γένους πρὸς τὸν Λόγον, καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας πρὸς αὐτὸν, καὶ τοῦ Λόγου πάλιν πρὸς αὐτὴν καὶ πρὸς τὸ ἀνθρώπινον γένος· εἶτα τῶν ἐθνῶν πρὸς τὴν Ἱερουσαλὴμ, καὶ τῆς Ἱερουσαλὴμ περὶ τῆς ἐξ ἐθνῶν καὶ περὶ αὐτῆς διάλογος· εἶτα καὶ τῶν διακονούντων ἀγγέλων πρὸς τοὺς κληθέντας ἀνθρώ πους τὸ κήρυγμα. Τοῦ μὲν οὖν παλαιοῦ λαοῦ ἀξιοῦν τος αὐτὸν κατελθεῖν καὶ συναφθῆναι τῇ σαρκὶ ταῦτα· «Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ· ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον.» Καὶ πάλιν διὰ τού των προτρέπεται· «Νέα πρὸς παλαιὰ ἐτήρησά σοι, ἀδελφιδέ μου.» Καὶ κοινῇ δὲ πάντων πρὸς τὸν Λόγον, ἵνα τὸ ἡμῶν ἀναλάβῃ σῶμα· «Τίς δῴη σε, ἀδελφιδέ μου, θηλάζοντα μαστοὺς μητρός μου; εὑροῦσά σε ἔξω, φιλήσω σε, καὶ οὐκ ἐξουδενήσουσί με. Παραλή ψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός μου, καὶ εἰς τὸ ταμεῖον τῆς συλλαβούσης με.» Οὐ γὰρ ἔξωθεν, ἀλλ' ἀφ' ἧς ἐγεννήθημεν μήτρας, ἀναλαβεῖν αὐτὸν ἠξίουν τὸ σῶμα, εἰ καὶ μὴ ὡς ἡμεῖς ἐξ ἀνδρὸς καὶ γυναικός. Ἐκ γὰρ μόνης Παρθένου, ὡς πλάστης, ἑαυτῷ ἔλαβε τὸ σῶμα, πλὴν ὅτι ἐξ ἀνθρώπου· ἄνθρωπος γὰρ ἡ Θεοτόκος Μαρία. Καὶ τοῦ Λόγου δὲ πρὸς τοὺς ἀξιώ σαντας, ἀναλαμβάνοντος ἤδη τὴν σάρκα ἐκ τῆς Παρ θένου, ταῦτα· «Εἰσῆλθον εἰς κῆπόν μου, ἀδελφή μου νύμφη, ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου, ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου, ἔπιον οἶνόν μου μετὰ γάλακτός μου.» Εἰς γὰρ τὸν ἴδιον κῆπον εἰσελ θὼν, τὴν κτίσιν, ἔλαβεν ἑαυτῷ ἐκ τῆς Παρθένου τὸ σῶμα, καὶ γέγονεν ἄνθρωπος. Θνητὸν μὲν ἦν τὸ σῶ μα, ἀλλὰ μετὰ εὐωδίας τοῦ παναγίου Λόγου συνῆπτο. Καὶ εἰ γάλα, ὡς ἄνθρωπος, ἠφίει τὸ σῶμα φαγεῖν, ἀλλὰ μετεδίδου αὐτῷ καὶ οἴνου τῆς ἑαυτοῦ τελειότη τος. Καὶ γὰρ ὥσπερ ἤσθιε γάλα, οὕτως ἐν αὐτῷ τὰ τῆς θεότητος ἐποίει ἔργα. Εἶτα ὁ Λόγος λοιπὸν ἐνδυ σάμενος τὸ σῶμα προσκαλεῖται τὸν παλαιὸν λαὸν, ὡς πρῶτον πιστευθέντα τὰ λόγια, διὰ τούτων· «Ἀνάστα, ἐλθὲ πλησίον μου, καλή μου, περιστερά μου· ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυ τῷ. Τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθακε, φωνὴ τοῦ τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν, ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν.» Ὡς γὰρ λαβόντος τοῦ πρώτου λαοῦ ἕως καιροῦ τὴν σκιὰν τὴν ἐν νόμῳ, διδάσκει, καὶ ὡς εἰδότα τὴν φωνὴν τοῦ τρυγόνος, ὑπομιμνήσκει. Προσ καλεσάμενος δὲ ὁ Λόγος τὴν Ἱερουσαλὴμ, προσκα λεῖται λοιπὸν καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν διὰ τούτων· (εἷς γάρ ἐστι Κύριος καὶ Ἰουδαίων καὶ ἐθνῶν·) «∆εῦρο ἀπὸ Λιβάνου, νύμφη. Ἀπὸ Λιβάνου ἐλεύσῃ, καὶ δι ελεύσῃ ἀπ' ἀρχῆς πίστεως, ἀπὸ κεφαλῆς Σανεὶρ καὶ Ἀερμὼν, ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων.» Ἀπὸ γὰρ εἰδωλολατρείας καὶ θηριώδους τρό που προσκαλεῖται ταύτην εἰς τὴν πίστιν. Κληθεῖσα τοίνυν ἐξ ἐθνῶν καὶ ἤδη κατανυγεῖσα, λέγει πρὸς τὸν Λόγον ταῦτα· «Ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου· ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ· μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ' ἀγέλαις ἑταί 28.356 ρων σου.» Πεῖραν γὰρ ἔχουσα τῆς εἰς πολλὰ μετα βολῆς, ἠξίου στηριχθῆναι λοιπὸν καὶ βεβαιωθῆναι· μήποτε πάθῃ πάλιν τὸ αὐτό. Παρακληθεὶς ὁ Λόγος, διδάσκει λοιπὸν αὐτὴν διὰ τούτων· «Ἐὰν μὴ γνῷς ἑαυτὴν, ἡ καλὴ ἐν γυναιξὶν, ἔξελθε ἐν πτέρναις τῶν ποιμνίων, καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώ μασι τῶν ποιμένων.» Οὐ δύναται γάρ τις γνῶναι Θεὸν, μὴ πρότερον γνοὺς ἑαυτόν. Εὐσέβεια γὰρ εἰς Θεὸν ἀρ χὴ αἰσθήσεως· αἴσθησις δὲ οὐχ ἡ ἔξωθεν, ἀλλ' ἡ κατὰ ψυχὴν διάνοια μετὰ πίστεως. Ἡ Ἱερουσαλὴμ, ὁρῶσα τὴν κλῆσιν τῶν ἐθνῶν γινομένην ἐν ἀκροβυστίᾳ πί στεως, θαυμάζουσα λέγει· «Τί ὄψεσθε ἐν τῇ Σουνα μίτιδι, ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν;» Οὐ γὰρ ἐξ ἑνὸς, ἀλλ' ἐκ παντὸς ἔθνους ἤρχοντο, ἀφέντες τὰς ἰδίας
27