παρείληφε φρούριον, τὸν Λίβανον τὸ ὄρος ἐγκαρσίως ὑπερβὰς, τῇ Τριπόλει προσέσχεν, ἣν ἐχυρὰν καὶ δυσάλωτον τῶν ἄλλων πόλεων διαφερόντως ἰδὼν, ἐπεὶ καὶ αἱ νῆες αὐτῷ ἀντιπνοίαις ἀνέμων ἐκκρουόμεναι καθυστέρησαν, ταύτην παραδραμὼν τὸ Ἄρκα φρούριον ἔγνω πολιορκεῖν, χρῆμα πλούτου κατέχον ἔνδον ἀμύθητον. ἐντεῦθεν τρισὶ χάραξι περιζώσας αὐτὸ , ἐπολιόρκει ἐῤῥωμενέστατα, καὶ ταῖς ἑλεπόλεσι τὰ τούτου πυργώματα καθελὼν, ἐφ' ὅλοις ἡλίοις ἐννέα ἐπόρθησέ τε, καὶ ἀμύθητον ἐκεῖθεν πλοῦτον συνεξεφόρησε· καὶ ἄλλα δὲ φρούρια πλεῖστα εἷλεν αὐτοβοεί. 72 ιαʹ. Ἐν ᾧ δὲ ταῦτα τῷ βασιλεῖ κατὰ τὴν Συρίαν ἐπράττετο, ἔκλειψιν συνέβη περὶ χειμερινὰς τροπὰς τοῦ ἡλίου γενέσθαι, οἵαν μηδέπω συνέβη γενέσθαι τὸ πρότερον, πλὴν ἐκείνην τὴν ἐπὶ τοῦ δεσποτικοῦ πάθους προβᾶσαν διὰ τὴν τῶν Ἰουδαίων ἀπόνοιαν, ἣν ἐπλημμέλησαν, σταυρῷ τὸν τῶν ὅλων δημιουργὸν προσηλώσαντες. τὸ δὲ τῆς ἐκλείψεως εἶδος τοιοῦτον συνέβαινεν. εἰκάδα δευτέραν ἤλαυνεν ὁ ∆εκέμβριος, τετάρτῃ δὲ τῆς ἡμέρας ὥρᾳ, σταθηρᾶς αἰθρίας οὔσης, σκότος ἐπέσχε τὴν γῆν, καὶ οἱ διαφανεῖς τῶν ἀστέρων ἅπαντες κατεφαίνοντο. ἦν δὲ ὁρᾷν τὸν τοῦ ἡλίου δίσκον ἀλαμπῆ καὶ ἀφώτιστον, αἴγλην δέ τινα ἀμυδρὰν καὶ ἰσχνὴν, ταινίας δίκην λεπτῆς, κατὰ τὸ ἄκρον κυκλόθεν τὸν δίσκον περιαυγάζουσαν. κατὰ μικρὸν δὲ τὴν σελήνην παραμείβων ὁ ἥλιος (ὡρᾶτο γὰρ αὕτη κατὰ κάθετον αὐτὸν ἀντιφράττουσα) τὰς ἰδίας ἀκτῖνας ἐξέπεμπε, καὶ φωτὸς αὖθις ἐπλήρου τὴν γῆν. τῷ καινῷ οὖν καὶ ἀσυνήθει τοῦ ὁράματος ἐκδειματωθέντες οἱ ἄνθρωποι, τὸ θεῖον ἱκετηρίαις, ὡς τὸ εἰκὸς, ἐξιλάσκοντο. τότε καὶ αὐτὸς ἐγὼ τῷ Βυζαντίῳ ἐπεχωρίαζον, μετιὼν τὴν ἐγκύκλιον παίδευσιν. ὁ δὲ βασιλεὺς (δεῖ γὰρ τὸν λόγον τοῦ εἱρμοῦ ἐκτραπέντα ἐπ' αὐτὸν τοῦτον αὖθις ἐπαναγαγεῖν), ἐπεὶ τὰ τῶν ἐναντίων φρούρια εἷλεν ἀκονιτὶ, ἐπὶ τὴν Ἀντιόχου ἐπορεύετο παμπληθεὶ, καὶ πρὸ τῶν τειχῶν αὐτῆς πηξάμενος χάρακα, τοὺς στρατηγοὺς καὶ λοχαγοὺς συναγηοχὼς, ἐν περιωπῇ τε κατὰ τὸ ὕπαιθρον στὰς, ἔλεξε ταῦτα· τὰ μὲν ἐπέκεινα ταύτης 73 ἀνῳκισμένα τῆς πόλεως φρούρια τῇ τῆς προνοίας ῥοπῇ καὶ τῇ σφῶν ἐμπειρίᾳ μετὰ τῆς προσούσης ἀνδρείας εἵλομεν, ὡς ἴστε, συστρατιῶται, παρὰ πᾶσαν ὑπόνοιαν. καὶ χάριν ὁμολογῶ πλείστην ὑμῖν, ὅτι πρὸς ἐμὲ τὸν ὑμῶν ἀφορῶντες ἡγεμόνα, οὐκ ὠκλάσατε περί τε τῶν ἀηδῶν, ἃ πλεῖστα καὶ ἀπηχῆ ἐπιφέρειν οἶδεν ὁ πόλεμος, ἀλλ' οὕτω μετὰ προθυμίας καὶ λελογισμένης ῥώμης διηγωνίσασθε, ὥστε μηδὲν, οἷς προβάλομεν τῶν φρουρίων, ὑπέρτερον γενέσθαι τῆς ὑμῶν ἀρετῆς, καὶ καταλειφθῆναι ἀνάλωτον. οἶδα δὲ καὶ τὸ πρὸς τὴν κατασκαφὴν ταυτησὶ τῆς πόλεως πρόθυμον ὑμῶν, ὅπως ὀργᾶτε καὶ σφαδάζετε ἡ στρατιὰ, ταύτην κατεριπώσειν καὶ δῃώσειν πυρί. ἀλλ' οἶκτός μέ τις ὑπεισέρχεται ταύτης, εἰ τρίτη τῶν περὶ τὴν οἰκουμένην τελοῦσα πόλεων, τῷ τε κάλλει καὶ τῷ μεγέθει τῶν περιβόλων (ὁρᾶτε γὰρ εἰς ὅσον ὕψος ἐπανατείνονται οὗτοι), ἔτι δὲ πλήθει τοῦ δήμου καὶ τῶν οἰκιῶν ἀμηχάνοις κατασκευαῖς, ἐρείπιον κείσεται, καθά τι φρούριον πενιχρόν. τὸ δὲ τὴν Ῥωμαϊκὴν στρατιὰν κατὰ τὴν ταύτης κατατρίβειν ἐκπόρθησιν, καὶ τὰ ὑμῖν ὑποποιηθέντα τῷ πολεμεῖν αὖθις διαφθείρειν τε καὶ λεηλατεῖν, οὔ μοι νοῦν ἔχειν δοκεῖ. ἐγὼ γὰρ ἐκεῖνον μάλιστα φαίην κηδεμονικὸν στρατηγὸν, τὸν ταῖς ἐπεξελάσεσι καὶ διαμελλήσεσι τὴν τῶν ἐναντίων κακοῦντα χώραν καὶ διαφθείροντα· τὸν δέ γε τὴν οἰκείαν ταῖς τῆς στρατιᾶς ἐκδρομαῖς καὶ αὖθις κατὰ χώραν ἀναστροφαῖς παραπολλύοντα καὶ ἐκτρίβον τα, 74 τοῦτον ἀνόητον, μᾶλλον δὲ κακονούστατον ὀνομάζειν οὐκ ἂν ἀποκνήσαιμι· παρόμοιόν τι διεργαζόμενον τῶν τῇ παροιμίᾳ κωμῳδουμένων κυνῶν, οἳ τοὺς λύκους τῶν προβάτων