ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
καὶ συγγενεῖν εἰς τὴν πομπὴν ἐκεί νων, ὁποῦ νά το κακίσουν. Μόνον καὶ σὺ ἔχε τοῦτο, γραμματικέ, ὡσὰν ἀπόκρυφον μέχρι τινός. 34.12 Καὶ ἐξοικονομήσας τοὺς ὁρισμοὺς ἔλαβον αὐτοὺς καὶ σήμερον νὰ προσκυνήσω καὶ αὔριον ὁμοίως. Καὶ ὅτι ὁ ἀμηρᾶς ἐξῆλθε τῆς Ἀνδριανουπόλεως καὶ ἔρχεται· καὶ ἂς ἴδωμεν, μή ποτε καὶ καθ' ὁδὸν συναντήσῃ σοί τι ἀπευκταῖον.
35.1 Ἰδοὺ τῇ κ-ῃ Μαρτίου τοῦ αὐτοῦ ἑξηκοστοῦ ἔτους ἦλθεν ὁ ἀμηρᾶς καὶ ἔπεσεν εἰς τὸ Στενόν, ἵνα ἐκεῖσε κτήσῃ τὸ κάστρον· καὶ σήμερον νὰ ἴδωμεν καὶ αὔριον καὶ ὅτι διὰ τῆς στερεᾶς οὐδὲν τυχένει, ἐπεὶ ἐπικίνδυνον θέλει εἶσθεν· ἰδοὺ εὑρεῖν θέλομεν πλεύσιμον. 35.2 Τὸν Ἰούνιον τοῦ αὐτοῦ ἔτους ἀπεσκεπάσθη ἡ μάχη καὶ πηλαλή σαντος φωσάτου, οὓς ἔξωθεν εὗρεν, ἀπῆρε καὶ τὴν πόλιν ἀπέκλεισε. Καὶ τελέσας τὸ κάστρον, τῇ λα-ῃ τοῦ Αὐγούστου ἐγερθεὶς ἀπ' ἐκεῖ, ἐλθὼν ἔπεσεν εἰς τὰς σούδας τῆς πόλεως. 35.3 Καὶ τῇ γ-ῃ τοῦ Σεπτεβρίου μηνὸς τοῦ ξα-ου ἔτους διέβη εἰς τὴν Ἀνδριανούπολιν, ὡς φαίνεται, ὅτι τὰς δύο ἡμέρας αὐτὰς ἵνα κρυφίως ἴδῃ τὸ κάστρον καλῶς καὶ τὰ τοῦ κάστρου. 35.4 Καὶ τῷ αὐτῷ χρόνῳ φθινοπώρῳ ἦλθεν ὁ Τουραχάνης μετὰ καὶ τῶν υἱῶν αὐτοῦ καὶ πολλοῦ φωσάτου εἰς τὸν Μορέαν, ἐν ᾧ καιρῷ καὶ ὁ υἱὸς αὐτοῦ ἑάλω ὑπὸ τῶν Μοραϊτῶν. 35.5 Καὶ τῇ ιζ-ῃ τοῦ Ἰαννουαρίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἐγεννήθη καὶ ὁ τῶν Παλαιολόγων γένους διάδοχος καὶ κληρονόμος ὁ κὺρ Ἀνδρέας ὁ Παλαιολόγος. 35.6 Καὶ τῇ δ-ῃ τοῦ Ἀπριλλίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἦλθε πάλιν ὁ ἀμηρᾶς καὶ παρέπεσε τὴν Πόλιν πολιορκῶν τὴν πόλιν πᾶσι τρόποις καὶ πάσαις μηχαναῖς διά τε γῆς καὶ θαλάσσης, περικυκλώσας καὶ τὰ ιηʹ μίλια τῆς πόλεως, τετρακοσίων πλευσίμων ὄντων ἀπὸ τὴν θάλασσαν μικρῶν καὶ μεγάλων, διακοσίων δὲ χιλιάδων ἀνδρῶν ἀπὸ τῆς στερεᾶς, ἐχούσης τῆς πόλεως, τῆς τοσαύτης εἰς μέγεθος, ἄνδρας πρὸς ἀντιπαρά ταξιν ʹδψογʹ ἄνευ τῶν ξένων μόλις ὄντων σ-ων ἢ μικρόν τι πρός. 35.7 Ἔγνων οὖν ἐγὼ τοῦτο οὕτως ἔχον ἀπὸ αἰτίας τοιαύτης. Τοῦ γὰρ βασιλέως προστάξαντος τοῖς δημάρχοις ἔγραψεν εἷς ἕκαστος τὴν δημαρ χίαν αὑτοῦ ἀκριβῶς τοῦ δυναμένου σταθῆν ἐν τῷ καστρῷ κοσμικοῦ καὶ καλογέρου καὶ τὶ καὶ τὶ ἅρμα πρὸς ἄμυναν νὰ ἔχῃ εἷς ἕκαστος αὐτῶν· καὶ φέροντες, εἷς ἕκαστος τῶν δημάρχων δέδωκε τὸ κατάστιχον τῆς αὑτοῦ δημαρχίας τῷ βασιλεῖ. 35.8 Εἶτα ὁρίζει πρὸς ἐμέ· Αὕτη ἡ δουλεία πρὸς σὲ ἀφορᾷ καὶ οὐ πρὸς ἄλλον τινὰ διὰ τὸ ἐπίστασθαί σε καὶ καλῶς ἀριθμεῖν καὶ καλῶς φυ λάσσειν τὰ φυλακῆς δεόμενα καὶ ἀπόκρυφα· καὶ λαβὲ τὰ κατάστιχα καὶ καθίσας εἰς τὸ ὁσπίτιόν σου, λογαρίασε ἀκριβῶς, πόσοι εἰσὶν ἄν θρωποι καὶ πόσα ἅρματα καὶ πόσα κοντάρια καὶ πόσα σκουτάρια καὶ πόσα τοξάρια. Καὶ ἐκτελέσας τὸν ὁρισμὸν αὐτοῦ φέρων δέδωκα τῷ αὐ θέντῃ μου καὶ βασιλεῖ τὸ καταστιχόπουλον μετὰ λύπης καὶ σκυθρωπό τητος ὅτι πολλῆς. Καὶ ἔμεινεν μόνον ἐν ἀποκρύφῳ ἡ ποσότης εἰς ἐκεῖ νον καὶ ἐμέ. 35.9 Καὶ τῇ κθ-ῃ Μαΐου, ἡμέρᾳ γ-ῃ, ὥρᾳ τῆς ἡμέρας ἀρχῇ ἀπῆρε τὴν Πόλιν ὁ ἀμηρᾶς, ἐν ᾗ ὥρᾳ καὶ ἁλώσει τῆς πόλεως καὶ ὁ μακαρίτης αὐ θέντης μου καὶ βασιλεὺς κὺρ Κωνσταντῖνος σκοτωθεὶς ἀπέθανεν, ἐμοῦ πλησίον αὐτοῦ οὐχ εὑρεθέντος τῇ ὥρᾳ ἐκείνῃ, ἀλλὰ προστάξει ἐκείνου εἰς ἐπίσκεψιν δῆθεν ἄλλου μέρους τῆς πόλεως, ἰού, ἰοὺ κἀμοί, τῆς προ νοίας οὐκ εἶδ' εἰς τίνα με καιρὸν φυλαττούσης. 35.10 Ἦν δὲ ἡ πᾶσα ζωὴ αὐτοῦ δὴ τοῦ μακαρίτου βασιλέως καὶ μάρ τυρος χρόνοι μθʹ καὶ μῆνες γʹ καὶ ἡμέραι κʹ, ὧν ἦν βασιλεὺς χρόνους δʹ, μῆνας δʹ καὶ ἡμέρας κδʹ, ὄγδοος βασιλεὺς τοῦ γένους αὐτοῦ τῶν Πα λαιολόγων ὑπάρχων. Ὁ γὰρ α-ος ἦν Μιχαήλ, ὁ β-ος Ἀνδρόνικος, ὁ γ-ος Μιχαήλ, ὁ δ-ος Ἀνδρόνικος, ὁ ε-ος Ἰωάννης, ὁ -ος Μανουήλ, ὁ ζ- οςἸωάννης καὶ ὁ ὄγδοος Κωνσταντῖνος. Ἦρχον δὲ καὶ ἐβασίλευον ταύτην δὴ τὴν Κωνσταντινούπολιν τὸ τούτων γένος τῶν Παλαιολόγων χρόνους ἑκατὸν ἐνενήκοντα τέσσαρας καὶ μῆνας δέκα καὶ ἡμέρας δʹ. 35.11 Ἁλοὺς οὖν ἐγὼ καὶ πάντα τὰ δυσχερῆ καὶ κακὰ τῆς αἰχμαλω σίας ὑπενεγκὼν ὁ ἄθλιος, τέλος ἐξαγορασθεὶς τῇ α-ῃ Σεπτεβρίου τοῦ ξβ-ου ἔτους εἰς τὸν Μυζηθρᾶν ἀπέσωσα, τῆς γυναικός μου καὶ