τεθνάναι. Eἰ δὲ κατ' ἀλήθειαν ὁ κύριος τοῦ θανάτου ἐγεύ σατο, πῶς τὸ κατὰ τὸν Ἰωνᾶν ὑπόδειγμα οὐ διέψευσται; Ἀπόκρισις. Oὐ θανάτῳ τὸν θάνατον συμπαρέβαλεν, ἀλλὰ τὴν τριή μερον ἐν τῷ τάφῳ παραμονὴν τοῦ σωτῆρος τῇ τριημέρῳ ἐν τῷ κήτει παραμονῇ τοῦ Ἰωνᾶ. Ἄλλως τε εἰ κατὰ τὰ ὅμοια ἦν τὰ κατὰ τὸν Ἰωνᾶν τοῖς κατὰ τὸν σωτῆρα, οὐκέτι ἠδύνατο ἐκεῖνα τούτων εἶναι τύπος ἢ εἰκών. Χρὴ οὖν τὴν ἀλήθειαν πλέον τι τοῦ τύπου ἔχειν, κατὰ τὸ εἰρημένον· Πλέον Ἰωνᾶ ὧδε. Ὑπόδειγμα δὲ ἀψευδὲς νοεῖται τὸ κατὰ τὸν Ἰωνᾶν τοῦ κατὰ τὸν σωτῆρα τοῦτον τὸν τρόπον, ὅτι, ὥσπερ ὁ Ἰωνᾶς σημεῖον πίστεως εἶχε τοῦ παρὰ τοῦ θεοῦ ἀποσταλῆναι αὐτὸν κήρυκα τῆς καταστροφῆς τῶν Νινευϊτῶν τὴν τριήμερον ἐκ τοῦ κήτους ἀναγωγήν, οὕτως καὶ ὁ σωτὴρ σημεῖον πίστεως εἶχε τοῦ παρὰ τοῦ θεοῦ ἀποσταλῆναι αὐτὸν κήρυκα τῆς βασιλείας τῶν οὐρα νῶν τὴν τριήμερον ἐκ τοῦ τάφου ἀνάστασιν. Ἐρώτησις ξε. Ἐπειδή τινες τὴν τοῦ κυρίου παράδοσιν τῇ τετράδι λέ γουσι γεγονέναι, ἐκ τῆς ποσότητος τοῦτο τῶν τότε πραχθέν των στοχαζόμενοι, τίς ἡ ἀπόδειξις τῆς ἡμέρας ἐν ᾗ ἡ παρά δοσις γέγονεν; Ἀπόκρισις. Ἀπόδειξις τοῦ μὴ τῇ τετράδι ἀλλὰ τῇ πέμπτῃ παραδε δόσθαι τὸν Χριστὸν αὕτη ἐστίν. Ἐν τῇ νυκτὶ ᾗ παρεδόθη, ἐν ταύτῃ ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων ἐκρίθη καὶ κατε κρίθη· τῷ πρωῒ δὲ ἐχομένῳ τῆς νυκτὸς ταύτης παρέδωκαν αὐτὸν τῷ Πιλάτῳ· ἐν ᾗ δὲ ἡμέρᾳ παρέλαβεν αὐτὸν ὁ Πιλάτος, ἐν ταύτῃ αὐτὸν καὶ ἐσταύρωσε· παραλαβὼν δὲ αὐτὸν τῷ πρωῒ τῆς παρασκευῆς, τῇ ἕκτῃ ὥρᾳ τῆς αὐτῆς παρασκευῆς ἐσταύ ρωσεν. Oὐ χρὴ οὖν ταῖς γραφικῶς ὡρισμέναις ὥραις προστι θέναι κατὰ στοχασμὸν τὸ ἀσύστατον. Φησὶ γὰρ Ματθαῖος ὁ εὐαγγελιστὴς οὕτως· Πρωΐας δὲ γενομένης συμβούλιον ἔλα βον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ, ὅπως θανατώσωσιν αὐτόν· καὶ δήσαντες αὐτὸν ἀπή γαγον καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι. Ὡσαύτως δὲ καὶ Ἰωάννης ὁ εὐαγγελιστής φησιν· Ἄγουσι τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ. Καὶ πάλιν· Ὁ Πιλάτος οὖν ἀκούσας τούτων τῶν λόγων ἤγα γεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, ἑβραϊστὶ δὲ Γαββαθᾶ· ἦν δὲ παρα σκευὴ τοῦ πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη. Eἰ τοίνυν τῇ νυκτὶ μὲν παρεδόθη καὶ ἐκρίθη ὑπὸ τῶν ἀρχιερέων καὶ κατεκρίθη, τῷ πρωῒ δὲ παρεδόθη τῷ Πιλάτῳ καὶ τῇ ἕκτῃ ὥρᾳ τῆς παρα σκευῆς ἐσταυρώθη, δῆλον ὅτι τῇ πέμπτῃ ἡ παράδοσις γε γένηται. Ἐρώτησις ξ. Ἐπειδὴ συνεχῶς ὁ κύριος υἱὸν τοῦ ἀνθρώπου καὶ οὐχὶ τῆς ἀνθρώπου ἑαυτὸν ὀνομάζει, καὶ διὰ τοῦτο πειρῶνται οἱ ἄπι στοι δεικνύναι ὡς ἐκ γαμικῆς συναφείας ὁ δεσποτικὸς γέγονε