1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

27

καταπηδήσαντα, καὶ πάλιν τὸν ἐμὸν πατέρα καὶ ἀδελφὸν ἑκατέραις χερσὶν ἐναγκαλισάμενον γενέσθαι μέχρις ἡμῶν. 52.11 τοσαύτη δὲ ἦν ἡ ἐκδειματώσασα τὰς ψυχὰς ἡμῶν τῶν θεαμάτων ἐκείνων ἀχλύς, ὧν τε ἐν ἐκείνοις κατείδομεν καὶ ὧν ἐν ἡμῖν αὐτοῖς ἐτοπάσαμεν, ὡς ἐν τοσαύτῃ πανολεθρίᾳ μόνοι διαφυγόντες τὸν θάνατον μηδέν τι τοῦ σκυθρωποῦ καθυφεῖναι, ἀλλὰ μόνον τοῖς προσώποις ἀλλήλων ἐνατενίζειν, ὥσπερ ἐκπληττόμενοι καὶ μηδὲ φωνὴν ἀφεῖναι τῷ πράγματι συγχωρούμενοι. 52.12 τοὺς πλείονας δὲ τῶν βαρβάρων ὁ σοβαρὸς ἐκεῖνος ἀποτεμόμενος, ἵππῳ ἐπιβὰς ἐφεστῶτι διέπτη ἐκ μέσου ἡμῶν, προστάξας καὶ αὖθις συλλαβεῖν ἡμᾶς καὶ πρὸς τὸν λιμένα τῆς πόλεως σπουδῇ θέειν· 52.13 αὐτόθι γὰρ κατασπεύδειν καὶ ἑαυτὸν ἔφη. 53.1 Παραλαβόντες οὖν ἡμᾶς ἦγον ὡς τάχιστα, πᾶσαν ἡμῖν πανταχόθεν ἀσφάλειαν περιποιούμενοι. 53.2 καὶ πολλαχοῦ τῆς ὁδοῦ περιεπίπτομεν πολλοῖς πλήθεσι τῶν εἰσρεόντων βαρβάρων, πάντων φόνον πνεόντων· καὶ οὐ μικρὸν ἦν ἔργον λανθάνειν τούτους, εἰ καὶ ὅτι ῥώμῃ πολλῇ σωμάτων καὶ οἱ προειληφότες ἡμᾶς Αἰθίοπες ὑπῆρχον ἀνεσταλμένοι, καὶ οὐδὲν ἦν ὃ καταπτῆξαι ἢ τῆς ὁρμῆς αὐτοὺς ἐνδοῦναι τὸ παράπαν δυνάμενον. 53.3 πλὴν οὐ μετ' ὀλίγου καμάτου καὶ ἀγωνίας τὸν ῥηθέντα λιμένα τῆς πόλεως κατελάβομεν. 53.4 αὐτόθι γὰρ ἔτυχεν ὢν καὶ ὁ τῶν πολεμίων τοῦ στρατοῦ καθηγούμενος, ᾧ δὴ καὶ ἀνηγγέλη τὰ καθ' ἡμᾶς ὑπὸ τῶν συνόντων βαρβάρων, γνωρισάντων καὶ τὴν αἰτίαν δι' ἣν μόνους ἡμᾶς ἐκ πάντων τῶν προστυχόντων περιεσώσαντο. 53.5 ὃς ἐξ αὐτῆς ἕνα τινὰ τῶν σὺν αὐτῷ τῆς καθέδρας ἐξαναστήσας καὶ τοῖς ἑστῶσιν ἐπισυνάψας τοιαύτην δέδωκε καθ' ἡμῶν αὐτῷ ψῆφον, ὡς εἰ μὲν ἀληθῆ φανεῖεν ὅσα τοῖς βαρβάροις ἐν τῷ τείχει προϋπεσχόμεθα, ἔργοις αὐτοῖς πληρούντων τὰς ὑποθήκας, καὶ φειδοῦς ἀξιωθῆναι καὶ πρὸς αὐτὸν πάλιν ἀνθυποστρέψαι· 53.6 εἰ δέ γε μηδὲν τοιοῦτον ἀληθῶς λεχθὲν εὕροιεν, ἀλλ' ἢ προαπολωλεκότας τὰ χρήματα, ἢ τὸν θάνατον δεδιότας ἅπαντα ψευσαμένους καὶ ὥσπερ τὴν πρώτην ἔντευξιν ἀποκρούσασθαι διὰ τὴν ἀνάγκην τοῦ καιροῦ σοφισαμένους, τοῖς ξίφεσιν ἕνα ἕκαστον ἐκεῖσε διελόντας τῆς ζωῆς ἀπαλλάξαι. 53.7 παραχρῆμα οὖν καὶ πάλιν μέσους ἡμᾶς διαλαβόντες ἄγειν ἐπέταττον, ἔνθα δὴ τεταμιεῦσθαί φασιν ὑφ' ὑμῶν προεδηλώθη τὰ χρήματα, ἐξειπόντες καὶ τὴν καθ' ἡμῶν ἐξενεχθεῖσαν ἀπόφασιν, καὶ ὡς εἴ τι τυχὸν τῶν λεχθέντων μὴ πρὸς ἔργον ἀχθείη, τοῖς ξίφεσι τούτοις διακριθήσεται. 53.8 δέος οὖν ἡμῶν καὶ τότε μᾶλλον ἢ πρότερον ἐπεισῄει, τάχα μή πού τις τῶν οἰκετῶν ἢ τῶν προπειραθέντων τοῦ τόπου, παραπλησίᾳ περιτυχὼν ἀνάγκῃ καὶ θέλων καὶ αὐτὸς τὸν ὄλεθρον ἐκφυγεῖν, προεσήμανε τὴν δαψίλειαν τῶν κεκρυμμένων, καὶ μάτην εὑρέθημεν ἡμεῖς τοσαύταις μηχαναῖς τὴν ἑαυτῶν ζωὴν συντηρούμενοι. 54.1 Ἀλλ' οὔπω ταῦτα βεβαίως ἔχοντες σκοπεῖν, πεφθάκαμεν τὸν τόπον οὕτως ἔχοντα καθὼς ἐν τῷ καιρῷ τῆς φυλακῆς ἐσημειωσάμεθα· 54.2 ὑφ' ἑνὶ γάρ τινι κρυφιώδει ταμείῳ, ὅσοιπερ ἂν ἦμεν κατὰ συγγένειαν ἀγχιστεύοντες, προαποθεῖναι τὰ ἑαυτοῦ ἕκαστος, ὥσπερ τοῦ μέλλοντος μαντευόμενοι, συμφερόντως ἐβουλευσάμεθα. 54.3 οὗ καὶ τὴν ἔξοδον τοῖς βαρβάροις καθυποδείξαντες, ἥτις ἦν λιθίνῃ πλακὶ κατησφαλισμένη, ἱστάμεθα τῶν πολλῶν λογισμῶν τὰς ψυχὰς περιάραντες. 54.4 ᾔδειμεν γὰρ μηδὲν τοῦ λοιποῦ δεδιέναι χάριν τῆς ὑποσχέσεως, τοὐναντίον μὲν οὖν καὶ συμπαθείας τυχεῖν τῷ πλήθει τῆς ἐπιδόσεως. 54.5 ὡς γὰρ ἐκεῖνοι τῶν κρυφίων ἐπέτυχον, εὐθὺς ἀπὸ τοῦ ὀργίλου πρὸς τὸ περιχαρὲς μετεβάλλοντο καὶ ἡμῖν διευθυμεῖσθαι προσέταττον. 54.6 «τούτοις γὰρ» ἔφασκον «κατηγγύησθε τὴν σωτηρίαν, καὶ διὰ τούτων ὑμῖν τὸ ζῆν κεχάρισται σήμερον. 54.7 ἀλλ' ἀπέλθωμεν δὴ καὶ πρὸς τὸν ἡγούμενον τοῦ στρατοῦ, ὡς ἂν καὶ παρ' αὐτοῦ τελείαν δέξησθε τὴν ἀσφάλειαν.» 54.8 ἦγον οὖν πάλιν ἡμᾶς ἐκεῖθεν τὴν ὡς αὐτόν, περιεπίπτομεν δὲ φοβεροῖς τισι καὶ παραδόξοις θεάμασιν. 54.9 ἔκειντο γὰρ τὰ σώματα τῶν ἀνῃρημένων ἔτι τοῦ λύθρου ἐναποστάζοντα, φρικτὸν ὅραμα, πᾶσα