1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

27

μόνον, ἀλλὰ καὶ τῶν ἄλλων οὐκ ὀλίγους καθιερω2.1.40 κέναι κατὰ τὰς τελετάς, ὡς αἴτιον τῆς τῶν ζῴων γενέσεως· τούς τε ἱερεῖς τοὺς παραλαβόντας τὰς πατρικὰς ἱερωσύνας κατ' Αἴγυπτον τούτῳ τῷ θεῷ μυεῖσθαι. καὶ τοὺς Πᾶνας δὲ καὶ τοὺς Σατύρους φασὶν ἕνεκα τῆς αὐτῆς αἰτίας τιμᾶσθαι παρὰ ἀνθρώποις· διὸ καὶ τὰς εἰκόνας αὐτῶν ἀνατιθέναι τοὺς πλείστους ἐν τοῖς ἱεροῖς ἐντεταμένας καὶ τῇ τοῦ τράγου φύσει παραπλησίας· τὸ γάρ τοι ζῷον τοῦτο παραδίδοσθαι πρὸς τὰς συνουσίας ὑπάρχειν ἐνερ2.1.41 γότατον. τοὺς δὲ ταύρους τοὺς ἱεροὺς τὸν Ἆπιν καὶ τὸν Μνεῦιν τιμᾶσθαι παραπλησίως τοῖς θεοῖς, ἅμα μὲν διὰ τὴν γεωργίαν, ἅμα δὲ καὶ διὰ τὸ τὴν 2.1.42 εὕρεσιν τῶν καρπῶν αὐτοῖς ἀνατιθέναι. τοὺς δὲ λύκους τιμᾶσθαι διὰ τὴν πρὸς τοὺς κύνας τῆς φύσεως ὁμοιότητα καὶ ἐπεὶ τὸ παλαιόν, φασίν, τῆς Ἴσιδος μετὰ τοῦ παιδὸς Ὥρου μελλούσης διαγωνίζεσθαι πρὸς Τυφῶνα παραγενέσθαι βοηθὸν ἐξ Ἅιδου τὸν Ὄσιριν τῷ τέκνῳ καὶ τῇ γυναικί, λύκῳ τὴν ὄψιν 2.1.43 ὁμοιωθέντα. ἕτεροι δὲ λέγουσιν Αἰθίοπας στρατεύσαντας ἐπὶ τὴν Αἴγυπτον ὑπὸ πλήθους λύκων διωχθῆναι· διὸ καὶ Λυκοπολῖτιν κληθῆναι τὴν χώραν. τὸν δὲ κροκόδειλον σέβεσθαί φασι διὰ τὸ μὴ τολμᾶν διανήχεσθαι τὸν Νεῖλον τοὺς ἀπὸ τῆς Ἀραβίας καὶ Λιβύης λῃστὰς τῶν κροκοδείλων χάριν. 2.1.44 φασὶ δέ τινα τῶν παρ' αὐτοῖς βασιλέων διωκόμενον ὑπὸ τῶν ἰδίων κυνῶν καταφυγεῖν εἰς τὴν λίμνην, ἔπειτα ὑπὸ κροκοδείλου παραδόξως ἀναληφθέντα εἰς 2.1.45 τὸ πέραν ἀπενεχθῆναι. αἰτίας δὲ καὶ ἄλλας φασίν τινες τῆς τῶν ἀλόγων ζῴων τιμῆς. τοῦ γὰρ πλήθους τὸ παλαιὸν ἀφισταμένου τῶν βασιλέων καὶ συμφρονοῦντος εἰς τὸ μηκέτι βασιλεύεσθαι, ἐπινοῆσαί τινα διάφορα σεβάσματα αὐτοῖς τῶν ζῴων παρασχεῖν, ὅπως ἑκάστων τὸ μὲν παρ' αὐτοῖς τιμώμενον σεβομένων, τῶν δὲ παρὰ τοῖς ἄλλοις ἀφιερωμένων καταφρονούντων μηδέποτε 2.1.46 ὁμονοῆσαι δύνωνται πάντες οἱ κατ' Αἴγυπτον. ὅταν δὲ ἀποθάνῃ τι τῶν εἰρημένων ζῴων, σινδόνι καλύψαντες καὶ μετ' οἰμωγῆς τὰ στήθη καταπληξάμενοι ἐν ἱεραῖς θήκαις θάπτουσιν. ὃς δ' ἄν τι τούτων τῶν ζῴων ἑκὼν διαφθείρῃ, θανάτῳ περιπίπτει, πλὴν ἐὰν αἴλουρον ἢ τὴν ἶβιν ἀποκτείνῃ· ταῦτα 2.1.47 δὲ ἐάν τε ἑκὼν ἐάν τε ἄκων ἀποκτείνῃ τις, πάντως θανάτῳ περιπίπτει. ἀλλὰ μὴν καὶ καθ' ἣν ἂν οἰκίαν εὑρεθῇ κύων τετελευτηκώς, ξυρῶνται πάντες ὅλον τὸ σῶμα καὶ ποιοῦνται πένθος· κἂν οἶνος ἢ σῖτος ἤ τι τῶν πρὸς τὸν βίον ἀναγκαίων τύχῃ κείμενον ἐν τῷ οἴκῳ, οὐκ ἂν ἔτι χρήσασθαι αὐτοῖς ὑπομείνειαν. 2.1.48 τρέφουσι δὲ τὸν Ἆπιν ἐν Μέμφει καὶ τὸν Μνεῦιν ἐν Ἡλίου πόλει καὶ τὸν τράγον ἐν Μένδητι καὶ τὸν κροκόδειλον ἐν τῇ Μοίριδος λίμνῃ καὶ τὰ λοιπὰ θηρία ἐν ἱεροῖς περιβόλοις, σεμίδαλιν προσφέροντες ἢ χόνδρον ἕψοντες ἐν γάλακτι καὶ πέμματα παντοδαπὰ μέλιτι φύροντες καὶ κρέα χήνεια τὰ μὲν ἕψοντες, 2.1.49 τὰ δὲ ὀπτῶντες. τοῖς δὲ ὠμοφάγοις πολλὰ τῶν ὀρνέων παραβάλλουσιν, καὶ θηλείας ἑκάστῳ τῶν ζῴων τὰς εὐειδεστάτας συντρέφουσιν, ἃς παλλα2.1.50 κίδας προσαγορεύουσιν. ὅταν δὲ ὁ Ἆπις τελευτήσας ταφῇ μεγαλοπρεπῶς, ζητοῦσιν ἕτερον ὅμοιον· ὅταν δὲ εὑρεθῇ, τὰ μὲν πλήθη τοῦ πένθους ἀπολύεται, ἄγεται δὲ ὁ μόσχος πρῶτον εἰς Νείλου πόλιν. καὶ τότε μόνον αὐτὸν αἱ γυναῖκες ὁρῶσι κατὰ πρόσωπον ἱστάμεναι καὶ δεικνύουσιν ἀνασυράμεναι τὰ ἑαυτῶν γεννητικὰ μόρια, τὸν δὲ ἕτερον χρόνον ἅπαντα κεκωλυμένον ἐστὶν εἰς ὄψιν αὐτὰς ἔρχεσθαι τούτῳ τῷ θεῷ. φασὶ δὲ τὴν τοῦ Ὀσίριδος ψυχὴν εἰς τοῦτον μετὰ τὴν τελευτὴν μεταστῆναι.» 2.1.51 Τοιαύτη καὶ ἡ Αἰγυπτίων ἀσχήμων ἀθεότης μᾶλλον ἢ θεολογία, πρὸς ἣν καὶ τὸ ἐνίστασθαι αἰσχρόν. ἧς καὶ εἰκότως καταπτύσαντες ἀνεχωρήσαμεν, λύτρωσιν καὶ ἐλευθερίαν τῶν τοσούτων κακῶν οὐδ' ἑτέρως εὑράμενοι ἢ διὰ μόνης τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας, τοῖς τὰς διανοίας 2.1.52 τυφλοῖς τὴν ἀνάβλεψιν εὐαγγελισαμένης. τούτων δὲ αὐτῶν τὰς σεμνοτέρας δὴ θεωρίας τε καὶ φυσιολογίας μικρὸν ὕστερον ἐπισκεψόμεθα, ἐπὰν καὶ τὰ Ἑλληνικὰ διαλάβωμεν. οὕτω δῆτα ἀναμὶξ Αἰγυπτιακῆς ὁμοῦ καὶ Φοινικικῆς συνδραμούσης θεολογίας κεκράτηκεν