αὕτη με καὶ ἐκ τῆς ὑμετέρας φιλίας ἐς τὴν ἑαυτῆς μετέθηκε πατρίδος, καὶ ἐς τόδε συμφορᾶς ἐκ τοσῆσδε εὐδαιμονίας κατέβαλε. σοὶ δὲ παραινῶ (χρὴ γάρ, ὑμέτερον γενόμενον καὶ Σοφωνίβας ἀπηλλαγμένον, νῦν γε ὑμῖν εἶναι βέβαιον)· φύλασσε Σοφωνίβαν, μὴ Μασσανάσσην ἐς ἃ βούλεται μεταγάγῃ. οὐ γὰρ δή, μὴ τὸ γύναιόν ποτε ἕληται τὰ Ῥωμαίων, ἐλπίζειν ἄξιον· οὕτως ἐστὶν ἰσχυρῶς φιλόπολις." ταῦθ' ὁ μὲν ἔλεγεν, εἴτ' ἀληθεύων εἴτε ζηλοτυπούμενος καὶ Μασσανάσσην ἐς τὰ μέγιστα βλάπτων· ὁ δὲ Σκιπίων Σύφακα μέν, συνετόν τε φαινόμενον καὶ τῆς χώρας ἔμπειρον, ἐπὶ τὰ κοινὰ ἐπήγετο, καὶ γνώμης καὶ συμβουλῆς μετεδίδου, οἷόν τι καὶ Κροίσῳ τῷ Λυδῷ Κῦρος ἐχρῆτο, Λαιλίου δ' ἀφικομένου, καὶ ταῦτα περὶ τῆς Σοφωνίβας πυθέσθαι παρὰ πολλῶν λέγοντος, ἐκέλευσε τὸν Μασσανάσσην τὴν Σύφακος γυναῖκα παραδοῦναι. παραιτουμένου δ' ἐκείνου, καὶ τὰ περὶ αὐτὴν ἄνωθεν ὡς ἐγένετο διηγουμένου, τραχύτερον ὁ Σκιπίων ἐκέλευεν αὐτὸν μηδὲν ἀφαιρεῖσθαι βίᾳ τῶν Ῥωμαϊκῶν λαφύρων, ἀλλ' ἐς τὸ μέσον καταθέντα αἰτεῖν, καὶ πείθειν εἰ δύναιτο. ᾤχετο οὖν ὁ Μασσανάσσης μετὰ τινῶν Ῥωμαίων παραδώσων αὐτοῖς τὴν Σοφωνίβαν. 10. Ὅτι ἔστι τῶν μὲν οὐδὲν ἁμαρτόντων δικαιολογία, τῶν δ' ἁμαρτόντων παράκλησις. ἐφ' ᾗ ταχύτερός ἐστιν ὁ τῶν εὐτυχούντων ἔλεος, τὰ ἀνθρώπεια ὑφορωμένων, ὅταν αἴσθωνται διὰ τὰς αἰφνιδίους μεταβολὰς παρακαλοῦντας τοὺς ἐχθὲς ἀδικεῖν δυναμένους. 11. Ὅτι ὁ λιμὸς κακὸν ἀνθρώποις ἐπιπονώτατον, ὃ πάντας ἐξαιρεῖν δύναται λογισμούς. 68 12. Ὅτι κράτιστοι, ὅσοι τοὺς πταίσαντας ἐλεοῦντες τὸ σφέτερον εὔελπι ποιοῦνται τῷ μηδὲν ἐς ἄλλας τύχας ἁμαρτεῖν. 13. Ὅτι τὰ μέγιστα δεινὰ αὐτίκα μὲν ἐς θρασύτητα ἐκπλήσσει, σὺν χρόνῳ δὲ καταδουλοῖ τὴν τόλμαν ἡ ἀνάγκη. 14. Ὅτι πάθος ἐστὶν ἀνθρώπειον τοῖς μεμνημένοις τῆς ποτὲ τύχης, ἐλπίζειν τὴν τύχην ἐπανελεύσεσθαι, φάρμακον δὲ κακῶν ἀκεστήριον λήθη. 15. Ὅτι Μασσανάσσης ἤχθετο Ῥωμαίοις, καὶ ἔφερε βαρέως ὅτι τὴν Καρχηδονίων δύναμιν αὐτὸς ἐς γόνυ βαλὼν ἄλλους ὁρῴη τῷ ἐπιγράμματι αὐτῆς ἐπιτρέχοντάς τε καὶ οὐ κοινώσαντας αὐτῷ πρὶν ἐπελθεῖν, ὡς ἐν τοῖς πάλαι πολέμοις ἐποίουν. ὅμως δ' αὐτοῦ τῶν ὑπάτων ἀποπειρωμένων καὶ καλούντων ἐπὶ συμμαχίαν, ἔφη τὴν συμμαχίαν πέμψειν, ὅταν αἴσθηται δεομένων. καὶ μετ' οὐ πολὺ πέμψας εἴρετο εἴ τινος ἤδη δέονται. οἱ δὲ οὐ φέροντες αὐτοῦ τὸ σοβαρόν, ἤδη δέ τι καὶ ἀπιστοῦντες ὡς δυσμεναίνοντι, ἀπεκρίναντο προσπέμψειν ὅτε δεηθεῖεν. 16. Ὅτι ἔν τινι χειμασίᾳ Σκιπίων καὶ Φαμέας ἀντιπαρώδευον ἀλλήλοις, μέσην ἔχοντες ἄβατον χαράδραν, καὶ οὐδὲν ἐς ἀλλήλους δυνάμενοι. δεδιὼς δ' ὁ Σκιπίων μή τις ἐνέδρα κατὰ τὸ πρόσθεν εἴη, προϊὼν κατεσκέπτετο σὺν τρισὶ φίλοις. καὶ αὐτὸν ὁ Φαμέας ἰδὼν ἀντιπροῄει μεθ' ἑνὸς φίλου. ἐλπίσας δ' αὐτὸν ὁ Σκιπίων εἰπεῖν τι θέλειν, ἐξίππευσε μεθ' ἑνὸς καὶ ὅδε φίλου. καὶ ὡς ἤδη κατακούειν ἐδύναντο ἀλλήλων, πρότερος εἶπεν ὁ Σκιπίων "ὁρᾷς ὦ Φαμέα τὰ Καρχηδονίων οἷ προελήλυθε· τί δὴ τῆς ἰδίας σωτηρίας οὐ προνοεῖς, εἰ μὴ τῆς κοινῆς δύνασαι;" ὁ δέ "τίς ἐστιν" ἔφη "μοι σωτηρία, Καρχηδονίων μὲν οὕτως ἐχόντων, Ῥωμαίων δ' ὑπ' ἐμοῦ πολλὰ κακὰ παθόντων;" καὶ ὁ Σκιπίων "ἐγγυῶμαί σοι" φησιν "εἰ πιστὸς ἐγὼ καὶ ἀξιόχρεως, καὶ σωτηρίαν καὶ συγγνώμην παρὰ Ῥωμαίων καὶ χάριν ἔσεσθαι." ὁ δ' ἐπῄνεσε μὲν ὡς ἀξιο 69 πιστότατον ἐκ πάντων, "κρίνω" δ' ἔφη· "κἂν δυνατὸν ἡγῶμαι φανερὸν ἔσται σοι." καὶ οἱ μὲν ἐπὶ τούτοις διεκρίθησαν. 17. Ὅτι Φαμέας ὡς ἧκεν ἐπὶ τὸ συγκείμενον, περὶ μὲν τῆς σωτηρίας ἔφη πιστεύειν δεξιουμένῳ Σκιπίωνι, τὰς δὲ χάριτας Ῥωμαίοις ἐπιτρέπειν. ταῦτα δ' εἰπὼν ἐξέτασσε τῆς ἐπιούσης ἐς μάχην, καὶ προπηδήσας ἐς τὸ μεσαίχμιον ὡς ἐπί τινα σκέψιν ἑτέραν, εἶπεν "εἰ μὲν ἔστιν ἔτι τῇ πατρίδι βοηθεῖν, ἕτοιμός εἰμι μεθ' ὑμῶν· εἰ δ' ἔχει τὰ ἐκείνης ὡς ἔχει, ἐμοὶ μὲν δοκεῖ τῆς ἰδίας σωτηρίας προνοεῖν, καὶ πίστιν ἔλαβον ἐπί τε ἐμαυτῷ καὶ ὅσους πείσαιμι ὑμῶν, καιρὸς δὲ καὶ ὑμᾶς ἐπιλέγεσθαι τὰ συνοίσοντα." 18. Ὅτι οἱ Λακεδαιμόνιοι λύοντες ἐν χρείᾳ τὴν ἀτιμίαν τῶν ἁλόντων περὶ Πύλον ἔφασαν "κοιμάσθων οἱ νόμοι