καὶ τὸ ποιήσας· καὶ τὸ λέγειν ἀϊδίως συνυφίστασθαι ἀδια στάτως τῷ θεῷ τὸν κόσμον, τὸν ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους γενητῶς διὰ συνθέσεως τὴν ὕπαρξιν παρὰ τοῦ δημιουργοῦ λαβόντα· καὶ τὸ λέγειν ἄφθαρτον καὶ φθαρτὸν εἶναι τὸν κό σμον· ἄφθαρτον μὲν τῷ εἶναι, φθαρτὸν δὲ τῷ φρουρεῖσθαι· καὶ τὸ λέγειν Γίνεται ὁ κόσμος, τὸ δὲ γενητὸν ἔγχρονον, καὶ τὸ ἔγχρονον φθαρτόν· καὶ τὸ λέγειν πάσης ποιήσεώς τε καὶ δημιουργίας θεοῦ ὑποδοχὴν εἶναι τὸν κόσμον, καὶ τὸ φθαρ τῶν μὴ εἶναι δημιουργὸν τὸν θεόν· ὁ γὰρ θεὸς κατὰ τὸν ἀπο κρινάμενον οὐδὲν ἔγχρονον ποιεῖ, τὰ δὲ γενητὰ καὶ ἔγχρονα πάντα κατ' αὐτόν ἐστιν ἀεὶ φθαρτά· ταῦτα καὶ τὰ τοιαῦτα οὐκ ἔστιν ἀνδρῶν τῶν κατὰ τὴν εἴδησιν τῆς τῶν πραγμάτων φύσεως διὰ γενναίας ἀποδείξεως τὰ περὶ τοῦ θεοῦ καὶ τοῦ κόσμου ἀποδεικνύντων, ἀλλὰ ·ιψοκινδύνων ἀνθρώπων τῶν κατὰ τὴν ἀναισχυντίαν τὸ δοκοῦν αὐτοῖς περὶ τοῦ θεοῦ καὶ τοῦ κόσμου ἀποφαινομένων. Τὸ δὲ κακίζειν μὲν τῆς τοῦ θεοῦ ἐν τῷ οὐρανῷ οἰκή σεως τὴν λέξιν, ὡς μὴ πρέπουσαν θεῷ, ἀνθρώπων ἐστὶν οὐκ ἐχόντων τῶν ἀτόπως λεγομένων τὴν αἴσθησιν· ἡ γὰρ κακέμ φατος λέξις κακέμφατον ἔχει καὶ τὴν ἔννοιαν. Ἡμεῖς δὲ οὐκ ἐθήκαμεν ἐν τῇ ἐρωτήσει τὸν τρόπον τῆς τοῦ θεοῦ ἐν τῷ οὐ ρανῷ οἰκήσεως, ὃν ὁ ἀποκρινάμενος διέβαλεν, ἀλλὰ τὸ Eἰ ἀγένητός ἐστιν ὁ οὐρανός, οὐκ ἔστι τοῦ θεοῦ, καὶ οἱ λέγοντες κατοικεῖν τὸν θεὸν ἐν αὐτῷ ἐφ' ὕβρει λέγουσι τοῦ θεοῦ κατοι κοῦντος ἐν τῷ οὐρανῷ οὐκ αὐτοῦ. Oἶκον δὲ καὶ θρόνον λέ γομεν τοῦ θεοῦ τὸν οὐρανόν, οὐχ ὡς τοῦ θεοῦ τούτου πρὸς οἴ κησιν ἢ πρὸς καθέδραν χρῄζοντος, ἀπεριγράπτου καὶ ἀνενδεοῦς παντελῶς ὑπάρχοντος· ἀλλ' ἵνα μή, πρὸς τὸ μέγεθος τῆς αὐ τοῦ ὑποστάσεως καὶ τὸ ἄφθαρτον τῆς οὐσίας αὐτοῦ ἀφορῶντες, θεὸν τοῦτον ἢ ἰσότιμον θεῷ ὑπολάβωμεν, διὰ τοῦτο ὀνομά ζομεν αὐτὸν οἶκον καὶ θρόνον τοῦ θεοῦ, ταύταις ταῖς ὀνομα σίαις πάσης τῆς πρὸς τὸν θεὸν κατ' οὐσίαν καὶ κατὰ τὰς τῆς οὐσίας προσηγορίας κοινωνίας αὐτὸν χωρίζοντες. Ὥσπερ γὰρ ὁ οἶκος καὶ ὁ θρόνος ὕστερός ἐστι τοῦ πεποιηκότος αὐτόν, οὕτως καὶ ὁ οὐρανὸς ὕστερός ἐστι τοῦ θεοῦ, ὡς γενητὸς τοῦ ἀγενήτου. Καὶ εἰ ἄφθαρτον λέγομεν τὸν οὐρανὸν τανῦν, οὐ συνωνύμως αὐτὸν τῷ θεῷ ὀνομάζομεν ἄφθαρτον· ὁ μὲν γὰρ θεὸς ἀκτίστως ἐκ τῆς αὑτοῦ οὐσίας καὶ ἀϊδίως τὸ ἄφθαρτον ἔχει, ὁ δὲ οὐρανὸς κτιστῶς ἐκ τῆς τοῦ θεοῦ βουλήσεως ἔχει τὸ ἄφθαρτον πρὸς τὴν χρείαν τῶν τῇδε, καὶ πληρωθείσης τῆς χρείας εἰς ἕτερον τρόπον ἀφθαρσίας μεταφέρεται. Ὁ γὰρ δε δωκὼς αὐτῷ θεὸς σώματος μέγεθος, ὅσον ἠβουλήθη καὶ οὐχ ὅσον ἠδυνήθη (ἠδύνατο γὰρ ποιῆσαι αὐτὸν τῷ μεγέθει πολὺ μείζονα ἢ ὅπερ ἐστί), νῦν αὐτὸς αὐτὸν ἔταξε τῷ οἰκείῳ ὅρῳ ἐν ἀφθαρσίᾳ διαμένειν, ἕως τοῦ καιροῦ τῆς τῶν ὄντων εἰς τὸ κρεῖττον μεταποιήσεως κατὰ τὴν πίστιν τῶν ὀρθοδόξων, τῶν ἐκ διδασκαλίας τοῦ γνωσθέντος αὐτοῖς θεοῦ θεὸν ἐγνωκότων καὶ κατὰ τὴν μαρτυρίαν τοῦ ἀποκριναμένου.