πόρνη καλὴ καὶ ἐπίχαρις, ἡγουμένη φαρμάκων. Τεχνικῶς πάνυ τὴν παρθένον τῷ τῆς πορνείας ἐνυβρίσας ὀνόματι, αὖθις ἐπὶ τὴν σεμνότητα ἐντρέπων μετακαλεῖται. 1.9.81.2 Κατανεμέσησις δέ ἐστιν ἐπιτίμησις νόμιμος ἢ ἐπιτίμησις τῶν υἱῶν παρὰ τὸ προσῆκον ἐπαιρομένων. Ταύτῃ διὰ Μωσέως ἐπαιδαγώγει, τέκνα λέγων μωμητά, γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα κυρίῳ ἀνταποδίδοτε; Οὗτος λαὸς μωρὸς καὶ οὐχὶ σοφός. Οὐκ αὐτὸς οὗτος ὁ πατὴρ ἐκτήσατό σε; Καὶ διὰ Ἡσαΐου φησίν· οἱ ἄρχοντές σου ἀπειθοῦσιν, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες. 1.9.81.3 Καθόλου δὲ ἡ περὶ τὸν φόβον αὐτοῦ τεχνολογία σωτηρίας ἐστὶ πηγή, ἀγαθοῦ δέ γε τὸ σῴζειν· ἔλεος δὲ κυρίου ἐπὶ πᾶσαν σάρκα· ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ. Τοὺς ἐκδεχομένους παιδείαν ἐλεᾷ καὶ τοὺς κατασπουδάζοντας εἰς κόλλησιν αὐτῷ· καὶ ταύτῃ τῇ ἀγωγῇ ἑξακοσίας χιλιάδας πεζῶν, τοὺς ἐπισυναχθέντας ἐν ᾗ ἔσχον σκληροκαρδίᾳ, μαστιγῶν, ἐλεῶν, τύπτων, ἰώμενος, ἐν οἰκτιρμῷ καὶ παιδείᾳ διεφύλαξεν. Κατὰ γὰρ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ ὁ ἔλεγχος αὐτοῦ. Καλὸν μὲν γὰρ τὸ μὴ ἁμαρτεῖν, ἀγαθὸν δὲ καὶ τὸ ἁμαρτόντα μετανοεῖν, ὥσπερ ἄριστον τὸ 1.9.82.1 ὑγιαίνειν ἀεί, καλὸν δὲ καὶ τὸ ἀνασφῆλαι τῆς νόσου. Ταύτῃ τοι καὶ διὰ Σολομῶντος παραγγέλλεται· σὺ μὲν ῥάβδῳ πάταξον τὸν υἱόν, τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥῦσαι. Καὶ πάλιν· μὴ ἀπόσχῃ νήπιον παιδεύων, εὔθυναι δὲ αὐτὸν ῥάβδῳ, 1.9.82.2 οὐ γὰρ θανεῖται. Ἔλεγχος γὰρ καὶ ἐπίπληξις, ὥσπερ οὖν καὶ τοὔνομα αἰνίττεται, αὗται πληγαὶ ψυχῆς εἰσι, σωφρονίζουσαι τὰς ἁμαρτίας καὶ θάνατον ἀπείργουσαι, εἰς δὲ τὴν σωφροσύ1.9.82.3 νην ἄγουσαι τοὺς εἰς ἀκολασίαν ὑποφερομένους. Ταύτῃ τοι καὶ Πλάτων τὴν μεγίστην τῆς ἐπανορθώσεως δύναμιν καὶ τὴν κυριωτάτην κάθαρσιν τὸν ἔλεγχον εἰδὼς ἀκολούθως τῷ λόγῳ τὸν τὰ μέγιστα ἀκάθαρτον ὄντα ἀπαίδευτόν τε καὶ αἰσχρὸν γεγονέναι διὰ τὸ ἀνέλεγκτον εἶναι βούλεται, ᾗ καθαρώτατον καὶ κάλλιστον ἔπρεπεν τὸν ὄντως ἐσόμενον εὐδαίμονα εἶναι. 1.9.82.4 Εἰ γὰρ οἱ ἄρχοντες οὐκ εἰσὶ φόβος τῷ ἀγαθῷ ἔργῳ, πῶς ὁ φύσει ἀγαθὸς θεὸς φόβος ἔσται τῷ μὴ ἁμαρτάνοντι; Ἐὰν δὲ 1.9.83.1 τὸ κακὸν ποιῇς, φοβοῦ, ᾗ φησιν ὁ ἀπόστολος. ∆ιὰ τοῦτό τοι καὶ αὐτὸς ὁ ἀπόστολος ἐπιστύφει παρ' ἕκαστα τὰς ἐκκλησίας κατ' εἰκόνα κυρίου καὶ συναισθόμενος τῆς ἑαυτοῦ παρρησίας καὶ τῆς τῶν ἀκουόντων ἀσθενείας πρὸς τοὺς Γαλάτας λέγει· 1.9.83.2 ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν; Ὡς δὲ οἱ ὑγιαίνοντες οὐ χρῄζουσιν ἰατροῦ, παρ' ὅσον ἔρρωνται, οἱ δὲ νοσοῦντες ἐπιδέονται τῆς τέχνης, οὕτως καὶ ἡμεῖς οἱ ἐν τῷ βίῳ νοσοῦντες περί τε τὰς ἐπιθυμίας τὰς ἐπονειδίστους περί τε τὰς ἀκρασίας τὰς ἐπιψόγους καὶ περὶ τὰς ἄλλας τῶν παθῶν φλεγμονὰς τοῦ σωτῆρος ἐπιδεόμεθα· ὃ δὲ οὐ μόνον τὰ ἤπια ἐπιπάσσει φάρμακα, ἀλλὰ καὶ τὰ στυπτικά. Ἱστᾶσιν γοῦν τῶν ἁμαρτιῶν τὰς νομὰς αἱ πικραὶ τοῦ φόβου ῥίζαι· διὸ καὶ σωτήριος, εἰ καὶ πικρός, ὁ φόβος. 1.9.83.3 Εἰκότως ἄρα σωτῆρος μὲν οἱ νοσοῦντες δεόμεθα, οἱ πεπλανημένοι δὲ τοῦ καθηγησομένου καὶ οἱ τυφλοὶ τοῦ φωταγωγήσοντος καὶ οἱ διψῶντες τῆς πηγῆς τῆς ζωτικῆς, ἀφ' ἧς οἱ μεταλαβόντες οὐκέτι διψήσουσιν, καὶ οἱ νεκροὶ δὲ τῆς ζωῆς ἐνδεεῖς καὶ τοῦ ποιμένος τὰ πρόβατα καὶ οἱ παῖδες τοῦ παιδαγωγοῦ, ἀλλὰ καὶ πᾶσα ἡ ἀνθρωπότης Ἰησοῦ, ἵνα μὴ ἀνάγωγοι καὶ ἁμαρτωλοὶ εἰς τέλος τῆς καταδίκης ἐκπέσωμεν, διακριθῶμεν δὲ τῶν ἀχυρμιῶν καὶ εἰς τὴν πατρῴαν ἀποθήκην σωρευθῶμεν· τὸ γὰρ πτύον ἐν τῇ χειρὶ τοῦ κυρίου, ᾧ ἀποκρί1.9.84.1 νεται τοῦ πυροῦ τὸ ἄχυρον τὸ ὀφειλόμενον τῷ πυρί. Ἐξὸν δέ, εἰ βούλεσθε, τοῦ παναγίου ποιμένος καὶ παιδαγωγοῦ, τοῦ παντοκράτορος καὶ πατρικοῦ λόγου, τὴν ἄκραν σοφίαν καταμανθάνειν ἡμῖν, ἔνθα ἀλληγορεῖ, ποιμένα ἑαυτὸν προβάτων 1.9.84.2 λέγων· ἔστι δὲ παιδαγωγὸς νηπίων. Φησὶν γοῦν διὰ Ἰεζεκιὴλ πρὸς τοὺς πρεσβυτέρους ἀποταθεὶς καί