βαλλόμενον. Ὡς δὲ προσηγγέλθη καὶ τοῦτο δὴ τὸ οἰκειακὸν ἀτύχημα τῷ βασιλεῖ καὶ ἡ τοῦ Φράγκου ἐπιδημία τοὺς πάντας ἐξέπληξε, πολλή τις ἀθυμία καὶ μέριμνα κατέσχεν αὐτόν τε καὶ τοὺς λοιποὺς ἅπαντας. Τὴν ἐξ ἐκείνου οὖν ὁδοιπορίαν διηνυκὼς ὁ Ῥουσέλιος, ἐπαγόμενος μεθ' ἑαυτοῦ τόν τε καίσαρα καὶ τὸν Μαλέσην Βασίλειον, ἄρτι τῆς σὺν τῷ ∆ιογένει αἰχμαλωσίας ἀπολυθέντα, κατασκηνοῖ ἐν Χρυσοπόλει καὶ ταῖς ἐκεῖσε οἰκίαις ἐνῆκε τὸ πῦρ καὶ πολλὴν ἀνήγειρε τοῖς ἐποίκοις τὴν βοὴν καὶ τὸν κωκυτόν. Καταμαλάξαι δὲ σπεύδων ὁ βασιλεὺς τὴν τοῦ 159 βαρβάρου θρασύτητα ἀξίωμά τε ὑπισχνεῖται κουροπαλάτου δοῦναι αὐτῷ, προσεπιπέμπει δὲ καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα. Μεταπέμπεται δὲ καὶ Τούρκους κατ' αὐτοῦ λαθραίως, πολλαῖς ὑποσχέσεσι πείθων τὸν Ῥουσέλιον καταγωνίσασθαι. Ὁ δὲ ὁρῶν ἑαυτὸν ἀσθενῆ πρὸς τοσαύτην πληθύν, ἀπολύσας τῶν δεσμῶν τὸν καίσαρα ἀναγορεύει βασιλέα, εὐφημίαις μεγαλοπρεπέσι καὶ διατόροις τὸ κράτος αὐτῷ συγκαταστησάμενος. Μήπω δὲ τῆς φήμης ἁπλωθείσης μηδὲ πλατυνθείσης τῆς τοῦ καίσαρος ἀναρρήσεως, καὶ διὰ τοῦτο μήτε στρατιωτῶν προσχωρησάντων, ἐξαίφνης περὶ τὸ ὄρος τὸν Σόφωνα πληθὺς τουρκικὴ παραφαίνεται, πέντε ἢ καὶ ἓξ χιλιάσιν εἰκαζομένη. Καὶ αὐτίκα ὁ Ῥουσέλιος ἐξήρτυε τὰ πρὸς τὸν πόλεμον. Ἀνέστελλον δὲ τὴν ὁρμὴν αὐτοῦ ὅ τε καῖσαρ καί τινες τῶν ἐξοχωτέρων, ὡς ἂν διαγνοῖεν πρότερον τὴν πληθὺν ὁπόση τις εἴη τῶν ἐπιφανέντων. Μὴ ἐνεγκὼν δέ, ἀλλ' ἀδοξίαν ἄκραν ἡγούμενος εἰ πρὸς ἓξ ἢ δέκα χιλιάδας ἀμφιγνωμονεῖ ὁ Ῥουσέλιος, σὺν πολλῇ ῥύμῃ τοῖς ἐναντίοις ἐπῆλθε μετὰ τῶν Φράγκων. Ἔπεσον οὖν τῶν Τούρκων πολλοί, μηδενὸς τῶν Φράγκων κενὸν τὸ δόρυ ἐσχηκότος, οἱ δὲ λοιποὶ πρὸς φυγὴν ὥρμησαν. Τῆς διώξεως δὲ ἐπὶ πολὺ γενομένης παρὰ τὸ εἰθισμένον αὐτοῖς, καὶ ταῦτα δι' ὀρέων ἀβάτων καὶ δυσδιεξιτήτων, ἔλαθε τοὺς πλείστους τῶν σὺν αὐτῷ ἀπολιπὼν ὀπίσω, αὐτὸς δὲ μετὰ βραχέων τινῶν ἀπολειφθεὶς καὶ τοῦ καίσαρος ἐν ἵπποις κεκμηκόσι τῷ συνεχεῖ τῆς διώξεως καὶ ἐπιτεταμένῳ. Οὕτω δὲ ἔχοντι ἀνεφάνη πλῆθος ἕτερον Τούρκων ἄπειρον, εἰς ἑκατὸν χιλιάδας ποσοῦσθαι στοχαζόμενον. Περιστοιχηθεὶς οὖν πανταχόθεν, καὶ ἄκων αὐτοῖς προσρήγνυται μετ' ὀλίγων πάνυ τῶν περὶ αὐτόν. Ἀντέσχον μὲν οὖν οἱ Τοῦρκοι, ἔπεσον δὲ καὶ τότε πολλοί. Ὅμως κυκλωθέντες ὑπὸ το 160 σούτου πλήθους ἑκηβόλοις τε βέλεσιν ἀποβαλόντες τοὺς ἵππους καὶ πεζοὶ ὑπολειφθέντες σύμπαντες οὐδ' οὕτως ἐνέδωκαν. Πίπτουσι δ' ὅμως πολλοὶ καὶ Τοῦρκοι δὲ δεκάκις τοσοῦτοι. Ἁλίσκεται δὲ ὅ τε καῖσαρ καὶ ὁ Ῥουσέλιος καὶ οἱ σὺν αὐτῷ. Οἱ δ' ὑπολειφθέντες τῶν Φράγκων εἰς τὸ τῆς Μεταβολῆς φρούριον συμφυγόντες μετὰ τῆς τοῦ Ῥουσελίου γυναικὸς δι' ἐπιμελείας ἐποιοῦντο τὴν τούτου φυλακὴν καὶ συντήρησιν. Οἱ δὲ Τοῦρκοι τὸν μὲν Ῥουσέλιον ποδοκάκῃ ἀσφαλισάμενοι, τὸν καίσαρα ἄνετον εἶχον καὶ ἐν τῇ ἰδίᾳ ἦγον τιμῇ. Τοῦ δὲ τιμήματος τῶν ἑαλωκότων ἐπιζητουμένου ἔσπευδε μὲν ὠνήσασθαι τούτους ὁ βασιλεύς· ἐπικατέλαβε γὰρ καὶ ὁ Μαλέσης, ἄρτι ἀπολυθεὶς παρὰ τοῦ καίσαρος, καὶ αὐτίκα εἰς ὑπερορίαν στέλλεται καὶ δημεύσει καθυποβάλλεται, αἰχμαλωσίας αἰχμαλωσίαν, τῆς σὺν τῷ ∆ιογένει τὴν τοῦ Ῥουσελίου, καὶ δήμευσιν καὶ ἐξορίαν τούτων ἀνταλλαξάμενος. Ἀλλ' ἡ τοῦ Ῥουσελίου γυνὴ τὸν οἰκεῖον ἄνδρα σπουδῇ πολλῇ ἐλυτρώσατο. Ὅθεν οἱ παρὰ τοῦ βασιλέως σταλέντες τὸν καίσαρα μόνον λυτρωσάμενοι ἀνθυπέστρεψαν. Ἐν δὲ τῇ Προποντίδι γενόμενος, εὐλαβηθεὶς μή πως ὡς ὕποπτος καὶ ἀποστάτης νομισθεὶς πάθῃ τι φλαῦρον καὶ ἀνήκεστον, τὴν κοσμικὴν ἀποβαλλόμενος ἐσθῆτα τὴν τρίχα κείρεται καὶ τὰ μοναχῶν ἀμφιέννυται, καὶ οὕτως ἐν εὐτελεῖ τῷ σχήματι τοῖς βασιλείοις παρέβαλεν. Ἐξ ὧν ἁπάντων οἱ εὖ φρονοῦντες τὴν θεομηνίαν συνελογίζοντο, καὶ ὅπως αὐτοῖς τὸ θεῖον ἐκπεπολέμηται διὰ τὴν τῶν θείων ἐντολῶν καὶ ἐνταλμάτων παρόρασιν καὶ ἀθέτησιν, ἃς καίπερ ἑαυτοῖς συνεπιστάμενοι εἰς πολέμους μεγάλους καὶ κινδύνους, μὴ πρότερον τὸν Θεὸν ἱλεωσάμενοι, τὰς ῥωμαϊκὰς δυνάμεις εἰσάγουσι, καὶ πάσχοντες κακῶς καὶ