τωνα εἰς τοὺς τῆς Σιβύλλης ἀφορῶντα χρησμοὺς περὶ τῶν χρησμῳδῶν τοῦτ' εἰρηκέναι δῆλον. Ἔφη γὰρ οὕτως· Ὅταν κατορθῶσι λέγοντες πολλὰ καὶ μεγάλα πράγματα, μηδὲν εἰδότες ὧν λέγουσι. Πλὴν ἀλλ' ἐπειδήπερ, ὦ ἄνδρες Ἕλληνες, οὐκ ἐν ποιη τικοῖς μέτροις τὰ τῆς ἀληθοῦς θεοσεβείας πράγματα οὐδὲ ἐν τῇ παρ' ὑμῖν εὐδοκιμούσῃ παιδεύσει, ἀφέμενοι λοιπὸν τῆς τῶν μέτρων καὶ λόγων ἀκριβείας, τοῖς ὑπ' αὐτῆς εἰρημένοις ἀφι λονείκως προσέχοντες γνῶτε πόσων ὑμῖν ἀγαθῶν αἰτία ἔσται, τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἄφιξιν σαφῶς καὶ φανε ρῶς προαγορεύουσα· ὃς τοῦ θεοῦ ὑπάρχων λόγος ἀχώρητος δυνάμει, τὸν κατ' εἰκόνα θεοῦ καὶ ὁμοίωσιν πλασθέντα ἀνα λαβὼν ἄνθρωπον, τῆς τῶν ἀρχαίων ἡμᾶς προγόνων ἀνέμνησε θεοσεβείας, ἣν οἱ ἐξ αὐτῶν γενόμενοι ἄνθρωποι καταλιπόντες διδασκαλίᾳ βασκάνου δαίμονος ἐπὶ τὴν τῶν μὴ θεῶν ἐτράπη σαν θρησκείαν. Eἰ δέ τις ὄκνος ὑμῖν ἐνοχλεῖ πίστεως περὶ τῆς τοῦ ἀνθρώπου πλάσεως, πείσθητε τούτοις οἷς ἔτι προσ έχειν οἴεσθε δεῖν, καὶ γνῶτε ὅτι τὸ παρ' ὑμῖν χρηστήριον, ἀξιωθὲν ὑπό τινος ὕμνον τοῦ παντοκράτορος ἐκδοῦναι θεοῦ, οὕτως ἐν μέσῳ τοῦ ὕμνου ἔφη· Ὃς πρῶτον πλάσας μερόπων, Ἀδὰμ δὲ καλέσσας. Καὶ τοῦτον σώζεσθαι τὸν ὕμνον παρὰ πολλοῖς ὧν ἴσμεν συμ βαίνει εἰς ἔλεγχον τῶν μὴ πείθεσθαι τῇ ὑπὸ πάντων μαρτυ ρουμένῃ ἀληθείᾳ βουλομένων. Eἰ τοίνυν, ὦ ἄνδρες Ἕλληνες, μὴ προτιμοτέραν ἡγεῖσθε τῆς ὑμῶν αὐτῶν σωτηρίας τὴν περὶ τῶν μὴ ὄντων θεῶν ψευδῆ φαντασίαν, πείσθητε, ὥσπερ ἔφην, τῇ ἀρχαιοτάτῃ καὶ σφόδρα παλαιᾷ Σιβύλλῃ, ἧς τὰς βίβλους ἐν πάσῃ τῇ οἰκουμένῃ σώζεσθαι συμβαίνει, περὶ μὲν τῶν λεγο μένων θεῶν ὡς μὴ ὄντων ἀπό τινος δυνατῆς ἐπιπνοίας διὰ χρησμῶν ὑμᾶς διδασκούσῃ, περὶ δὲ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μελλούσης ἔσεσθαι παρουσίας καὶ περὶ πάν των τῶν ὑπ' αὐτοῦ γίνεσθαι μελλόντων σαφῶς καὶ φανερῶς προαναφωνούσῃ· ἔσται γὰρ ὑμῖν ἀναγκαῖον προγύμνασμα ἡ τούτων γνῶσις τῆς τῶν ἱερῶν ἀνδρῶν προφητείας. Eἰ δέ τις οἴοιτο παρὰ τῶν πρεσβυτάτων παρ' αὐτοῖς ὀνομασθέντων φι λοσόφων τὸν περὶ θεοῦ μεμαθηκέναι λόγον, Ἄμμωνός τε καὶ Ἑρμοῦ ἀκουέτω· Ἄμμωνος μὲν ἐν τοῖς περὶ αὐτοῦ λόγοις πάγκρυφον τὸν θεὸν ὀνομάζοντος, Ἑρμοῦ δὲ σαφῶς καὶ φανε ρῶς λέγοντος· Θεὸν νοῆσαι μέν ἐστι χαλεπόν, φράσαι δὲ ἀδύνατον, ᾧ καὶ νοῆσαι δυνατόν. Πανταχόθεν τοίνυν εἰδέναι προσήκει, ὅτι οὐδαμῶς ἑτέρως περὶ θεοῦ ἢ τῆς ὀρθῆς θεοσε βείας μανθάνειν οἷόν τε ἢ παρὰ τῶν προφητῶν μόνων, τῶν διὰ τῆς θείας ἐπιπνοίας διδασκόντων ὑμᾶς.