27
ἑξακοσίων πεσεῖν, οι πρὸς τὰ πλησίον ορη κατέφυγον. οἱ δὲ ̓Ισραηλῖται ἐνέπρησάν τε τὴν Γαβαὼ καὶ τὰς γυναῖκας καὶ τοὺς παῖδας διεχειρίσαντο, καὶ ἐπὶ ταῖς αλλαις δὲ πόλεσιν αὐτῶν δρῶσι τὰ ομοια. καὶ ̓Ιαβεὶς δὲ Γαλααδίτιδος πόλεως, οτι μὴ συνεμάχησεν αὐτοῖς, φονεύουσι τοὺς κατοίκους σὺν γυναιξὶ καὶ παισὶ πλὴν τετρακοσίων παρθένων, ας τοῖς περισωθεῖσι τῶν Βενιαμιτῶν παρέσχον, ινα συνεύνους σχοῖεν αὐτάς, τῆς συμφορᾶς αὐτοὺς κατοικτείραντες. ἐσκόπουν δ' οπως καὶ οἱ λοιποὶ διακόσιοι γυναικῶν εὐπορήσωσιν· ορκους γὰρ εθεντο πρῴην διὰ τὸ τόλμημα μηδένα δώσειν θυγατέρα πρὸς γάμον Βενιαμίτῃ. καὶ σκοποῦσιν εδοξεν αὐτοὺς μὲν μὴ διδόναι διὰ τὸν ορκον, τοῖς δὲ Βενιαμίταις ἐξεῖναι παρθένους ἁρπάζουσι συνοικίζειν ἑαυτοῖς, αὐτῶν μήτε κωλυόντων μήτε προτρεπομένων. καὶ τοῖς μὲν ουτως εδοξε περὶ τούτων, οἱ δὲ Βενιαμῖται εἰς εργον τὰ δόξαντα ηγαγον. 1.68 Ηδη δὲ πρὸ μακροῦ τῶν ̓Ισραηλιτῶν παυσαμένων τοῦ μάχεσθαι, κατεφρόνησαν οἱ Χαναναῖοι αὐτῶν, καὶ πόλεις ἀφείλοντο ἐξ αὐτῶν. οἱ δὲ τῆς τοῦ ∆ὰν φυλῆς εἰς τὸ ορος κατέφυγον κἀκεῖθεν εἰς τὴν μεσόγειον μετῳκήκασι. τοὺς δ' ̓Ισραηλίτας μεταλαβόντας τῶν παρὰ τοῖς Χαναναίοις ἐθῶν καὶ τῆς σφετέρας πολιτείας καταφρονήσαντας δι' ὀργῆς τὸ θεῖον πεποίητο. στρατεύει τοίνυν ἐπ' αὐτοὺς ὁ τῶν ̓Ασσυρίων βασιλεὺς Χουσαρσαθαῒμ καὶ φόρους βαρεῖς ἐπιτάσσει αὐτοῖς, οις ἐπὶ ὀκτὼ ἐνιαυτοῖς ἐπιέζοντο. ειτα δραστήριός τις ἀνὴρ ἐκ τῆς ̓Ιούδα φυλῆς, Γοθονιὴλ κεκλημένος, βραχεῖς τινας προσεταιρισάμενος, κατὰ θεῖον χρησμὸν τὴν παρ' αὐτοῖς τῶν ̓Ασσυρίων διαφθείρει φρουράν. συνηγμένων δὲ μετὰ ταῦτα πλειόνων, μάχῃ τοὺς ̓Ασσυρίους νικήσας ἀπώσατο, καὶ αρχειν ᾑρέθη διὰ τοῦτο τοῦ πλήθους κρίνειν τε τὸν λαόν. ος ἐπὶ πεντήκοντα ετη τὴν ἀρχὴν ἀνύσας μετήλλαξε τὴν ζωήν. αναρχοι δὲ οντες οἱ ̓Ισραηλῖται καὶ τοῦ θείου καταφρονοῦντες παρὰ τοῦ τῶν Μωαβιτῶν βασιλέως Αἰγλὼμ αὐτοὺς ὑποτάξαντος ἐτησίας εἰσφορὰς ἐπετάχθησαν. ος ἐν ̔Ιεριχοῦντι βασίλεια δομησάμενος ἐπὶ ἐνιαυτοὺς ὀκτωκαίδεκα πολυειδῶς ἐκάκου αὐτούς. νεανίας δέ τις Βενιαμίτης ̓Αὼθ τουνομα, ̓Ιώσηπος δὲ ̓Ιούδαν τοῦτον λέγει καλεῖσθαι, τολμητίας καὶ ῥωμαλέος, συνήθης γίνεται τῷ Αἰγλώμ, καὶ συνεχῶς παρ' αὐτὸν ἐφοίτα θωπεύων τὸν ανδρα καὶ ὑπερχόμενος. ουτος σὺν δυσὶν οἰκέταις ποτὲ δῶρα κομίζων τῷ Αἰγλὼμ ξιφίδιον εφερεν ἀφανῶς. καὶ τῆς ἡμέρας ηδη μεσούσης καὶ τῶν φυλάκων πρὸς ἑαυτοὺς ἀπεληλυθότων μεμονωμένον εὑρὼν αὐτόν, εισεισιν ὡς συνήθης, καὶ μόνον ἀπολαβών, ὡς δή τι μυστικώτερον προσομιλήσων αὐτῷ, 1.69 πλήττει καιρίως τῷ ξιφιδίῳ καὶ ἀναιρεῖ. ἀπελθὼν δὲ πρὸς τοὺς ̔Ιεριχουντίους πείθει τῆς ἐλευθερίας ἀντιποιεῖσθαι. καὶ οἱ μὲν ὡπλίζοντο, οἱ δὲ περὶ τὸν Αἰγλὼμ νεκρὸν αὐτὸν εὑρόντες εἰς φυγὴν τρέπονται καὶ διωκόμενοι διαφθείρονται. καὶ ουτως ̔Εβραῖοι τῆς τῶν Μωαβιτῶν δουλείας ἐλευθεροῦνται, τῷ δὲ ̓Αὼθ ἡ τοῦ πλήθους ἀρχὴ ἐγκεχείριστο. ος ἐπ' ετεσιν ὀγδοήκοντα τοῦ λαοῦ ἡγησάμενος τὸν βίον κατέλυσε. μετὰ δὲ τοῦτον Μεγὰρ ὁ υἱὸς ∆ινὰχ αρξας ἐν τῷ πρώτῳ τῆς ἀρχῆς ἐνιαυτῷ τετελεύτηκε, πατάξας τῶν ἀλλοφύλων πολλούς. Τοῦ δὲ λαοῦ τῶν ̔Εβραίων τοὺς θείους παραβαίνοντος νόμους ὠργίζετο ὁ θεός. καὶ Σισάρας ὁ τοῦ ̓Ιαβὶν βασιλέως τῆς Χαναὰν ἀρχιστράτηγος ἐπελθὼν αὐτοῖς ἐκάκωσέ τε σφόδρα καὶ φόροις ὑπέβαλε· καὶ ειχον ουτως ἐπὶ ἐνιαυτοὺς εικοσι. ∆εβώρα δέ τις προφῆτις, δηλοῖ δὲ τὸ ονομα μέλισσαν, ἱκέτευσεν ὑπὲρ τοῦ λαοῦ τὸν θεόν. καὶ ὁ θεὸς ἐπένευσε, καὶ στρατηγὸν αἱρεῖσθαι κελεύει Βαράκ· ἀστραπὴν δὲ τοῦτο σημαίνει κατὰ τὴν ̔Εβραίων διάλεκτον. ην δ' ἐκ τῆς Νεφθαλίδος φυλῆς ὁ ἀνήρ. καὶ ἡ ∆εβώρα τὸν Βαρὰκ προετρέπετο κατὰ τῶν πολεμίων ἰέναι μετὰ νέων μυρίων, τοῦτο κελεύοντος τοῦ θεοῦ. ὁ δὲ κἀκείνην ἀπῄτει συστρατηγεῖν. πείθεται ἡ γυνή, καὶ μάχης σὺν τοῖς μυρίοις συρραγείσης αὐτοῖς πρὸς τὸν Σισάραν ομβρος καταχεῖται πολὺς καὶ χάλαζα καταρρήγνυται, ταῦτα δὲ κατὰ πρόσωπον τῶν πολεμίων ὑπὸ τοῦ ἀνέμου ἠλαύνετο, καὶ ταῖς οψεσιν ἐπεσκότουν αὐτῶν, κἀντεῦθεν ἐνέκλιναν εἰς