1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

27

αὐτοῦ, ἐντὸς τοῦ ἱεροῦ βήματος ξίφους ἔργον τούτους ἐποίησαν καὶ τὸν βασιλέα ἔσκωπτον, ὅτι ἀνδραρίοις οὐτιδανοῖς τὴν Ῥωμαίων ἀρχὴν ἐνεπίστευσε.

76 Καὶ οὕτω συνελθόντες ἅμα τῷ ἱερῷ καταλόγῳ καὶ τῷ πατριάρχῃ σκέψιν ἔθεντο τὸ τίς ἂν εἴη ἄξιος περὶ τὴν τῶν κοινῶν πραγμάτων διοίκησιν. ἠρωτοῦντο γοῦν οἱ Ῥωμαῖοι, εἶτα Λατῖνοι, εἶτα Σκύθαι, καὶ πάντες τὸν Κομνηνὸν Μιχαὴλ τὸν Παλαιολόγον ἐπέλεγον καὶ τοῦ παιδὸς ἐπίτροπον εἶναι καὶ τῶν κοινῶν διοικητήν. καὶ ὡς ἐν ὀλίγῳ ταινίᾳ δεσποτικῇ αὐ τὸν ἀναδοῦσι, καὶ μετὰ μικρὸν εἰς βασίλειον ἀνήχθη περιωπήν.

77 Ἐπεὶ δ' ἀπὸ τῶν μεγιστάνων ὁ Καρυανίτης ἦν, ὃς καὶ φόνον κατεψηφίσατο τῶν Μουζαλώνων, τοῦτον ὁ βασι λεὺς Μιχαήλ, ἵνα μή τι νεωτερίσῃ, ἐν εἱρκτῇ ἔθετο. ὁ δὲ ἀποδρὰς περὶ τὰ τῶν Περσῶν ᾤχετο, κατασχεθεὶς δὲ ὑπὸ τῶν Τουρκομάνων πεφόνευται. ἐναπολέλειπτο δὲ ἀπὸ τῶν περιωνύμων ὁ Ἄγγελος Ἰωάννης ὁ πρωτοστράτωρ, ὃς κατὰ τὴν δυσμὴν ἦν. τοῦτον πέμψας ὁ βασιλεὺς ἤθελεν ἀγα γεῖν, καθ' ὁδὸν δὲ βέλει τρωθεὶς ἐτεθνήκει. ὁ γὰρ βασι λεὺς τὸν αὐτάδελφον αὐτοῦ μέγαν χειροτονήσας δομέστικον καὶ τὰ στρατεύματα παραδοὺς αὐτῷ εἰς δύσιν ἐκπέπομφε κατὰ τοῦ ἀποστάτου Μιχαήλ. ὡς δ' ἀνηγορεύθη, σεβαστο κράτορα εἶναι τοῦτον πέπομφε. συνῆν δὲ αὐτῷ καὶ ὁ Στρα τηγόπουλος Ἀλέξιος καὶ ὁ πρωτοβεστιάριος Ῥαοὺλ Ἰωάννης.τετίμηκε δὲ καὶ τὸν Στρατηγόπουλον μέγαν δομέστικον, τὸν δὲ ἐξ ἑτέρας μητρὸς ἀδελφὸν αὐτοῦ Κωνσταντῖνον καίσαρα τετίμηκε καὶ εἰς τὰ τῆς Παφλαγονίας ἔστειλε μέρη.

78 Καὶ ἦν χαρὰ ὡς ἐκ σκοτομήνης εἰς φέγγος ἢ ἐκ κλύδωνος εἰς γαλήνην ἢ ἐκ χειμῶνος εἰς ἔαρ ἢ ἐκ λαίλαπος εἰς νηνεμίαν ἢ ἐξ ἀνίας εἰς ἡδονήν. Οἱ δ' ἐν πόλει Λατῖνοι καὶ ὁ ἐν αὐτῇ βασιλεύων πρε σβείαν ἔστειλαν πρὸς τὸν βασιλέα ἀπὸ Θεσσαλονίκης ποι ούμενοι ζήτησιν, ἵνα δοίη ταύτην αὐτοῖς καὶ πᾶσαν τὴν ἄλλην χώραν ἕως Κωνσταντίνου. ὁ δὲ βασιλεὺς ἀστειότερον πρὸς σφᾶς ἀπελογήσατο, ὡς «ἐν Θεσσαλονίκῃ ὁ ἐμὸς πατὴρ ἡγεμονεύων ἐτεθνήκει· ὡς οὖν πατρίδος θέλω ἄρχειν αὐ τῆς.» ταῦτ' ἀκηκοότες οἱ πρέσβεις ὑποκνηστιῶσαν ἔσχον τὴν ἀκοὴν καὶ «παραχώρησον ἡμῖν ἐκ τῶν Σερρῶν αὐτῶν» ἔφησαν. καὶ ὃς «ἐκεῖ πρῶτον ἡγεμονεύειν ἠρξάμην, καὶ οὐ χρεὼν ταύτην καταλιπεῖν με.» οἱ δὲ «καὶ δὸς ἡμῖν ἐκ τοῦ Βολεροῦ τὰ μέχρις ἡμῶν.» καὶ ὃς «πολλάκις» φησὶν «ἐκεῖσε ἐθήρευσα, καὶ οὔ μοι κέκριται ἄξιον ἀφεῖναι τοῦ τον τὸν χῶρον.» «τί οὖν ἡμῖν δίδως;» οἱ πρέσβεις ἀντ έφησαν. «ἐγὼ μὲν» ἔφη «οὐδέν. ἀλλ' εἴπερ τὴν ἐξ ἐμοῦ λαβεῖν θέλετε εἰρήνην, ἐθέλω τοὺς ἐν Κωνσταντίνου Λατί νους πρὸς τὴν Ῥωμαίων τελεῖν ἀρχὴν μερίδα μὲν ἐκ τοῦ κομμερκίου ἡμίσειαν κἀκ τοῦ χρυσεψητείου ὡσαύτως. εἰ δ' οὖν, ἀλλ' ἔστω μάχη.»

79 Καὶ πρὸς τὸν ἀποστάτην δὲ Μιχαὴλ ἐστείλατο πρε σβείαν διὰ τοῦ Φιλῆ Θεοδώρου, πολλὰ ὑπενδιδοὺς τῶν προσηκόντων ἄστεων καὶ χωρῶν. ἀλλ' ἦν πρὸς τὰς ἀπο κρίσεις σκληρός· ἐφύσα γὰρ αὐτὸν οὐ μόνον τὸ τῷ ῥηγὶ Σικελίας Μαφρὲ κῆδος, ἀλλὰ καὶ τὸ ἐπὶ τῷ πρίγγιπι Ἀχαΐας τῷ Γουλιέρμῳ. ὁ δὲ βασιλεὺς πρὸς τὸν ῥῆγα Σικελίας τὸν Μαφρὲ τὸν τοῦ ἀποστάτου γαμβρὸν πρέσβεις ἔστειλε διὰ τοῦ ἐπὶ τοῦ κανικλείου Νικηφόρου τοῦ Ἀλυάτου, ὃν καὶ κατεῖχε μεθ' ἑαυτοῦ ἐγγύς που δύο ἐτῶν. καὶ πρὸς τὸν πρίγγιπα Ἀχαΐας διεπρεσβεύσατο· ἀλλ' οὐδ' οὗτος εἶξε.

80 Τὸν δὲ ἀδελφὸν αὐτοῦ τὸν σεβαστοκράτορα κατὰ τοῦ ἀποστάτου ἐκπέμψας προσέταξε κατευθὺ τὴν πορείαν ποιή σασθαι, μέχρις ἂν τῷ τοῦ ἀποστάτου ἐντύχοι στρατεύματι. ὁ δὲ ἀποστάτης περὶ τὰ τῆς Καστορίας μέρη ἐστρατοπέδευεν. ἄφνω δ' ἐπῆλθε τούτῳ βοή, ὡς τὰ Ῥωμαϊκὰ στρατεύματα τὰ τῶν Βοδηνῶν τέμπη διαβάντα κατ' αὐτῶν χωροῦσι. καὶ πτοίᾳ ληφθεὶς ᾤχετο, πολλοὶ δὲ καθ' ὁδὸν ἐσίνοντο. καὶ ὁ Πετραλίφας δὲ Θεόδωρος, ὁ αὐτοκασίγνητος τῆς τοῦ ἀποστάτου