Vita Porphyrii episcopi Gazensis
δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.
δεομένων τῶν αὐτοῦ χαρισμάτων. Ἐν δὲ ταῖς ἡμέραις τῶν νηστειῶν τῆς ἁγίας πασχαλίας ἐχορήγει ἑκάστῳ πτωχῷ ἀνὰ ὀβολοὺς ˉι ἐπὶ ἡμέρας τεσσαράκοντα. Παρακελευσάμενος ἐν τῇ αὐτοῦ εὐσεβεῖ διαθήκῃ πάντως δίδοσθαι τοὺς εἰρημένους δέκα ὀβολοὺς τὰς τεσσαράκοντα ἡμέρας, ἀφορίσαι δὲ πρόσοδον ἐξ ἧς αὐτοὺς δίδοσθαι βουληθείς, ἐν τῇ εἰρημένῃ διαθήκῃ ἐνέταξεν εἰ μὴ χορηγηθείη ταῦτα καθ' ἕκαστον ἐνιαυτόν, τὴν εἰρημένην πρόσοδον ἔρχεσθαι εἰς τὴν ἁγίαν ἐκκλησίαν Καισαρείας. Ταῦτα δὲ ὕστερον ἐγένετο.
95 Οἱ δὲ τῆς εἰδωλομανίας ὅσον ἐθεώρουν προκόπτοντα τὸν Χριστιανισμόν, τοσοῦτον ἐμανιοῦντο καὶ ἐσπούδαζον κακῶσαι τοὺς Χριστιανούς, καὶ πρό γε πάντων, τὸν ὅσιον αὐτῶν ποιμένα Πορφύριον. Ποτὲ γὰρ ἀντιβολῆς γεναμένης χάριν χωρίων μεταξὺ τοῦ οἰκονόμου τῆς ἁγίας ἐκκλησίας καὶ Σαμψύχου τοῦ πρωτεύοντος, ὁ θεοφιλὴς Βαρωχᾶς, ὁρῶν τὸν οἰκονόμον ὑβριζόμενον, ἀντελάβετο αὐτοῦ καὶ ἤρξατο ὑβρίζειν τὸν εἰρημένον Σάμψυχον. Ἀκούσαντες δὲ οἱ λοιποὶ τοῦ βουλευτηρίου, συναχθέντες ἐπῆλθον τῷ τε οἰκονόμῳ καὶ τῷ θεοφιλεῖ Βαρωχᾷ. Συνανέβησαν δὲ τοῖς βουλευταῖς καὶ πολλοὶ τῶν πολιτῶν, πρόφασιν εὑρόντες τοῦ κακῶσαι τοὺς ἀπὸ τῆς πίστεως, καὶ ὡς ἂν εἴποι τις, ἀπὸ μικροῦ σπινθῆρος τοσοῦτον πῦρ ἥφθη καὶ ἐξεκαύθη ὡς κινδυνεῦσαι πάντας τοὺς Χριστιανοὺς καὶ ἀπολέσθαι. Τοσοῦτον γὰρ ἐμάνησαν οἱ εἰδωλολάτραι ὡς αὐτοὺς ἐπᾶραι καὶ ξίφη καὶ ῥόπαλα καὶ φονεῦσαι ὀνόματα ἑπτὰ καὶ ἄλλους πολλοὺς πλῆξαι.
96 Εἶτα μὴ ἀρκεσθέντες τούτοις, ἐπ' αὐτὸν τὸν ποιμένα ὥρμησαν. Προδραμόντες δέ τινες χαίροντες τῷ ἀγαθῷ, ἀπήγγειλαν τῷ ὁσιωτάτῳ ἐπισκόπῳ τὴν καταδρομὴν τοῦ πλήθους. Ἀκούσας δὲ ὁ μακάριος, προσκαλεσάμενος με εἶπεν· Φύγωμεν, ἀδελφέ, καὶ κρυβῶμεν μικρὸν ἕως οὗ παρέλθῃ ἡ ὀργὴ κυρίου. Καὶ τοιχοβατήσαντες ἐφύγομεν διὰ τῶν δωμάτων. Οἱ δὲ εἰδωλομανεῖς, κατεάξαντες τὰς θύρας τοῦ ἐπισκοπείου, ἐπεισῆλθον καὶ μὴ εὑρόντες τὸν ἐν ἁγίοις Πορφύριον, πάντα τὰ ἐκεῖ εὑρεθέντα διήρπασαν.
97 Ἐγὼ δὲ καὶ ὁ μακάριος Πορφύριος φυγόντες διὰ τῶν δωμάτων, εὕραμεν παιδίσκην ὡς ἐτῶν δέκα τεσσάρων, ἥτις ἐπιγνοῦσα τὸν ὅσιον ἐπίσκοπον προσέπεσε τοῖς ποσὶν αὐτοῦ. Ὁ δὲ μακάριος ἐπηρώτησεν αὐτήν τις ἐτύγχανεν καὶ ποίων γονέων. Ἡ δὲ παιδίσκη ἀποκριθεῖσα εἶπεν ὅτι ὀρφανὴ τυγχάνει ἔκ τε πατρὸς καὶ μητρός, μάμμην δὲ ἔλεγεν ἔχειν γραῦν τῷ σώματι ἀσθενῆ, καὶ αὐτὴν ἐργάζεσθαι καὶ τρέφειν ἑαυτὴν καὶ τὴν αὐτῆς μάμμην. Ἐπηρώτα δὲ αὐτὴν εἰ Χριστιανὴ ὑπῆρχεν, ἣ δὲ πάλιν εἶπεν μὴ εἶναι, ἀλλ' ἐπιθυμεῖν ἐκ πολλοῦ· Εἴπερ εἰμὶ ἀξία. Ὁ δὲ εὔσπλαγχνος Πορφύριος ἀκούσας τὸν λόγον τῆς παιδίσκης καὶ κατανυγεὶς ἐδάκρυσεν εἰπών· Πῶς πρόχειρον ὑπάρχει εἰς τὸ ἀγαθὸν τὸ τῶν Γαζαίων γένος. Ἀλλ' ὁ ἀντικείμενος σπουδάζει ἐμποδίσαι τῇ τοιαύτῃ προαιρέσει, ὃν ὁ κύριος πατάξει τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. Εἶπεν δὲ τῇ κόρῃ· Ἄγαγε ἡμῖν ἐνταῦθα ψίαθον ἐν τῷ δωματίῳ τούτῳ, ἵνα μείνωμεν ἐνταῦθα ἕως οὗ κατασταθῇ ὁ θόρυβος τῆς πόλεως, καὶ μὴ ἀπαγγείλῃς τινὶ ὅτι ἐνταῦθά ἐσμεν. Ἣ δὲ ὅρκοις διεβεβαιοῦτο μὴ ἐκφαίνειν μηδὲ τῇ μάμμῃ αὐτῆς.
98 Κατελθοῦσα δὲ διά τινος λυκίσκου εἰς τὸν αὐτῆς οἶκον, ἤγαγεν τὸν ψίαθον καὶ τύλην ἀχύρων· καθαπλώσασα τὸν ψίαθον ὑπέβαλεν τὴν τύλην, καὶ προσπεσοῦσα τοῖς ποσὶ τοῦ μακαρίου, παρεκάλει αὐτὸν γεύσασθαι τῶν μετρίων αὐτῆς βρωμάτων καὶ μὴ ἀναξιοπαθῆσαι ἐπὶ τῇ πτωχείᾳ αὐτῆς· ἦν γὰρ καὶ πρὸς ἑσπέραν. Ὁ δὲ ὅσιος θέλων μιμητὴς γενέσθαι τοῦ μεγάλου προφήτου Ἡλίου εἶπεν τῇ κόρῃ· Σπούδασον, θύγατερ, καὶ ἄγαγε, ἵνα σοι ἀποδῷ ὁ κύριος δι' ἐμοῦ πνευματικὴν τροφὴν καὶ σαρκικήν. Ἣ δὲ σπεύσασα κατέβη, καὶ ἀπελθοῦσα ἠγόρασεν ἄρτον καὶ ἐλαίας καὶ τυρὸν καὶ βρεκτὸν ὄσπριον καὶ οἶνον, ἤγαγεν δὲ πάντα καὶ παρέθηκεν ἐνώπιον ἡμῶν εἰποῦσα· Λάβετε, κύριοί μου, καὶ εὐλογήσατε τὴν πτωχείαν μου. Ὁ δὲ