27
ἐξ αὐτῶν γενόμενα ἔθνη ταῦτα· Ἑβραῖοι, Ἰουδαῖοι, Πέρσαι, Μῆδοι, Μαγαρδοί, Πάρθοι, Γερμανοί, Ἐλυμαῖοι, Κοσαῖοι, Ἄραβες ἀρχαῖοι, Κεδρούσιοι, Σκύθαι, Γυμνοσοφισταί. οἱ δὲ ἐπιστάμενοι αὐτῶν γράμματα Ἰουδαῖοι, Πέρσαι, Μῆδοι, Χαλδαῖοι, Ἰνδοί, Ἀσσύριοι. ταῦτα τὰ κεʹἔθνη τοῦ Σὴμ σὺν ταῖς χώραις καὶ ὁρίοις αὐτῶν. Ἐκ τοῦ Χὰμ τοῦ δευτέρου υἱοῦ Νῶε ἔθνη λβʹ οὕτως Υἱοὶ Χὰμ δευτέρου υἱοῦ Νῶε αʹ Χούς, ἐξ οὗ Αἰθίοπες. βʹ Μεστραίμ, ἐξ οὗ Αἰγύπτιοι. γʹ Φούδ, ἐξ οὗ Τρωγλοδύται. δʹ Χαναάμ, ἐξ οὗ Χαναναῖοι. Οὗτοι ἔφυγον ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ καὶ κατῴκησαν Τρίπο λιν τῆς Ἀφρικῆς, ὡς οὖσαν ἐν τῷ κλήρῳ τοῦ Χάμ. Υἱοὶ Χοὺς τοῦ Αἰθίοπος τοῦ πρώτου υἱοῦ Χάμ εʹ Σαβάτ, ἐξ οὗ Σαβάτ. ςʹ Εὐιλάτ, ἐξ οὗ Γαγγινοί. ζʹ Σεβατά, ἐξ οὗ Σαβῖνοι. 51 ηʹ Ῥεγμά, ἐξ οὗ Ἰχθυοφάγοι. θʹ Σεβακαθά, ἐξ οὗ *** Υἱοὶ Ῥεγμά ιʹ Σαβά, ἐξ οὗ Μαρμαρῖται. ιαʹ Ἰουδαδάν, ἐξ οὗ Φοίνικες. ιβʹ Νεβρώδ, ἐξ οὗ γίγαντες. ιγʹ Λουδιείδ, ἐξ οὗ *** ιδʹ Νεμεστιείμ, ἐξ ὧν *** ιεʹ Λαβιείμ, ἐξ ὧν *** ι ςʹ Νεφθαβιείμ, ἐξ ὧν *** ιζʹ Πατροσονιείμ, ἐξ ὧν *** ιηʹ Χασλονιείμ, ἐξ ὧν *** ιθʹ Φυλιστιείμ, ἐξ ὧν *** κʹ Καφθονιείμ, ἐξ ὧν *** Υἱοὶ Χαναάν, ὧν πρωτότοκος Σιδών καʹ Σιδών, ἐξ οὗ Σιδώνιοι. κβʹ Χατταῖος, ἐξ οὗ *** κγʹ Ἰεβουσαῖος, ἐξ οὗ Ἰεβουσαῖοι. 52 κδʹ Ἀμορραῖος, ἐξ οὗ Ἀμορραῖοι. κεʹ Γεργεσαῖος, ἐξ οὗ Γεργεσαῖοι. κ ςʹ Εὐαῖος, ἐξ οὗ Εὐαῖοι. κζʹ Ἀρουκαῖος, ἐξ οὗ *** κηʹ Ἀσενναῖος, ἐξ οὗ *** κθʹ Ἀράδιος, ἐξ οὗ Ἀράδιοι. λʹ Σαμαραῖος, ἐξ οὗ Ὀρθωσιασταί. λαʹ Ἀμαθεῖς, ἐξ οὗ Ἀμαθούσιοι. οἱ πάντες σὺν τῷ Χὰμ λβʹ. Τούτων δὲ ἡ κατοικία ἀπὸ Ῥινοκουρούρων ἕως Γαδείρων τὰ πρὸς νό τον· τὰ δὲ ἐξ αὐτῶν γεννηθέντα ἔθνη Αἰθίοπες, Τρωγλοδύται, Ἀγγαῖοι, Γαγγινοί, Σαβῖνοι, Ἰχθυοφάγοι, Ἐλαϊνοί, Αἰγύπτιοι, Φοίνικες, Λίβυες, Μαρμαρῖται, Κᾶρες, Ψυλλῖται, Μυσοί, Μοσύλλιοι, Φρύγες, Μάκωνες, Βιθυνοί, Νομάδες, Λύκιοι, Μαριανδηνοί, Πάμφυλοι, Μοσσυνοί, Πισσυνοί, Αἰγαλαῖοι, Κίλικες, Μαυρούσιοι, Κρῆται, Μαγάρται, Νούμιδες, Μάκωνες καὶ Νασαμῶνες. Οὗτοι διακρατοῦσιν ἀπὸ Αἰγύπτου ἕως τοῦ δυτικοῦ πρὸς λίβα καὶ νότον Ὠκεανοῦ. οἱ δὲ ἐπιστάμενοι αὐτῶν γράμματα Φοίνικες, Αἰγύπτιοι, Πάμ φυλοι, Φρύγες. αἱ δὲ χῶραι αὐτῶν Αἴγυπτος, Αἰθιοπία ἡ βλέπουσα κατὰ Ἰνδοὺς πρὸς εὐρόνοτον, ἄλλη Αἰθιοπία πρὸς νότον, ὄθεν ἐκπορεύεται ὁ Νεῖλος ποταμός, ἐρυθρὰ ἡ βλέπουσα κατὰ ἀνατολάς, Θηβαΐς, Λιβύη ἡ παρεκτείνουσα μέχρι Κορκυρίνης, Μαρμαρὶς καὶ τὰ περὶ αὐτὴν πάντα, Σύρτις ἔχουσα ἔθνη τρία, Νασαμῶνας, Μάκας, Ταυταμαίους. Λιβύη ἀπὸ Λέπτεως παρεκτείνουσα μέχρι μικρᾶς Σύρτεως, Νουμιδία, Μασσου 53 ρίς, Μαυριτανία ἡ καὶ Ἀφρική, παρεκτείνουσα μέχρι Ἡρακλεωτικῶν στηλῶν κατέναντι Γαδείρων. ἔχει δὲ ἐν τοῖς κατὰ βορρᾶν τὰ πρὸς θάλασσαν Κιλικίαν, Παμφυλίαν, Πισσιδίαν, Μυσίαν, Λυκαονίαν, Φρυγίαν, Καββαλ λίαν, Λυκίαν, Λυδίαν, Καρίαν, Τρωάδα, Αἰολίαν, Βιθυνίαν, τὴν ἀρχαίαν Φρυγίαν. ἔχει δὲ νήσους ἐπισήμους τρεῖς Σαρδώ, Κρήτην, Κύπρον, ἐπι κοίνους δὲ Κόρσουλαν, Λαμπαδοῦσαν, Γαῦδον, Μελίτην, Κουροῦναν, Μῆ νιν, Γαλάτην, Γορσύνην, Κρήτην, Γαυλορίδην, Θήραν, Κάρπαθον, Ἀστυ πάλαιαν, Χίον, Λέσβον, Τένεδον, Ἴμβρον, Θάσον, Σάμον, Κνίδον, Κῶον, Νίσυρον· ποταμὸν δὲ Γηὼν τὸν καὶ Νεῖλον, ὃς καὶ κυκλοῖ Αἴγυπτον καὶ Αἰθιοπίαν. καὶ διορίζει μεταξὺ τοῦ Χὰμ καὶ Ἰάφεθ τὸ στόμα τῆς ἑσπερίας θαλάσσης τὰ ἐπίκοινα τοῦ Χὰμ καὶ τοῦ Ἰάφεθ. Ἐκ τοῦ Ἰάφεθ τοῦ τρίτου υἱοῦ Νῶε ἔθνη δεκαπέντε οὔτως Υἱοὶ Ἰάφεθ τοῦ τρίτου υἱοῦ Νῶε ἔθνη δεκαπέντε οὕτωσ αʹ Γάμερ, ἐξ οὗ Καππάδοκες. βʹ Μαγώγ, ἐξ οὗ Κέλτοι οἱ καὶ Γαλάται. γʹ Μαδαί, ἐξ οὗ Μῆδοι. δʹ Ἰωυάν, ἐξ οὗ Ἕλληνες οἱ καὶ Ἴωνες. εʹ Θωβέλ, ἐξ οὗ Θετταλοί. ςʹ Μοσόχ, ἐξ οὗ Ἰλλυριοί. ζʹ Θηράς, ἐξ οὗ Θρᾷκες. ηʹ Χετταείμ, ἐξ οὗ Μακεδόνες. 54 Οἱ υἱοὶ Γάμερ τοῦ υἱοῦ Ἰάφεθ θʹ Ἀσχανάζ, ἐξ οὗ Ῥηγῖνες. ιʹ Ῥιχάθ, ἐξ οὗ Σαυρομάται. ιαʹ Θοργαμά, ἐξ οὗ Ἀρμένιοι. Οἱ υἱοὶ Ἰωυάν ιβʹ Ἐλισσά, ἐξ οὗ Σικελοί. ιγʹ Θαρσεῖς, ἐξ οὗ Ἴβηρες. ιδʹ Κίτιοι, ἐξ οὗ Λατῖνοι οἱ καὶ Ῥωμαῖοι. ιεʹ Ῥόδιος, ἐξ οὗ Ῥόδιοι. Ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν, ἕκαστος κατὰ γλῶσσαν αὐτῶν, ἐν