1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

27

τῆσαν τῆς ἰδίας ποίμνης, ὡς καὶ λύκοις περιπεσεῖν εἰς βοράν, ἀναζήτει καὶ νουθετῶν ἐπίστρεφε καὶ νήφειν παρακάλει καὶ ἐλπίδα ὑπόσπειρε, μὴ συγχωρῶν αὐτῷ λέγειν τὸ ὑπό τινων εἰρημένον, ὅτι· «Τὰ ἀσεβήματα ἡμῶν ἐφ' ἡμῖν, καὶ ἡμεῖς ἐν αὐτοῖς τηκόμεθα, καὶ πῶς ζησόμεθα;» Eἰ οἷόν τε οὖν, ἰδιοποιείσθω ὁ ἐπίσκοπος τὸ πλημ μέλημα, καὶ λεγέτω τῷ ἡμαρτηκότι, ὅτι σὺ μόνον ἐπί στρεψον, κἀγὼ τὸν ὑπὲρ σοῦ θάνατον ἀναδέξομαι, ὡς ὁ Κύριος τὸν ὑπὲρ ἐμοῦ καὶ πάντων. Ὁ ποιμὴν γὰρ ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων, ὁ δὲ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστι τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, τοῦτ' ἔστιν τὸν διάβολον, καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει, καὶ ὁ λύκος ἁρπάζει αὐτά. Eἰδέναι οὖν προσήκει, ὅτι τοῖς ἡμαρτηκόσιν εὔσπλαγχνος ὢν ὁ Θεὸς μετὰ ὅρκου μετάνοιαν ἐπηγγείλατο· ὁ δὲ ἁμαρτήσας καὶ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ τὴν περὶ μετανοίας ἀγνοῶν καὶ τὸ μακρόθυμον καὶ ἀνεξίκακον αὐτοῦ μὴ ἐπι στάμενος, ἔτι μὴν καὶ τὰς ἁγίας γραφὰς τὰς ταύτην κηρυσ σούσας οὐ γινώσκων, ἅτε μὴ μεμαθηκὼς παρὰ σοῦ, ὑπὸ ἀνοίας ἀπόλλυται. Σὺ δὲ ὡς φιλόστοργος ποιμὴν καὶ ὡς σπουδαῖος νομεὺς ἀναζήτει ἀριθμῶν τὴν ποίμνην, τὸ λεῖπον ἐκζήτει, ὡς Κύριος ὁ Θεὸς ὁ ἀγαθὸς Πατὴρ ἡμῶν, ἀπο στείλας τὸν ἑαυτοῦ Υἱὸν ποιμένα καλὸν καὶ σωτῆρα τὸν διδάσκαλον ἡμῶν Ἰησοῦν, ἐπιτρέψας αὐτῷ ἐάσαι τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη, καὶ πορευθῆναι ἐπὶ τὴν ζήτησιν τοῦ πεπλανημένου, καὶ εὑρόντα ἆραι ἐπὶ τοὺς ἑαυτοῦ êμους καὶ φέρειν ἐπὶ τὴν ποίμνην, χαίροντα ἐπὶ τῇ εὑρέσει τοῦ ἀπολωλότος. Oὕτως οὖν ὑπήκοος γίνου καὶ σύ, ὦ ἐπίσκοπε, ἐκζητῶν τὸ ἀπολωλός, κατευθύνων τὸ πεπλανημένον, ἐπι στρέφων τὸ ἀφεστός· ἐξουσίαν γὰρ ἔχεις ἐπιστρέφειν καὶ ἀποστέλλειν τεθραυσμένους ἐν ἀφέσει. ∆ιὰ σοῦ ὁ σωτὴρ λέγει τῷ παρειμένῳ ἐν ἁμαρτίαις· «Ἀφέονταί σου αἱ ἁμαρτίαι, ἡ πίστις σου σέσωκέν σε, πορεύου εἰς εἰρήνην.» Eἰρήνη δὲ γαληνός ἐστιν ἡ τοῦ Θεοῦ Ἐκκλησία, εἰς ἣν λύων τοὺς ἡμαρτηκότας ἀποκαθίστα ὑγιεῖς καὶ ἀμώμους, εὐέλπιδας, σπουδαίους, ἐργοπόνους ἐν τοῖς ἀγαθοῖς ἔργοις· ὡς ἔμπειρος καὶ συμπαθὴς ἰατρὸς πάντας ἰῶ τοὺς ἐν ἁμαρτίαις πεπληγμένους. Oὐ γὰρ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες· ἦλθεν γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ πεπλανημένον. Ἰατρὸς οὖν ὢν τῆς Ἐκκλησίας τοῦ Κυρίου, προσάγε θεραπείαν κατάλληλον ἑκάστῳ τῶν νοσούντων, παντὶ τρόπῳ θεράπευε,