ληλα. Νῦν δὲ τοσοῦτόν ἐστι δῆλον, διὰ τίνα αἰτίαν πλείω τὰ ἐγκύκλιά ἐστι σώματα, ὅτι ἀνάγκη γένεσιν εἶναι, γέ νεσιν δέ, εἴπερ καὶ πῦρ, τοῦτο δὲ καὶ τὰ ἄλλα, εἴπερ καὶ τὴν γῆν· ταύτην δέ, ὅτι ἀνάγκη μένειν τι ἀεί, εἴπερ καὶ κινεῖσθαί τι ἀεί. Eἰ διὰ μὲν τὸ μὴ ἔχειν βαρύτητα καὶ κουφότητα ἐστὶ σῶμα ἀεὶ κινητὸν περὶ τὸ μέσον τοῦ οὐρανοῦ σῶμα, ἀνάγκη ἄρα ὅλον τὸ σῶμα τοῦ οὐρανοῦ κινεῖσθαι περὶ τὸ μέσον· εἰ δὲ σῶμα μὲν τοιοῦτον ἔχει ὁ οὐρανός, κίνησιν δὲ τοιαύτην οὐκ ἔχει, δῆλον ὅτι παρὰ φύσιν κινεῖται. Eἰ περὶ τὸ μέσον κινεῖται τοῦ οὐρανοῦ σῶμα, οὐχ ὅλον δὲ κατὰ τὴν φορὰν τοῦ στοιχείου, ἐξ οὗ εἶναι λέγεται τὸ σῶμα, ἀλλὰ σφαιρικῶς κατὰ ἀντιμετάστασιν τῶν μερῶν, πῶς οὐχὶ ἡ σφαιρικὴ κί νησις ἐπικρατεῖ τὴν στοιχείου κίνησιν; Καίτοι οὐδαμῶς τοῖς ἐκ τῶν στοιχείων σώμασιν ἡ κίνησις κατὰ τὸ εἶδος ὑπάρχει, ἀλλὰ κατὰ τὰ στοιχεῖα ἐξ ὧν εἰσί. Πῶς οὖν ἐκ τοῦ οὐρανοῦ σώματος ἡ ἀνάγκη τῆς κινήσεως ἐνήλλακται; Σώματι μήτε βαρύτητα ἔχοντι μήτε κουφότητα ἀναγκαῖόν ἐστιν ἔχειν στάσιν ἀκίνητον μᾶλλον ἢ κίνησιν ἄστατον· εἰ γὰρ μήτε ὑπὸ βαρύτητός ἐστι κατωφερὲς μήτε ὑπὸ κουφό τητος ἀνωφερές, ἀνάγκη μένειν αὐτὸ ἀκίνητον. Eἰ ἐσχη ματίζετο λίθος τῷ τῆς σφαίρας σχήματι καὶ ἐτίθετο ἐν τῷ ἀέρι, ἐνεχθῆναι κάτω εἰς τὴν ἑαυτοῦ χώραν, οὐκ ἂν ἐφέρετο κάτω κυλιόμενος σφαιρικῶς διὰ τὸ σχῆμα, ἀλλὰ κατ' εὐθεῖαν ἐφέρετο κατὰ τὴν ἑαυτοῦ βαρύτητα. Πῶς οὖν τὸ πέμπτον στοιχεῖον, ἐξ οὗ ἔστιν ὁ οὐρανός, τὸ πεφυκὸς περὶ τὸ μέσον κινεῖσθαι διὰ τὸ μὴ ἔχειν βαρύτητα ἢ κουφότητα, οὐ κατὰ τὴν οἰκείαν φύσιν ὅλον σὺν τοῖς ἑαυτοῦ μέρεσι φέρεται περὶ τὸ μέσον, ἀλλὰ σφαιρικῶς κατὰ ἀντιμετάστασιν τῶν μερῶν κινεῖται τὴν κίνησιν, οὐκ οὖσαν τῆς τοῦ στοιχείου φύσεως ἀλλὰ τοῦ σφαιρικοῦ σχήματος; Eἰ οὔτε παρὰ φύσιν οὔτε πε ριττὸν οὔτε μάτην ἐστί τι ἐν τοῖς ἀϊδίοις, πῶς οὐκ ἔστιν ὁ οὐρανὸς παρὰ φύσιν κινούμενος, καὶ μάτην ἔχει τοῦ στοι χείου τὴν φύσιν, καθ' ἣν οὐ κινεῖται, καὶ περιττῶς ὑπὸ τοῦ πρώτως κινοῦντος μὴ κινουμένου κινεῖται κίνησιν, ἣν καὶ χωρὶς ἐκείνου ἠδύνατο κινηθῆναι; Eἰ μὴ τὸ ἠρεμοῦν ἠρέμει ἀεὶ ἐπὶ τοῦ μέσου, οὐκ ἂν τὸ κινούμενον ἀεὶ περὶ τὸ μέσον ἐκινεῖτο. Πῶς οὖν οὐκ ἔστι ψευδὲς τὸ τὸν οὐρανὸν κινεῖσθαι ἀεὶ τῇ ἑαυτοῦ φύσει; Eἰ μὴ τὴν φύσιν καὶ τὴν θέσιν ἣν ἔχει ἔσχεν ἡ γῆ, ὡσαύτως δὲ καὶ ὁ οὐρανὸς εἰ μὴ τὴν φύσιν καὶ τὴν θέσιν ἣν ἔχει ἔσχεν, οὐκ ἂν τὸ κινούμενον ἐκινεῖτο, οὔτ' ἂν τὸ ἠρεμοῦν ἠρέμει. Πῶς οὖν ἀΐδια ταῦτα καὶ ἀγένητα, ὧν τὸ τὶ εἶναι καὶ τὸ πῶς εἶναί ἐστιν ἑκατέρου διὰ θάτερον· ὅπερ ἐστὶν ἴδιον τῶν γενητῶν; Eἰ ἐν τοῖς ἀϊδίοις οὔτε κατὰ πρόνοιάν ἐστί τι οὔτε τι αὐτόματον (τὰ γὰρ κατὰ πρόνοιαν δεύτερα τῆς προνοίας, καὶ τὸ κατ' αὐτόματον ἢ παρὰ φύσιν ἢ συμβεβηκὸς ἐν τοῖς κατὰ προαίρεσιν γιγνομένοις ἐστίν· ἀλλὰ τὸ μὲν παρὰ φύσιν δεύτερόν ἐστι τοῦ κατὰ φύσιν· κατὰ γὰρ τὴν ἐκτροπὴν τοῦ κατὰ φύσιν γίνεται τὸ παρὰ φύσιν·