καὶ ἀφεῖναι. 9Ἰῶ9: Ἰᾷς, ἴημι, ἴαμαι, τὸ ἰατρεύω. 9Ἐῶ9: Ἐεῖς, ἐεῖ, ἔημι, ἔεμαι, ἠρεήμενος, ἡ μετοχὴ, καὶ καθήμενος. 9Ἱῶ9: Ἱεῖς, ἱεῖ, ἵημι, ἥσω, ἧκα, καὶ συνῆκα, ὁ αʹ ἀόριστος· τὰ πληθυντικὰ, ἥκαμεν, ἥκατε, ἧκαν, καὶ συνῆκαν· "οὐκ ἔγνω σαν, οὐδὲ συνῆκαν."
9Κρῖοσ9: Ἔστιν δὲ ὄνομα Τιτᾶνος, διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ κεκρῖσθαι
ἐστίν· τοῦτο δὲ καὶ προπερισπώμενόν ἐστιν, πρὸς ἀντιδιαστολὴν τοῦ προσηγορικοῦ τοῦ κριός· καὶ ἄλλως· τῷ κανόνι τῶν διὰ τοῦ ιος δισυλλάβων ἀρσενικῶν διὰ τοῦ ι γραφομένων. 9Κριόσ9: ∆ιὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ κεκρῖσθαι ἐστὶν κατὰ τὰς τριχάς· διὰ τοῦ ι δὲ γράφεται τῷ κανόνι τοῦ κριός· κριὸς δέ ἐστιν ὁ προηγούμενος τῆς ποίμνης. 9Κρίβανοσ9: Σημαίνει δὲ τὴν κάμινον, ἔνθα ὤπτων τοὺς ἄρ τους· διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ κρῖ, τὸ σημαῖνον τὴν κριθὴν, καὶ τὸ βαῦνος, τὸ σημαῖνον τὴν κάμινον· οἱ δὲ ∆ωριεῖς κλίβανον λέγουσιν. 9Κρῖ9: Σημαίνει δὲ τὴν κριθὴν, διὰ τοῦ ι γράφεται· γέγονεν δὲ ἀπὸ τοῦ κριθὴ κατὰ ἀποκοπὴν τῆς θη συλλαβῆς· σημαίνει δὲ καὶ τὸ πολὺ ἄλευρον· περισπᾶται δὲ τὸ κρῖ· πᾶν γὰρ οὐδέ τερον μονοσύλλαβον μακροκατάληκτον περισπᾶται. 9Κριθή9: ∆ιὰ τοῦ ι· τὰ γὰρ εἰς θη οὐ θέλουσι παραλήγε σθαι τῇ ει διφθόγγῳ· οἷον, μέθη· ποθή· τιτθή· σημαίνει δὲ τὴν παρέχουσαν τὸ γάλα τοῖς ἀρτιγενέσι παισί· σημαίνει δὲ καὶ 227 τὴν μαμήν· οὐδὲν οὐδέτερον εἰς θη λήγει εἰ μὴ μόνον τὸ κριθὴ καὶ τὸ ποθὴ, καὶ τὸ τιθή· λεγέται κριθὴ ἡ παρὰ τὸ προκρι θῆναι τῶν δρυῶν, ὄπτους γὰρ βαλάνους ἔτρωγον οἱ ἀρχαῖοι, καὶ πάλιν ὕστερον ἤρξαντο τὸν ἄρτον ἀπὸ κριθῆς τρώγειν· καὶ ἄλ λως· κριθὴ λέγεται διὰ τὸ διακρίνεσθαι καὶ διαχωρίζεσθαι αὐτὴν ἀπὸ τῶν ἀχύρων ὑπὸ τῶν ἀνέμων· κρινῶ γὰρ ὁ μέλλων, καὶ οἱ Αἰολεῖς κρίννω λέγουσιν. 9Κνίσα9: Σημαίνει δὲ τὴν ἀναθυμίασιν, διὰ τοῦ ι γράφεται· οὕτως καὶ ἀπὸ τοῦ κνίζω, κνίσω, κνίσα· κνίσα δὲ ἀπὸ τοῦ κνισμός. 9Καυλεῖα9: Προπερισπωμένως· ὥσπερ φυλλεῖα κολοβὴν βα ρύνεται, Ἀττικοὶ δὲ ὀξύνουσι. 9Κοντουβερνάλιοσ9: εἴρηται ὁ συστρατιώτης. 9Κινῶ9: ∆ιὰ τοῦ ι· παρὰ γὰρ τὸ κινεῖν· οἱ δὲ Λάκωνες κινέω λέγουσιν, καὶ διὰ τοῦ ι. 9Κύριλλοσ9: ι· ὡς προπαροξύτονον, οὐχ ὡς Ἀστυάγης παρο ξυτόνως· τὰ γὰρ ἔχοντα δύο λλ εἰς ος κύρια διὰ τοῦ ι γράφε ται, καὶ προπαροξύνεται. 9Κλίνω9: ι· κλινῶ γὰρ ὁ μέλλων, καὶ οἱ Αἰολεῖς κλίννω λέ γουσιν, καὶ οὐ κλέννω. 9Καμαρῖνα9: ∆ιὰ τοῦ ι· τὰ γὰρ διὰ τοῦ ινα ἀποστρέφονται τὴν διὰ τῆς ει διφθόγγου γραφὴν, πλὴν τοῦ πεῖνα. 9Κεραμίσ9: ι· τὰ γὰρ εἰς ις θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν κοινολεκτούμενα ἀποστρέφονται τὴν ει δίφθογγον. 9Κηκίσ9: Σημαίνει δὲ τὴν ἀκηδίαν· διὰ τοῦ η τὸ πρῶτον κατὰ παράδοσιν· τὸ δὲ δεύτερον ι, ὡς θηλυκόν. 9Κίσηρισ9: Ἡ πρώτη ι· ἡ δευτέρα η· καὶ ἡ τρίτη ι· ἀμφό τερα οὕτως ἡ παράδοσις· Ἡρωδιανὸς δὲ διὰ τοῦ ω· εἶπεν γὰρ ὅτι ἐπικινῆς. 9Κῖρισ9: ι ὁ λύχνος· τὰ ἀμφιβαλλόμενα κατὰ τὴν πρώτην. 9Κλιτόριον9: Ὄνομα πόλεως ἐν τῇ Ἀρκαδίᾳ διὰ τοῦ ι γρά-φεται· παρὰ γὰρ τὸ κλύω γέγονεν ἀκλυτόριον, καὶ κατὰ τροπὴν 228 τοῦ υ εἰς τὸ ι κλιτόριον· ὥσπερ Ἀφροδύτη, Ἀφροδίτη· ἰστέον δὲ ὅτι τὸ κλιτόριον σημαίνει καὶ τὸ αἰδοῖον τῆς γυναικὸς, ὅθεν καὶ κλιτοριάζειν λέγουσιν τὸ αἰσχρῶς βιοῖν. 9Κονίω9: ι· παρὰ τὸ κόνις κονίω, ὥσπερ ἀπὸ τοῦ δὴ ἅπτε σθαι. 9Κυλίω9: ι· τὰ γὰρ διὰ τοῦ ιω ὑπὲρ μίαν συλλαβὴν βαρύ τονα, κλινόμενα εἰς μέλλοντα, διὰ τοῦ ι γράφεται. 9Κῖρισ9: Ἔστιν δὲ εἶδος ἰέρακος· λέγεται δὲ καὶ παρὰ Κυ πρίοις Κῖρις ὁ Ἄδωνις· παρὰ δὲ Λάκωσιν ὁ λύχνος. 9Κάρη9: Σημαίνει δὲ τὴν κεφαλήν. 9Κιμωλία9: Τὰ δύο ι· καὶ τὸ μω μέγα· ἡ παράδοσις· νῆσος δὲ ἡ Κίμωλος. 9Κλεῖσ9 καὶ 9Κατακλεῖσ9: ∆ιὰ τῆς ει διφθόγγου. 9Κεράτιον9: ι· ὑποκοριστικὸν γάρ. 9Κοράλια9 καὶ 9Κοράλιον9: Ἴσως τὸ ἅλιον ἔγκειται· ἀπὸ θαλάσσης ταῖς κόραις κόσμος· ποιηταὶ οὖν τὸ αʹ διὰ τοῦ ο· ἡ κοινή τε διὰ τοῦ ο· Ἀττικοὶ δὲ διὰ τοῦ ω. 9Καλῖνοσ9: Ἔστιν δὲ ὄνομα Ἐφεσίου τινὸς ἐλεγειογράφου· τὰ γὰρ διὰ τοῦ ινος διὰ τοῦ ι μακροῦ γράφεται· πλὴν τοῦ Καρκίνος.