27
διδασκόντων τῶν πραγμάτων, οἷς οἰήσεται λυσιτελήσειν ἐπιχειρήσει. τούτων ἕνεκα πάντων οὐκέτι διαμέλλειν οἴομαι δεῖν, οὐδὲ πρὸς 1.80 προὖπτον κίνδυνον αὐτοὺς ἀμελεῖν, ὥσπερ ὑπὸ μεγέθους τῶν δεινῶν ἐκστάντας τῶν λογισμῶν, ἀλλ' αὐτοὺς διασώζειν, ὡς ἂν οἷοί τε ὦμεν. ἔτι γε μὴν καὶ γνώμην ἑτέραν περὶ τῶν προκειμένων, εἴγε καὶ ὑμῖν συνδοκεῖ, βούλομαι ἐξενεγκεῖν. ποίαν δὴ ταύτην; ὁ βασιλεὺς καὶ πάππος ὁ ἐμὸς, καθάπερ ἴστε δὴ καὶ αὐτοὶ, καταδήλους τοὺς ἐμοὶ συνόντας ἐζήτησεν αὑτῷ ποιῆσαι. τότε μὲν οὖν ἁρμόζοντας ἀπεκρινάμην τῷ καιρῷ λόγους, μήτ' εἶναι εἰπὼν τοὺς συνόντας ἐμοί τινας, μήτ' εἴπερ εἰσὶ, καταδήλους αὐτοὺς ποιήσειν· νῦν δέ μοι δοκεῖ λυσιτελεῖν πρεσβείᾳ χρησάμενον πρὸς αὐτὸν, ὅτι τέ εἰσιν ὁμολογῆσαι καὶ ὅρκοις αὐτὸν ἀπαιτῆσαι πιστώσασθαι, μὴ μνησικακήσειν αὐτοῖς μηδ' ἀμυνεῖσθαι τῆς εὐνοίας τῆς εἰς ἐμέ. εἰ μὲν οὖν ἡμέρως καὶ προσηνῶς τοὺς παρ' ἐμοῦ δεξάμενος λόγους ὅρκοις πιστώσηται τὴν ἀπάθειαν τοῖς ἐμοῖς φίλοις, ἐναργὲς ἂν εἴη τεκμήριον, ὡς αὐτός τε καθαρῶς διήλλακται πρὸς ἐμὲ, καὶ τὸ ὑμᾶς εἰς ἀρχὰς ἐκπέμπειν οὐ περιέργως οὐδ' ἐπιβούλως, ἀλλ' ἁπλῶς αὐτῷ οὕτως ἐπινενόηται· εἰ δ' ἀγανακτήσει καὶ ἀποσείσεται τὴν πρεσβείαν, μηδεμίαν ἄλλην ἀπόδειξιν ἐναργεστέραν ζητεῖν τοῦ πάντα συσκευάζεσθαι καθ' ἡμῶν. χρήσομαι δὲ πρεσβευτῇ τῷ μεγάλῳ λογοθέτῃ τῷ Μετοχίτῃ, ἅτε δὴ καὶ τότε μεσιτεύσαντι πρὸς τὰς ἀγγελίας ἐμοὶ καὶ τῷ βασιλεῖ, καὶ παῤῥησίαν ἔχοντι πρὸς αὐτὸν, ὥστε θαῤῥῆσαι περὶ τοιούτων πρεσβεύειν. ιζʹ. Τοιαῦτα τοῦ νέου βασιλέως βουλευσαμένου, καὶ τοῦ μεγάλου δομεστίκου καὶ πρωτοστράτορος ὡς καλῶς ἔχει συνεπιψηφισαμένων, αὐτοὶ μὲν ἕκαστος οἴκαδε ἀπεχώρουν· βασι 1.81 λεὺς δ' ὁ νέος τὸν μέγαν μετακαλεσάμενος λογοθέτην, οὕτω διεπρεσβεύετο πρὸς τὸν πάππον· «Ἡ εἰς ἐμὲ πρὸ τῆς χθὲς γεγενημένη παρὰ τῆς σῆς γαληνότητος, ὦ βασιλεῦ, εὐεργεσία πολλὰς καὶ δικαίας ὁμολογεῖν χάριτας τῷ σῷ πείθει κράτει. κἂν γὰρ ἀπὸ ταραχῆς καὶ ὀργῆς ἦρξαν οἱ λόγοι, ἀλλ' εἰς τέλος ἥμερον καὶ συμπαθείας γέμον ἀποκαταστάντες, μᾶλλον εὔφραναν, ἢ καθ' ὅσον πρότερον ἐλύπουν. διὸ δὴ καὶ τῶν μὲν προτέρων, ὡς πατρικῆς ὄντων καὶ παιδείας καὶ κηδεμονίας, οὐδ' ἀναμιμνήσκεσθαι ἀξιῶ· ἃ δ' ἐν ὑστέρῳ πέπρακται, ὡς ἄξια καὶ μεγαλοψυχίας καὶ εὐμενείας καὶ πατρικῆς καὶ βασιλικῆς, ἀνεξάλειπτα δεῖν ἔγνων φυλάττειν ἐν τῇ ψυχῇ. ἐπεὶ δ' ἕν τι τῶν τότε ῥηθέντων ἐμέ τε δεινῶς ἐκταράττει καὶ φροντίδας οὐ παρέχεται μικρὰς, καὶ ἑτέροις ἐνέσεισεν οὐ τὸν τυχόντα φόβον, δέομαι τῆς σῆς γαληνότητος ἰάσασθαι καὶ ταύτην τὴν ἀλγηδόνα. ἔστι δ' ὃ λέγω τοιοῦτον· σοῦ, βασιλεῦ, ἐμοὶ διὰ τοῦ μεγάλου λογοθέτου προστάξαντος τουτουὶ, καταδήλους σοι θέσθαι τοὺς συνόντας καὶ συναιρομένους ἐμοὶ, τότε μὲν παντάπασι μὴ εἶναι οὐκ ἠρνησάμην, πλὴν ἀπὸ λογισμῶν εἰκότων ἐπεχείρουν, ὡς οὐκ ἂν εἶεν, ἀποδεικνύναι. οἵδ' ἦσαν· τὸ μήτε πόρον ἔχειν ἐμὲ χρημάτων, οἷς ἂν ἴσως πείσαιμί τινας προσέχειν ἐμοὶ, μὴτ' ἐξουσίας ἀπολαύειν παρὰ σοὶ καὶ παῤῥησίας, βασιλέως παιδὶ πρεπούσης, δι' ἣν ἂν καὶ θεραπευθείην παρὰ τῶν τῆς ἐμῆς ὠφελείας δεησομένων. νυνὶ δὲ αὐτό τε τὸ πρᾶ 1.82 γμα φανεροὺς ἠνάγκασε γενέσθαι τοὺς προσκειμένους ἐμοὶ, καὶ αὐτὸς δὲ ἐγὼ εἶναι ὁμολογῶ· πλὴν, ὅπερ καὶ τότ' ἔφην, οὐκ ὀφείλοντες χάριν, ἀλλὰ προκατάρχοντες μᾶλλον χάριτός εἰσιν. διὸ δὴ καὶ ἀντιβολῶ τὴν σὴν ἡμερότητα, βασιλεῦ, ὅρκοις ἐμοί τε καὶ αὐτοῖς πιστώσασθαι τὸ ἀπαθεῖς κακῶν μέχρι παντὸς διατηρηθῆναι. οὕτω γὰρ ἐμοί τε καὶ αὐτοῖς θαῤῥήσασιν ἀφόβως τε βιοῦν καὶ τῷ σῷ κράτει χάριτας ὁμολογεῖν πολλὰς περιέσται.» Τοιαῦτα μὲν ὁ νέος βασιλεὺς πρὸς λογοθέτην διεξῆλθε τὸν μέγαν, ὡς ἀπαγγελοῦντα τῷ πάππῳ καὶ βασιλεῖ, συνάρασθαι καὶ αὐτὸν ἀξιώσας πρὸς τοῦτο, καὶ τὴν τῶν ὅρκων ἐκπλήρωσιν ὑποθέσθαι τῷ βασιλεῖ, ὡς πολλῶν ἀγαθῶν ἐκ τούτου συμβησομένων. ὁ δ' εὐθὺς «ἔγωγε» εἶπεν «ᾠήθην, ὦ βασιλεῦ, τὴν ἐμὴν παρὰ σοῦ κλῆσιν πρός τι φέρειν τῶν ἀγαθῶν. ἐνόμιζον γὰρ, ὡς ὑποπεπτωκότας τινὰς καὶ θεραπευτικοὺς λόγους δι' ἐμοῦ μηνύσεις τῷ βασιλεῖ, ἐξ ὧν ἡμερωτέραν