύμων Κύριλλος καὶ ἕτεροι ἐπίσκοποι τῆς ὀρθοδοξίας πρόμαχοι. Ἀρειανῶν δὲ προΐστατο ἐν Ἀλεξανδρείᾳ Λούκιος καὶ ἐν Ἀντιοχείᾳ Εὐζώϊος, Παυλῖνος δὲ τοῦ ἑνὸς μέρους τῶν ὀρθοδόξων εἰς δύο διῃρημένων, καὶ τοῦ ἄλλου Μελέτιος. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. Ἀντιοχείας ἐπίσκοπος Εὐδόξιος ἔτη βʹ. γʹ. ξεʹ. ιεʹ. ηʹ. αʹ. μαʹ. αʹ. Τούτῳ τῷ ἔτει Προκόπιος ἀντῇρεν ἐν Κωνσταντινουπόλει μηνὶ Σεπτεμβρίῳ, καὶ ἐξελθὼν ἐπὶ Νακόλειαν καὶ πλείστῳ στρατῷ φραξάμενος φόβον ἐποίησε τῷ Οὐάλεντι· καὶ τὸν κατὰ τῶν ἐκκλησιῶν πόλεμον ἀνῆκε πρὸς βραχύ, ἕως Προκόπιον προέδωκαν οἱ ἴδιοι στρατηγοὶ Ἀγέλων καὶ Γομάρις. ὅν τινα Προκόπιον εἰς δύο δένδρα ἐγγίζοντα πρὸς ἄλληλα ἐξαρτήσας τῶν σκελῶν ἀφεθῆναι κλιθέντα ἐκέλευσεν, ἅ τινα βιαίως ὀρθωθέντα διέσπασαν τὸν τύραννον. τοὺς δὲ προδεδωκότας αὐτὸν στρατηγοὺς Ἀγέλωνα καὶ Γομάριν πρισθῆναι ἐκέλευσεν, ὃ καὶ 56 πεπόνθασιν οἱ τάλανες ἀναξίῳ εὐνοήσαντες. τότε καὶ Χαλκηδόνος τὰ τείχη καθεῖλε φόβῳ Προκοπίου. ἀνελὼν δὲ τὸν Προκόπιον κατὰ τῆς ἀληθείας πάλιν κεκίνηται. τότε καὶ Ἐλεύσιον τὸν Κυζίκου ἠνάγκαζεν ὁμολογῆσαι τὸ ἑτερούσιον. οὗτος δὲ ὁ Ἐλεύσιος ἐλθὼν ἐν Κυζίκῳ καὶ ἐξαγγείλας τὴν ἑαυτοῦ παρανομίαν ἀνάξιόν τε τοῦ ἱερατεύειν εἰπὼν ἑαυτὸν ἕτερον προβληθῆναι ἐπίσκοπον τῇ Κυζίκῳ προέτρεψεν. τοῦτο μαθὼν ὁ Εὐδόξιος ὁ κακόφρων Εὐνόμιον ἀντ' αὐτοῦ κατέστησε τῆς Κυζίκου ἐπίσκοπον. Τῷ δ' αὐτῷ χρόνῳ διῆγεν Οὐάλης ὁ βασιλεὺς ἐν Μαρκιανουπόλει τῆς Μυσίας. σεισμὸς δὲ μέγας γέγονε καθ' ὅλης τῆς γῆς ἐν τῇ ηʹ ἰνδικτιῶνι ἐν νυκτί, ὡς καὶ ἐν Ἀλεξανδρείᾳ πλοῖα προσωρμισμένα τῷ αἰγιαλῷ ἐπαρθῆναι εἰς ὕψος καὶ ὑπερβῆναι τὰς ὑψηλὰς οἰκοδομὰς καὶ τὰ τείχη καὶ μετατεθῆναι ἔνδον εἰς τὰς αὐλὰς καὶ τὰ δώματα τὰ πλοῖα· ὑπαναχωρησάσης δὲ τῆς θαλάσσης, ἔμειναν ἐπὶ ξηρᾶς. οἱ δὲ λαοὶ ἐκ τῆς πόλεως φυγόντες διὰ τὸν σεισμόν, θεωρήσαντες τὰ πλοῖα ἐπὶ τῆς ξηρᾶς εἰς ἁρπαγὴν τῶν ἐν τοῖς πλοίοις φορτίων ἐπῆλθον· καὶ ἐπιστρέψαν τὸ ὕδωρ πάντας ἐκάλυψεν. ἄλλους δὲ ναυτικοὺς διηγήσασθαι, ὡς κατ' ἐκείνην τὴν ὥραν ἐν μέσῳ τοῦ Ἀδρία πλέοντες καταληφθῆναι, ἐξαίφνης δὲ ἐν τῷ πελάγει εἰς τὸ ἔδαφος καθίσαι τὸ πλοῖον· καὶ μετὰ βραχὺ πάλιν ἐπανελθεῖν τὸ ὕδωρ, καὶ οὕτω πλεῦσαι. δʹ. ξϛʹ. ιϛʹ. θʹ. βʹ. μβʹ. βʹ. Τούτῳ τῷ ἔτει Οὐαλεντινιανὸς ὁ μέγας ζώσης τῆς αὐτοῦ γαμετῆς Σευήρας, τῆς μητρὸς Γρατιανοῦ, ἔγημε παρανόμως Ἰουστῖναν διὰ κάλλος μαρτυρηθεῖσαν ὑπὸ Σευήρας, ἐξ ἧς ἔσχε