σώματος ἀσθενείᾳ· γυναῖκα ὁρῶν, κατεφρόνει· ἠγνόει γὰρ αὐτῆς τὸ ἀνδρεῖον φρόνημα. Νοσοῦντα τὰ μέλη κατεμάνθανεν· ἐτύφλωττε γὰρ, τὸν ἰσχυρότατον αὐτῆς λογισμὸν κατοπτεῦσαι μὴ δυνάμενος. Μησὶ μὲν οὖν τρισὶ καὶ πρὸς τοῦτον τὸν ἀγῶνα ἐνήθλησε. ∆υνάμει δὲ θείᾳ τὸ ὅλον παρεκρατεῖτο σῶμα. Τὰ γὰρ συντελοῦντα πρὸς τὴν διαμονὴν αὐτοῦ ἐμεμείωτο. Ἀτροφία μὲν οὖν παρῆν· 28.1557 πῶς γὰρ ἠδύνατο σιτίων μεταλαβεῖν, τοσαύτης σήψεως καὶ δυσωδίας κρατούσης; Ἀποκεχώριστο δὲ ἀπ' αὐτῆς καὶ ὁ ὕπνος ὑπὸ τῶν ἀλγηδόνων ἐκκοπτόμενος. Ὅτε δὲ αὐτῆς τὸ πέρας τῆς νίκης καὶ τοῦ στεφάνου ἐγγὺς ἐγένετο, καὶ ὀπτασίας ἐθεώρησε καὶ ἀγγέλων ἐπιστασίας, καὶ παρθένων ἁγίων προτροπὰς πρὸς τὴν ἄνοδον, καὶ ἐλλάμψεις ἀνεκλαλήτου φωτὸς, καὶ παραδείσου χῶρον· καὶ μετὰ τὴν θέαν τούτων, ὥσπερ εἰς ἑαυτὴν γενομένη, κατήγγειλε ταῖς παρούσαις, γενναίως τε φέρειν, καὶ μὴ ὀλιγωρεῖν πρὸς τὸ παρόν. Εἶπε δὲ αὐταῖς, καὶ ὡς ὅτι Μετὰ τρεῖς ἡμέρας χωρισθήσομαι τοῦ σώματος. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὴν ὥραν τῆς ἀφίξεως τῶν ἐνταῦθα ἐδήλωσε. Καὶ συντελεσθέντος τοῦ χρόνου, ἀπῆλθεν ἡ μακαρία Συγκλητικὴ πρὸς τὸν Κύριον, ἔπαθλον τῶν ἀγώνων παρ' αὐτοῦ δεξαμένη τὴν τῶν οὐρανῶν βασιλείαν· εἰς δόξαν καὶ ἔπαινον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ παναγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ταῖς πρεσβείαις τῆς πανυμνήτου Θεοτόκου τῆς ἐμῆς βεβαίας ἐλπίδος, καὶ ὧν Πατέρων πόθῳ καὶ κόπῳ τοὺς βίους συνελεξάμην, ἀξίωσόν με τὸν ἁμαρτωλὸν εὑρεῖν χάριν ἐνώπιόν σου οἷς οἶδας κρίμασιν. Ἕως ὧδε πεπλήρωνται οἱ ἐκ τῆς ἁγίας παρὰ τοῦ μακαρίου Ἀρσενίου τοῦ Πηγάδων ἐξεληλυθότες λόγοι, καθὼς καθ' εἱρμὸν κεῖνται ἅπαντες. 28.1565 Ἀγαπητῷ πάπᾳ, καὶ τῷ ὑπ' αὐτὸν κλήρῳ τοῖς τὴν Περσῶν οἰκοῦσι χώραν, Ἀθανάσιος ἐν Κυρίῳ χαίρειν. Ἡ ἁγία θεόπνευστος Γραφὴ τὰς τῶν ἀρχαιοτέρων ἡμῖν διηγεῖται πράξεις, ποδηγοῦσα ἡμᾶς ἐξ αὐτῶν ἐπὶ τὰ χρήσιμα τῶν πρακτέων, βδελυττομένους πᾶν εἶδος πονηρίας καὶ δυσσεβείας. Ἐν γοῦν τοῖς Βασιλείοις φησὶν ἠνομηκέναι τὸν Ἰσραὴλ, καὶ προσκυνεῖν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Ἴστε δὲ ὅσον κακὸν, τὸν ∆ημιουργὸν καταλιπόντας καὶ τὴν αὐτῷ ὀφειλομένην δόξαν, προσάπτειν εἰδώλοις καὶ κτίσμασι. Τοῦτο δρασάντων ἐκείνων, ἀφίστησιν ὁ Θεὸς τὴν αὐτοῦ βοήθειαν ἐξ αὐτῶν, καὶ παραδίδονται εἰς δουλείαν τοῖς ὑμετέροις βασιλεῦσιν. Αἰχμάλωτοι δὲ γενόμενοι, καταδικάζονται ὑπὸ Σαλαμανασάρου βασιλέως Ἀσσυρίων οἴκησιν ἀντὶ τῆς αὐτῶν γῆς, Παλαιστίνης φημὶ, τὴν Ἀσσυρίων ἐν Ἀλαὲ καὶ ἐν Ἀμὼρ, ποταμοῖς Γιζὰν, καὶ ὄρη Μήδων. Εἰσάγει ἀντ' αὐτῶν οἴκησιν τὴν Σαμάρειαν, Βαβυλωνίους ἐκ Χουθὰν, καὶ ἀπὸ Αἰὰν, καὶ ἀπὸ Ἐμὰθ, καὶ Σεφαρουὲμ, καὶ κατῳκίσθησαν ἐν ταῖς πόλεσι Σαμαρείας ἀντὶ τῶν υἱῶν Ἰσραήλ. Καὶ ἐγένετο ἐν ἀρχῇ τῆς καθέδρας αὐτῶν, οὐκ ἐφοβήθησαν τὸν Κύριον, καὶ ἀπέστειλεν εἰς αὐτοὺς τοὺς λέοντας, καὶ ἦσαν ἀποκτείνοντες αὐτούς. Καὶ εἶπαν τῷ βασιλεῖ Ἀσσυρίων λέγοντες· Τὰ ἔθνη ἃ ἀπῴκισας, καὶ ἀντεκάθησας (sic) ἐν πόλεσι Σαμαρείας, οὐκ ἔγνωσαν τὸ κρῖμα (sic) τοῦ Θεοῦ τῆς γῆς, καὶ ἀπέστειλε τοὺς λέοντας εἰς αὐτοὺς, καὶ ἰδού εἰσι θανατοῦντες αὐτοὺς, καθότι οὐκ οἴδασι τὸ κρῖμα τοῦ Θεοῦ τῆς γῆς. Καὶ ἐνεστείλατο ὁ βασιλεὺς Ἀσσυρίων, λέγων· Ἀπαγάγετε ἐκεῖθεν, καὶ πορευέσθωσαν, καὶ κατοικείτωσαν ἐκεῖ, καὶ φωτιοῦσιν αὐτοὺς τὸ κρῖμα τοῦ Θεοῦ τῆς γῆς. Καὶ ἤγαγον ἕνα τῶν ἱερέων, ὧν ἀπῴκισαν ἀπὸ Σαμαρείας, καὶ ἐκάθισεν ἐν Βαιθήλ. Καὶ ἦν ὁ ἱερεὺς φωτίζων αὐτοὺς, ὅπως φοβηθῶσι τὸν Κύριον. Καὶ διδαχθέντες οἱ μετοικισθέντες τὸν δεδομένον νόμον τοῖς υἱοῖς Ἰσραὴλ, οὐκ ἐφύλαξαν εἰς τέλος· ἀλλ' ἦσαν καὶ τῷ νόμῳ δουλεύοντες ἐκ μέρους καὶ τοῖς ἔθεσι.
27