27
διαπεραιωθεῖσι τὴν παράταξιν καὶ προαλαμένοις. 8 αὐτίκα δὴ οὖν αὐτοῖς ἐς χεῖρας ἐλθόντες ἔργου εἴχοντο· οἱ δὲ τῷ ἀπροσδοκήτῳ καταπλαγέντες καὶ μᾶλλον ἐνέδραν εἶναι τὸ χρῆμα ὑποτοπήσαντες εὐθὺς ἐς φυγὴν ἐτράποντο, καταιτιώ μενοι τοὺς αὐτομολήσαντας, ὡς δὴ ὑπ' ἐκείνων ἐξηπατημένοι. οἱ δὲ ἀμφὶ Σίνδουαλ οὐκ ἀνίεσαν, ἀλλ' ἐνέκειντο, ἕως τοὺς μὲν κατεστόρεσαν, οἱ δὲ ἐς τὰς τοῦ ποταμοῦ ἐξέπεσον δίνας. 9 οὕτω τε τῶν Ἐρούλων τῷ σφετέρῳ χώρῳ ἐγκαταστάντων τό τε κένωμα ἐπληροῦτο καὶ ἡ φάλαγξ ξυνεκέκλειστο, καὶ τὸ λοιπὸν οἱ Φράγγοι, καθάπερ εἰς ἄρκυς ξυνειλημ μένοι, ἐκτείνοντο πάντοθεν. ἥ τε γὰρ τάξις αὐτοῖς τελεώτατα διελέλυτο καὶ χύδην ἐπὶ σφᾶς ὑπειλίττοντο, οὐκ ἔχοντες ὅ τι καὶ γένοιντο. 10 οἱ δὲ Ῥωμαῖοι οὐ μόνον τοῖς τόξοις αὐτοὺς διεχρῶντο, ἀλλὰ τό τε ὁπλιτικὸν καὶ οἱ ψιλοὶ ἐπῄεσαν, δοράτιά τε ἀκοντίζοντες καὶ τοῖς κοντοῖς διωθού μενοι καὶ ταῖς μαχαίραις κατατέμνοντες, οἵ τε ἱππεῖς ὑπερκερώσεις ποιούμενοι ὑπεδέχοντο αὐτοὺς εἴσω καὶ ἀπελάμβανον. εἰ δέ τι αὐτῶν καὶ διέφυγε τὰ ξίφη, οἱ δὲ τῇ διώξει ἐκβιαζόμενοι ἐς τὸν ποταμὸν κατεφέ ροντο καὶ ὑποβρύχιοι γιγνόμενοι ἔθνησκον· οἰμωγή τε ἠκούετο ἁπαν ταχοῦ τῶν βαρβάρων οἰκτρότατα διολλυμένων. 11 αὐτός τε δὴ οὖν 53 Βουτιλῖνος ὁ στρατηγὸς καὶ ὅλον τὸ στράτευμα πανωλεθρίᾳ ἠφάνιστο, ἐν τοῖς καὶ οἱ τῶν Ἐρούλων πρὸ τῆσδε τῆς ξυμπλοκῆς μεταβάντες, καὶ οὐδεὶς ὅστις τῶν Γερμανῶν ἐς τὰ πάτρια ἐνόστησεν ἤθη, ὅ τι μὴ πέντε ἄνδρες ὅτῳ δὴ οὖν τρόπῳ διαδεδρακότες. 12 πῶς δὲ οὐκ ἂν εἴη ἀρίδηλον, ὡς ποινὰς ὑπέσχον τῶν ἀδικημάτων καὶ ὑπερτέρα τις αὐτοὺς μετῆλθεν ἀνάγκη; ὁ μὲν γὰρ μυρίος ἐκεῖνος ὅμιλος τῶν Φράγγων τε καὶ Ἀλαμανῶν καὶ τῶν ὅσοι δὴ αὐτοῖς τυχὸν ἕτεροι τὸν πόλεμον ξυνδιήνεγκαν, ἄρδην ἀνήρπαστο, μόνοι δὲ ὀγδοήκοντα τῶν Ῥωμαίων ἄνδρες ἀπέθανον, οἳ δὴ ἐτύγχανον ὑποδεξάμενοι τὴν πρώτην ἐμβολὴν τῶν πολεμίων. 13 ἠρί στευσαν δὲ ἐν τῷδε τῷ ἔργῳ τῶν μὲν Ῥωμαϊκῶν ταγμάτων σχεδόν τι ἅπαντες, βαρβάρων δὲ τῶν ξυστρατευομένων Ἀλίγερνος ὁ Γότθος (παρῆν γὰρ καὶ ὃς ἐν τῇ μάχῃ) Σίνδουάλ τε ὁ τῶν Ἐρούλων στρατηγός, καὶ οὐδέν τι ἔλαττον ἔσχε τῶν ἄλλων. ἅπαντες δὲ τὸν Ναρσῆν ἐν ἐπαίνῳ ἐποιοῦντο καὶ ἀπεθαύμαζον, ὡς τῇ ἐκείνου προμηθείᾳ ἐπὶ μέγα δόξης χωρήσαντες. 10. Νίκη γὰρ οὕτω λαμπρὰ καὶ διαφανὴς καὶ ἐς τόδε ὑπερβολῆς προελθοῦσα οὐ ῥᾳδίως, οἶμαι, ἀνὰ τὸν ἔμπροσθεν χρόνον ἑτέρῳ τῳ ξυνηνέχθη. εἰ δέ που ἄρα καὶ ἕτεροι πρότερον παραπλήσια τοῖς Φράγ γοις πεπόνθασιν, ἀλλ' εὕροις γε ἂν καὶ ἐκείνους ἀδικίας ἕκατι διαφθαρέν τας. 2 ∆ᾶτις μὲν γὰρ πάλαι ὁ ∆αρείου σατράπης ἅμα στρατεύματι Περσικῷ Μαραθῶνάδε ἀφιγμένος καταστρέψασθαι τὴν Ἀττικὴν ᾤετο χρῆναι καὶ μὲν δὴ καὶ ἅπασαν τὴν Ἑλλάδα. αἰτία δὲ ἦν τῆς ἐφόδου ὅσιον μὲν οὐδὲν οὐδὲ δίκαιον, ὅτι δὲ βασιλέα ∆αρεῖον, ὡς ἔοικε, τὸ τῆς Ἀσίας μέγεθος οὐκ ἐχώρει, ἀλλὰ δεινὰ ἐποιεῖτο, εἰ μὴ χειρώσοιτο καὶ τὴν Εὐρώπην. 3 ταῦτά τοι καὶ ἡσσῶντο ἀνὰ κράτος ὑπὸ Μιλτιάδου οἱ Μῆδοι. τοσοῦτοι γὰρ αὐτῶν ἐν τῷδε τῷ ἔργῳ ἀνῄρηνται, ὥστε ἀμέλει πρὸ τῆς μάχης τοὺς Ἀθηναίους (λέγεται γὰρ οὕτω) χιμάρους ἰσαρίθμους τῶν ἀπολουμένων δυσμενῶν τῇ Ἀρτέμιδι θύσειν ἀπειλή σαντας ἐς τοσοῦτον ἵλεῳ ἐντυχεῖν τῇ Ἀγροτέρᾳ καὶ ἀπόνασθαι τῆς εὐ θηρίας, ἐς ὅσον μὴ οἵους τε γενέσθαι τὸ χαριστήριον ἀποτῖσαι, ἀλλ' ἐπιλιπεῖν θυομένας ἔτι τὰς αἶγας καὶ πρὸς ἀντίδοσιν μὴ διαρκέσαι. 4 Ζέρξης δὲ ἐκεῖνος ὁ πάνυ καὶ τὰ τοῦ Ζέρξου θαύματα τῷ ἄρα γε τρόπῳ ὑπὸ τῶν Ἑλλήνων νενίκηται ἢ ὅτι ὁ μὲν ἀλαζών τε ἦν καὶ ἀτάσθαλος καὶ καταδουλωσόμενος ᾔει τοὺς οὐδὲν ἠδικηκότας μόνῳ τε τῷ πλήθει πί 54 συνος καὶ τῇ τῶν ὅπλων παρασκευῇ εὐβουλίᾳ οὐ μάλα ἐχρῆτο, οἱ δὲ ὅσιά γε δρῶντες ὑπὲρ τῆς σφετέρας ἐλευθερίας ἠμύνοντο, οὐδὲν αὐτοῖς τῶν ἐς δύναμιν παρειμένον, ἀλλὰ βουλευόμενοί τε τὰ δέοντα καὶ ἐπιτε λοῦντες; 5 τὰ δὲ Γυλίππου τρόπαια τοῦ Σπαρτιάτου τήν τε Νικίου καὶ ∆ημοσθένους κατάλυσιν καὶ ἅπαντα τὰ ἐν