1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

27

πτῆσις ὀρνέου παρερχομένου, ναῦς ἐπὶ θαλάσσης ἴχνος οὐκ ἔχουσα· κόνις, ἀτμὶς, ἑωθινὴ δρόσος, ἄνθος καιρῷ φυόμενον, καὶ καιρῷ λυόμενον· «Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.» Καλῶς ὁ θεῖος ∆αβὶδ περὶ ἀσθενείας ἡμῶν ἐφιλοσόφησεν, καὶ ἐν ἐκείνοις τοῖς ῥήμασι· «Τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι·» καὶ παλαιστῶν μέτρον τὰς ἀνθρωπίνας ἡμέρας ὁρίζεται. Πολλαὶ μὲν τοῦ βίου τοῦ πολυπαθοῦς αἱ ὁδοί· ἄλλη δὲ ἀλλοίαις βλάβαις συμμίσγεται· ὁ πλοῦτος μὲν ἄπιστος· ἡ δὲ ἀρχὴ καὶ εὐδαιμονία, ὀνείρων ὑπερηφανία· καὶ τὸ ἄρχεσθαι μόχθος, ἡ πενία δὲ δεσμός· εὐμορφία δὲ ἐπιλάμπουσα καὶ ἐξαστράπτουσα, μικρὰ χάρις· ἡ νεότης δὲ θερμότης χρόνου· τὸ γῆρας λυπηρὸν τέλος τοῦ βίου· ἡ δόξα ὡς ἀήρ· ἡ ἰσχὺς ὡσεὶ χόρτος τοῦ ἐν ἀγρῷ ἀχύρου. Ἄτακτος ἡ πλησμονή· δεσμὰ ὁ γάμος· εὐπαιδία τέκνων, μέριμνα ἀναγκαστική· ἡ κακοτεκνία, νόσος καὶ ὀδύνη· αἱ δὲ ἀγοραὶ, τῆς κακίας φροντίδες· ἡ μόνωσις δὲ, ἀσθένεια. Στενὴ καὶ ἐπονείδιστος ἡ ἀλλοτρία τροφή· τὸ δὲ τὴν γῆν ἀροτριᾷν κόπος· τῶν θαλασσοπλόων, ὡς ἐπὶ τὸ πλέον ἐν τῷ ᾄδῃ· ἡ πατρὶς δὲ, βάραθρον ἴδιον· ἡ ξενιτεία, ὄνειδος. Πάντα μόχθος τοῖς ἀνθρώποις τὰ ἐνταῦθα, πάντα ἐμπαιγμὸς, ῥιπιζόμενος χνοῦς, σκιὰ, καὶ φαντασία· δρόσος, ἄνεμος, πτερὸν, ἀτμὶς, σπινθὴρ, ἐνύπνιον, χύμα ῥεύματος, πλοίου ἴχνος, τέφρα, τροχὸς ἀεὶ στρεφόμενος, ὅμοια πάντα κυλίνδροις, ἑστώς τε καὶ τρέχων, λυόμενος, πεπηγὼς, ὥραις, ἡμέραις, νυξὶ, μόχθοις, θανάτοις, λύπαις, τέρψεσιν, ἀῤῥωστίαις, πτώσεσι, κακοπραγίαις. Τῶν ἀνθρωπίνων δὲ οὐδέν ἐστιν ἀδρανέστερον· ἓν μόνον καὶ βέβαιόν ἐστιν τοῖς ἀνθρώποις καλὸν, ἐντεῦθεν ἀναχωρεῖν τὸν σταυρὸν βαστάζοντας, δάκρυά τε καὶ στεναγμοὺς καὶ νοῦν θείαις φροντίσι καὶ ἐλπίσι, καὶ τῇ Τριάδι λελαμπρυσμένους, τῇ ἐπουρανίῳ, τῇ μιγνυμένῃ τοῖς καθαροῖς. 95.1125 Οἴμοι τούτου τοῦ βίου βλάβαις ἐπιμηκεστέρου· ἕως τίνος κόπρῳ παρακαθέζομαι; Τίς βίος; ποία ζωή; ἐκ τάφου πηδήσας, ἐπὶ τάφον πάλιν ὁδεύων· ἐκ δὲ τοῦ τάφου πάλιν ἐν πυρὶ θάπτομαι ἀποτόμως. Αὐτὸ δὲ τοῦτο ὅσον ἀναπνέω, ποταμοῦ ἐστι ῥοῦς τρέχοντος, ἀεὶ ἀπερχομένου καὶ ἐρχομένου ἐκ τῶν ὀπίσω, πάλιν βέβαιον μηδὲν ἔχοντος ἢ φέροντος· ὅσον κόνις ὀφθαλμοῖς ἐπιπάσσουσα, ὅπως ἂν τοῦ Θεοῦ πόῤῥω πέσω. Παίγνιόν ἐστιν ὁ ἄνθρωπος. Ἀλλήλους μὲν καὶ ἐγὼ, καὶ ὁ χρόνος, ὡς ὄρνις ἢ ὡς πλοῖα ἐν πελάγει ἀντιπαρατρέχομεν, βέβαιον οὐδὲν ἔχοντες. Ὅπερ δὲ ἥμαρτον, οὐ παρατρέχει, ἀλλὰ παραμένει τῇ ζωῇ. Ὁ περίγειος χῶρος τῶν τρεπομένων καὶ ἀλλοιουμένων ἐστίν. Ἀεὶ, μάλιστα δὲ νῦν εὔκαιρον εἰπεῖν· «Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.» Ποῦ ἡ λαμπρὰ τῆς ὑπατείας περιβολή; ποῦ δὲ αἱ φαιδραὶ λαμπάδες; ποῦ δὲ οἱ κρότοι, καὶ οἱ χοροὶ, καὶ αἱ θαλεῖαι, καὶ αἱ πανηγύρεις; ποῦ δὲ οἱ στέφανοι, καὶ τὰ παραπετάσματα; ποῦ δὲ τῆς πόλεως ὁ θόρυβος, καὶ αἱ ἐν ἱπποδρομίαις εὐφημίαι, καὶ τῶν θεάτρων αἱ κολακεῖαι; Πάντα ἐκεῖνα οἴχεται· καὶ ἄνεμος πνεύσας ἀθρόως, τὰ μὲν φύλλα κατέβαλεν, γυμνὸν δὲ ἡμῖν τὸ δένδρον ἀπέδειξεν, καὶ ἀπὸ τῆς ῥίζης αὐτῆς λοιπὸν σαλευόμενον. Τοιαύτη γὰρ ἡ τοῦ πνεύματος προσβολὴ, ὡς καὶ πρόῤῥιζον ἀπειλεῖν ἀνασπᾷν, καὶ αὐτὰ διασαλεῦσαι τοῦ δένδρου τὰ νεῦρα. Ποῦ νῦν οἱ πεπλανημένοι φίλοι; ποῦ δὲ τὰ προσωπεῖα τῶν κολάκων; ποῦ τὰ συμπόσια καὶ τὰ δεῖπνα, καὶ ὁ τῶν παρασίτων ἐσμὸς, καὶ δι' ὅλης ἡμέρας ἐκχεόμενος ἄκρατος, καὶ αἱ ποικίλαι τῶν μαγείρων τέχναι, καὶ οἱ τῆς δυναστείας θεραπευταί; οἱ πάντα πρὸς χάριν ποιοῦντες καὶ λέγοντες; Νὺξ ἦν πάντα ἐκεῖνα καὶ ὄναρ, καὶ ἡμέρας γενομένης ἠφανίσθη. Ἄνθη ἦν ἐαρινὰ, καὶ παρελθόντος τοῦ ἔαρος ἅπαντα κατεμαράνθη· σκιὰ ἦν, καὶ παρέδραμεν· καπνὸς ἦν, καὶ διελύθη· πομφόλυγες ἦσαν, καὶ διεῤῥάγησαν· ἀράχνη ἦν, καὶ διεσπάσθη. ∆ιὸ πάλιν τὴν πνευματικὴν ταῦτα ἐπῳδὴν ἐπάγωμεν, συνεχῶς λέγοντες· «Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.» Ταύτην τὴν ῥῆσιν, καὶ ἐν τοίχοις, καὶ ἐν ἱματίοις, καὶ ἐν ἀγοραῖς, καὶ ἐν οἰκίαις, καὶ ἐν ὁδοῖς, καὶ ἐν θύραις, καὶ ἐν εἰσόδοις,