καὶ πρὸς μετοχὴν αὐτῶν ἕξιν ἱερὰν ἔχων ὡς τῆς οἰκείας ἐπιγνώμων βραχύτητος ἐλθὼν ἐπί τινα τῶν ὁσίων ἀνδρῶν ἀξιώσειεν αὐτὸν οἱ γενέσθαι συλλήπτορα καὶ συνικέτην, ὠφεληθήσεται πάντως ἐκ τούτου τὴν πάσας ὑπερκειμένην ὠφέλειαν. Ἐπιτεύξεται γὰρ ὧν αἰτεῖ θειοτάτων δώρων, ἀποδεχομένης αὐτὸν τῆς θεαρχικῆς ἀγαθότητος τῆς τε οἰκείας εὐλαβοῦς ἐπιγνωμοσύνης καὶ τῆς ἐπὶ τοῖς ὁσίοις αἰδοῦς καὶ τῆς τῶν αἰτηθεισῶν ἱερῶν αἰτήσεων ἐπαινετῆς ἐφέσεως καὶ καταλλήλου καὶ θεοειδοῦς ἕξεως. Ἔστι γὰρ καὶ τοῦτο τοῖς θεαρχικοῖς κρίμασι νενομοθετημένον τὸ τὰ θεῖα δῶρα τοῖς ἀξίοις τοῦ μετασχεῖν ἐν τάξει θεοπρεπεστάτῃ δωρεῖσθαι διὰ τῶν ἀξίων τοῦ μεταδοῦναι. Ταύτην οὖν εἴ τις ἀτιμάσειε τὴν ἱερὰν εὐκοσμίαν καὶ πρὸς ἀθλίαν οἴησιν ἐληλυθὼς ἱκανὸν ἑαυτὸν οἰηθείη πρὸς θεαρχικὴν ὁμιλίαν καὶ τῶν ὁσίων ὑπερφρονήσοι καὶ μὴν εἰ τὰς αἰτήσεις ἀναξίας θεοῦ καὶ μὴ ἱερὰς αἰτήσοι καὶ τὴν ἔφεσιν τῶν θείων εἰ μὴ σύντονον ἔχοι καὶ ἑαυτῷ κατάλληλον, ἀποτεύξεται δι' ἑαυτὸν τῆς ἀνεπιστήμονος αἰτήσεως. Περὶ δὲ τῆς εἰρημένης εὐχῆς, ἣν ὁ ἱεράρχης ἐπεύχεται τῷ κεκοιμημένῳ, τὴν εἰς ἡμᾶς ἐλθοῦσαν ἐκ τῶν ἐνθέων ἡμῶν καθηγεμόνων παράδοσιν εἰπεῖν ἀναγκαῖον. <7> Ὁ θεῖος ἱεράρχης ἐκφαντορικός ἐστιν, ὡς τὰ λόγιά φησιν, τῶν θεαρχικῶν δικαιωμάτων. «Ἄγγελος» γὰρ «κυρίου παντοκράτορος θεοῦ ἐστιν.» Μεμάθηκεν οὖν ἐκ τῶν θεοπαραδότων λογίων, ὅτι τοῖς ὁσίως βιώσασιν ἡ φανοτάτη καὶ θεία ζωὴ κατ' ἀξίαν ὑπὸ τῶν δικαιοτάτων ζυγῶν ἀντιδίδοται παρορώσης ἀγαθότητι τῆς θεαρχικῆς φιλανθρωπίας τὰς ἐγγενομένας αὐτοῖς ἐξ ἀνθρωπίνης ἀσθενείας κηλῖδας, ἐπείπερ «οὐδείς», ὡς τὰ λόγιά φησιν, «καθαρὸς ἀπὸ ῥύπου». Ταῦτα μὲν οὖν ὁ ἱεράρχης οἶδεν ἐπηγγελμένα πρὸς τῶν ἀληθῶν λογίων, αἰτεῖ δὲ αὐτὰ γενέσθαι καὶ δωρηθῆναι τοῖς ὁσίως βιώσασι τὰς ἱερὰς ἀντιδόσεις ἅμα μὲν ἐπὶ τὸ θεομίμητον ἀγαθοειδῶς ἐκτυπούμενος καὶ τὰς ἑτέρων δωρεὰς ὡς οἰκείας ἐξαιτῶν χάριτας, ἅμα δὲ καὶ τὰς ἀψευδεῖς ἐπαγγελίας εἰδὼς ἐσομένας καὶ τοῖς παροῦσιν ἐκφαντορικῶς ἐμφαίνων, ὅτι τὰ παρ' αὐτοῦ κατὰ θεσμὸν ἱερὸν ἐξαιτούμενα πάντως ἔσται τοῖς κατὰ θείαν ζωὴν τετελειωμένοις. Oὐ γὰρ ἂν ὁ ἱεράρχης ὁ τῆς θεαρχικῆς δικαιώσεως ὑποφήτης ἐξῄτει ποτὲ τὰ μὴ τῷ θεῷ προσφιλέστατα καὶ πρὸς αὐτοῦ δοθήσεσθαι θειωδῶς ἐπηγγελμένα. ∆ιὸ τοῖς ἀνιέροις οὐκ ἐπεύχεται ταῦτα κεκοιμημένοις, οὐ μόνον ὅτι τῆς ὑποφητικῆς ἐν τούτῳ παρατραπήσεται τάξεως καί τι τῶν ἱεραρχικῶν αὐθάδως τολμήσει μὴ πρὸς τοῦ τελετάρχου κεκινημένος, ἀλλ' ὅτι καὶ τῆς ἐναγοῦς εὐχῆς ἀποτεύξεται πρὸς τοῦ δικαίου λογίου καὶ αὐτὸς οὐκ ἀπεικότως ἀκούων «Aἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖτε». Oὐκοῦν ὁ θεῖος ἱεράρχης ἐξαιτεῖ τὰ θειωδῶς ἐπηγγελμένα καὶ φίλα θεῷ καὶ πάντως δωρηθησόμενα καὶ τὸ τῆς οἰκείας ἀγαθοειδοῦς ἕξεως ἐπιδεικνὺς τῷ φιλαγαθῷ θεῷ καὶ τοῖς παροῦσιν ἐκφαντορικῶς ἐμφαίνων τὰ τοῖς ὁσίοις ἐσόμενα δῶρα. Oὕτω καὶ τὰς ἀφοριστικὰς ἔχουσιν οἱ ἱεράρχαι δυνάμεις ὡς ἐκφαντορικοὶ τῶν θείων δικαιωμάτων οὐχ ὡς ταῖς αὐτῶν ἀλόγοις ὁρμαῖς τῆς πανσόφου θεαρχίας εὐφήμως εἰπεῖν ὑπηρετικῶς ἑπομένης, ἀλλ' ὡς αὐτῶν ὑποφητικῶς ὑποκινοῦντι τῷ τελεταρχικῷ πνεύματι τοὺς κεκριμένους θεῷ κατ' ἀξίαν ἀφοριζόντων. «Λάβετε» γάρ φησι «πνεῦμα ἅγιον. Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται· ἄν τινων κρατῆτε, κεκράτηνται.» Καὶ τῷ τὰς θείας ἀποκαλύψεις τοῦ παναγεστάτου πατρὸς ἐλλαμπομένῳ τὰ λόγιά φησιν «Ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς» ὡς ἐκείνου καὶ παντὸς τοῦ κατ' αὐτὸν ἱεράρχου κατὰ τὰς ἐν αὐτῷ γινομένας τῶν πατρικῶν δικαιωμάτων ἀποκαλύψεις ἐκφαντορικῶς καὶ διαπορθμευτικῶς τοὺς θεοφιλεῖς προσιεμένου καὶ τοὺς ἀθέους ἀποκληροῦντος. Καὶ τὴν ἱερὰν γὰρ ἐκείνην θεολογίαν, ὡς τὰ λόγιά φησιν, οὐκ αὐτοκινήτως οὐδὲ σαρκὸς καὶ αἵματος ἀποκαλυψάντων ἀλλ' ὑπὸ θεοῦ νοητῶς αὐτὸν τὰ οἰκεῖα μυήσαντος ἀπεφθέγξατο. Τοὺς μὲν οὗν ἐνθέους ἱεράρχας οὕτω τοῖς ἀφορισμοῖς καὶ πάσαις ταῖς ἱεραρχικαῖς δυνάμεσι χρηστέον, ὅπως ἂν ἡ τελετάρχις αὐτοὺς θεαρχία κινήσοι, τοὺς δὲ ἄλλους οὕτω τοῖς ἱεράρχαις, ἐν οἷς ἂν δρῶσιν ἱεραρχικῶς,