Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ἀληθές· ἔκα στος ἐλάλησε μάταια πρὸς τὸν πλησίον, τὰς κατὰ τοῦ Σωτῆρος ἡμῶν συνάγων ἐπιβουλάς. Καὶ οἱ παρ' Ἕλλησι δὲ ποιηταὶ καὶ λογογράφοι, κατ' οὐδένα τρό πον τοῦ ἀληθεῖς εἶναι φροντίσαντες, συντεθείκασιν ἀβασανίστως τὸ αὐτοῖς δοκοῦν, σκοπὸν ἔχοντες ἕνα, τὸ ἐπίδειξιν ποιήσασθαι γλώττης. 69.797 Ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλοῤῥήμονα. (A f. 79.) Κατὰ δὲ ἀναγωγὴν, πῶς οὐ μεγαλοῤῥή μων ἡ γλῶσσα ἐκείνη ἡ τολμήσασα τῷ Σωτῆρι λέ γειν; "Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Καὶ τίς σοι δέδωκε τὴν ἐξουσίαν ταύτην;" Τῆς Ἰουδαίων δὲ τόλμης καὶ τὸ λέγειν· "Τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστι· τίς ἡμῶν Κύριός ἐστιν;" ὡς τοῦτο διανοουμέ νων ἐκείνων, τὸ ἐξουσίαν ἔχειν πᾶν ὅ τι ἂν βούλοιντο κατὰ τοῦ Σωτῆρος εἰπεῖν. Τὰ χείλη ἡμῶν παρ' ἡμῶν ἐστι. (E f. 19 b.) Τουτέστιν ἡμεῖς εὑρεταὶ γεγόναμεν τῆς καλλιεπείας. Ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν. (A f. 7 b.) Ὑπεξίσταται δὲ λοιπὸν ἐνταῦθα τὸ τῶν λιτανευόντων πρόσωπον· αὐτὸς δὲ ὁ τὰς ἐντεύ ξεις δεχόμενος ἀποκρίνεται, ἐπαγγελλόμενος τοῖς αἰ τοῦσι τὴν ἄφιξιν καὶ τῆς ἐπικουρίας τὴν ἐπίδοσιν. Καὶ πένητας ὀνομάζει τοὺς πτωχοὺς τῷ πνεύματι, ὧν καὶ τοῦ στεναγμοῦ ἀκούσας, ἀναστήσομαι, φησίν. Νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σω τηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. (B f. 44 b.) Ἐξεγερθήσεσθαι λέγει· καὶ οὔ τί πού φαμεν σωματικὴν εἶναι τὴν ἀνάστασιν, ἤτοι τὴν ἔγερσιν, ἀλλ' οἷον τὸ διανεῦσαι λοιπὸν ἐπὶ τῷ θέλειν τοῖς κάμνουσι χεῖρα νεῖμαι τὴν σώζουσαν. (A f. 79 b.) Κατὰ δὲ ἀναγωγὴν, φανερὸν πᾶσι κατ έστη τὸ διὰ Χριστοῦ σωτήριον, καὶ ἐξάκουστον πᾶ σιν· ἐκηρύχθη γὰρ εἰς πᾶσαν τὴν γῆν μετὰ παῤῥη σίας. Τὰ λόγια Κυρίου λόγια ἀγνὰ, ἀργύριον πεπυρω μένον. (B f. 44 b, K f. 42.) Τουτέστιν ἁγνοποιά· νοσεῖ γὰρ κατ' οὐδένα τρόπον, λαμπρὰ δὲ οὕτως ἐστὶν καὶ κεκαθαρμένα, ὥστε δοκεῖν ἀργύριον εἶναι, πεπυρω μένον δὲ οὐχ ἅπαξ, ἀλλὰ καὶ πλειστάκις· τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ ἑπταπλασίως. ∆εδοκιμασμένα τοί νυν τοῖς ἐπὶ τῆς γῆς τοῦ Σωτῆρος τὰ λόγια. (A f. 80.) Ἰουδαίοις δὲ διὰ Ἡσαΐου ὀνειδίζει λέγων· "Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον," τουτέστιν, ὁ λόγος τῆς πίστεως παρατετυπωμένος ἐστὶ καὶ πα ράσημος, τὸν ἀκριβῆ χαρακτῆρα τῆς βασιλικῆς εἰ κόνος μὴ διασώζων. Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς. (A f. 80.) Κατὰ δὲ ἀναγωγὴν, εὔχεται ὁ Προφήτης ῥυσθῆναι τῆς ἐπὶ τοῦ Σωτῆρος γενεᾶς τῶν Ἰουδαίων, τῆς ἀπίστου καὶ φονευτρίας καὶ μοιχαλίδος. Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι. (A f. 80.) Κατὰ δὲ ἀναγωγὴν, διὰ τοῦτό φησι, "Φυ λάξεις ἡμᾶς," ἐπειδὴ κυκλοῦντες κυκλοῦσιν ἡμᾶς οἱ ἀσεβεῖς, ἐπιβουλεύοντες τῇ ἡμῶν σωτηρίᾳ.
69.800 ΨΑΛΜΟΣ ΙΒʹ.
Εἰς τὸ τέλος ψαλμὸς τῷ ∆αβίδ. (A f. 80 b.) Τοῦτον ᾄδει τὸν ψαλμὸν ἐν
μετανοίᾳ τοῦ ἁμαρτήματος γεγονὼς, ἅμα δὲ καὶ τὸ σωτήριον ἡμῖν εὐαγγελιζόμενος, δι' οὗ ἐλάβομεν ὑπογραμμὸν, πῶς δεῖ ἡμᾶς ἐν ἁμαρτίᾳ γενομένους προσιέναι Θεῷ. Ἔως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; κ.τ.λ. (C f. 23.) Ἀποστρέφει τὸ πρόσωπον ὁ Θεὸς ἀπὸ τῶν ἁμαρτωλῶν, τί πράττων; ἀναξίους εἶναι κρίνας τῆς ἐποπτίας αὐτοῦ. ∆ιὸ ὑπὸ τοῦ συνειδότος νυττό μενος, καὶ τὴν τοῦ Θεοῦ δεδιὼς κρίσιν, ὡς καὶ μα κρὰν γινόμενος αὐτῷ διὰ τὴν ἁμαρτίαν, ἐν τῇ με τανοίᾳ ἀνανεῶμαι, φησὶ, βουλόμενος κατὰ ψυχὴν, μήπως ἄρα ἐν τῇ ἁμαρτίᾳ ἀποθανοῦμαι. Καὶ τοῦτό ἐστι μάλιστα ὃ ὀδύνας μου τῇ ψυχῇ παρασκευάζει. Ἀνθ' οὗ Σύμμαχος ἔφη· "Μέριμναν ἐν τῇ καρδίᾳ μου καθ' ἡμέραν." Ταῦτα δὲ ἐγράφη πρὸς νου θεσίαν ἡμῶν, πῶς δεῖ μετανοεῖν ἐφ' ἁμαρτήμασιν ἐκδιδάσκοντα, τοῖς παροῦσι ῥήμασιν οἷα δὴ ὡς φαρ μάκοις χρωμένους. Ἢ καὶ λήθην καλεῖ τὴν τῆς βοη θείας ἀναβολὴν, καὶ παρακαλεῖ μὴ τελέως τῆς θείας γυμνωθῆναι προνοίας. Ἔως πότε ὑψωθήσεται ὁ