27
̔Ρωμαϊκή· ἀκούμβω γὰρ παρὰ ̔Ρωμαίοις τὸ ἀναπίπτω. ̓Ακούσια. τὰ ὑφ' ἡμῶν γινόμενα, τινὸς εξωθεν ἀναγκάζοντος. alpha.111 ̓Ακρακόρυμβα. τὰ ἀκροστόλια τῶν νηῶν, τὰ ἐξέχοντα κατὰ πρύμναν η πρώραν, ἐν οις τὰ σεβόμενα ἐνέγραφον. ̓Ακράτιστα. εμβρωμα. ̓Ακράδαντον. ασειστον. καὶ γίνεται ἀπὸ τοῦ ˉα στερητικοῦ μορίου, καὶ τοῦ κραδαίνω, τὸ σείω. ̓Ακραιφνέσ. καθαρὸν, λαμπρὸν, διαυγὲς, τέλειον, ὑψηλόν. ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ ακρως φαίνειν. ̓Ακριτόφυλλον. σύμφυτον πολλοῖς δένδροις, ωστε μὴ διακρίναι αὐτῶν τὰ φύλλα, α φέρει. ̓Ακρόλιον. ἀπαρχὴ, ωσπερ πρωτόλιον. οσα ην θεοῖς ἀναθήματα καὶ ἀκρόλια. Ακρον ἐπιλίγδην. μεσότητος ἐπίῤῥημα, ἀντὶ τοῦ ἐπιψαύδην, οσον ἐπιψαῦσαι μόνον. ακρον σημαίνει καὶ τὸ πέρας, καὶ τὸ ἐξέχον, καὶ τὸ αχρι, καὶ τὸ ον. αχρον καὶ ακρον. η αρχον τι ον. η παρὰ τὸ ἀκὴν, ακερον, καὶ ἐν συγκοκῇ ακρον. ̓Ακροθίνια. αἱ ἀπαρχαὶ τῶν θινῶν ητοι τῶν σωρῶν· λέγεται δὲ καταχρηστικῶς καὶ πᾶσα ἀπαρχή. ̓Ακροστόλιον. τὸ αθλαστον ξύλον, τὸ ἐξέχον ἀπὸ τῆς πρύμνης, καὶ διῆκον μέχρι τῆς πρώρας ξύλον, στόλος γὰρ λέγεται τὸ ἐξέχον ἀπὸ τῆς πρύμνης καὶ διῆκον τῆς πρώρας ξύλον, ενθα τὸ τῆς νεὼς ἐπιγράφεται ονομα. ̓Ακραγγέσ. ἀσθενές. ̓Ακρόχολον. χαλεπόν. alpha.112 Ακραντον. ἀπλήρωτον. καὶ γίνεται ἀπὸ τοῦ ˉα στερητικοῦ μορίου, καὶ τοῦ κραίνω τὸ τελειῶ. ̓Ακροσφαλέσ. ἑτοιμόπτωτον. ̓Ακροφύσια. τὰ ἀκροστόμια τῶν ἀσκῶν. ̓Ακρωλένιον. τὸ τῆς χειρὸς ακρον. Ακτιστον. τὸ θεῖον. Ακυθον. τὸ αγονον καὶ τὸ αγρυπνον. ωσπερ γέγραπται ἐν τοῖς θηλυκοῖς. ̓Ακωδώνιστον. ἀπείραστον, ἀβασάνιστον. ̓Ακροθινίων. σκύλων, λαφύρων. ὁ ̓Απόστολος· ῳ καὶ δεκάτην ̓Αβραὰμ εδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. ̓Ακιώτατον. τὸ ἀσηπτότατον. ̔Ησίοδος· δάφνης η πτελέας ἀκιώτατοι ἱστοβοῆες. ( ̔Ρῆμα.) ̓Ακαχείατο. ἐλυποῦντο. ̓Ακαχίζεο. λυποῦ. καὶ ἀκαχήμενον οὐδέτερον ὁμοίως. ἀπὸ τοῦ αχος, ἀχῶ, ἀχίζω, καὶ ἀκαχίζω. ̓Ακαχμένον. ἠκονημένον, ὀξύτητα εχον. ἀπὸ τοῦ ἀκὴ γίνεται ἀκάζω, σημαίνει τὸ ἀκονῶ, ὁ μέλλων ἀκάσω, ηκακα, ηκασμαι, ἠκασμένον καὶ τροπῇ τοῦ ˉς εἰς χ ἠκαχμένον. ἰστέον, οτι μόνη ἡ τοῦ παρακειμένου μετοχὴ ἀεὶ παροξύνεται, τῶν αλλων πασῶν προπαροξυνομένων. οιον τυπτόμενος, τυφθησόμενος. δεῖ προσθεῖναι, χωρὶς εἰ μὴ πάθωσιν. ἐὰν γὰρ πάθωσιν αἱ εἰς ˉμˉεˉνˉοˉς μετοχαὶ παρακειμένου, μὴ ουσαι ὑπὲρ δύο συλλαβὰς, ἀναβιβάζουσι, τουτέστι προπαροξύνονται. οιον ηδω, ησμαι, ἡσμένος καὶ alpha.113 ασμενος. καὶ πάλιν δεδεγμένος, δέγμενος. πρόσκειται, μὴ ουσαι ὑπὲρ τρεῖς συλλαβὰς, ἐπειδὴ ἐὰν ωσιν ὑπὲρ τρεῖς συλλαβὰς καὶ πάθωσι, τὸν αὐτὸν τόνον φυλάττουσιν. οιον, ἀκάχω, ἀκαχήσω, ἠκάχηκα, ηκαχμαι, ἠκαχμένος, ἀκαχμένος. τὸ γὰρ οὐτάμενος, καὶ ἐληλαμένος, ὁ ̔Ηρωδιανὸς οὐ δοξάζει κατὰ πάθος, ἀπὸ τοῦ οὐτασμένος καὶ ἐληλαμένος· ἐπειδὴ ὡς οντα ὑπὲρ τρεῖς συλλαβὰς, ωφειλε τὸν αὐτὸν τόνον φυλάττειν· ἀλλ' ἀπὸ τῶν εἰς ˉμˉι λέγονται αὐτά· ἀπὸ τοῦ ουτημι, καὶ ἐλήλαμαι, ινα ωσιν ἐνεστῶτες καὶ παρατατικοί· ὡς τὸ, ιστημι, ισταμαι, καὶ ἱστάμενος. ̓Ακαχείατο. ἐλυποῦντο. ἀπὸ τοῦ ἀκαχῶ, ἀκαχήσω, ἠκάχημαι. ὁ ὑπερσυντελικὸς, ἠκαχήμην. καὶ ἰωνικῶς ἀκαχείατο. ̓Ακαχήμενοσ. λυπούμενος. οὐκ εστι παρακείμενος· ἐπεὶ ωφειλε παροξύνεσθαι, ὡς τὸ, πεποιημένος· ἀλλ' εστιν ἀπὸ τοῦ ἀκάχω, ἀκάχημι ἐνεστῶτος, ὁ παθητικὸς ἀκάχημαι. οἱ Αἰολεῖς δὲ τὴν παραλήγουσαν οὐ συστέλλουσι. καὶ ἡ μετοχὴ ἀκαχήμενος. ̓Ακαχείατο. ἐλυπήθη. ̓Ακέων. ἀντὶ τοῦ ἐφ' ἡσυχίας. Ομηρος· ἀλλ' ἀκέων δαίνυσθε καθήμενοι--. ̓Ακεῖσθαι. θεραπεύειν. ̓Ακήδεσεν. οὐκ ἐφρόντισεν. ̓Ακέων. ἡσυχάζων. παρὰ τὸ μὴ χαίνειν γίνεται ἀχὴν καὶ ἀκὴν καὶ ἐξ αὐτοῦ ἀκέων. η παρὰ τὸ κέω τὸ κοιμῶμαι, ἀκέων ἐπιτάσει τοῦ ˉα. ̓Ακεύμενον. τὸ τεθεραπευμένον. καὶ ἀκῶ τὸ θεραπεύω, ἡ μετοχὴ ἀκεόμενος, καὶ κράσει δωalpha.114 ρικῇ τοῦ ˉε καὶ ˉο εἰς τὴν ˉεˉυ δίφθογγον, ἀκεύμενον. ̓Ακηχέδαται. λυποῦνται. παρὰ τὸ ἀχῶ ἀχάζω, ὡς ἀνιῶ ἀνιάζω, ηχακα, ηχαδα ὁ μέσος, παθητικὸς ηχασμαι, ηχασται. καὶ ἰωνικῶς ἠχάδαται. καὶ μετὰ ἀναδιπλασιασμοῦ ἀττικοῦ καὶ τροπῇ τοῦ