τὰ πρὸς τὴν τούτων γνῶσιν παράγοντα. καὶ τοῦ βασιλέως εὐπροσίτου καὶ μετριόφρονος ὄντος καὶ ἧττον περὶ τὸ σῶμα κολαστικοῦ καὶ τὰ περὶ τὸ θεῖον εὐσεβεῖν δοκοῦντος ὡς μάλιστα, φιλοπτώχου τε πέρα τοῦ δέοντος καὶ φιλομονάχου καθισταμένου, καὶ διεπτοημένου περὶ τὰ ἱερά, ἡ πρὸς τὰ λεχθέντα ἕτερα κεφάλαια εὔνοια τὴν τῶν τοιούτων προτερημάτων ἤμβλυνεν ἐπιμέλειαν, καὶ κατὰ σφᾶς αὐτὰς ἀρετὴ καὶ κακία περὶ τὸ αὐτὸ ὑποκείμενον μονονουχὶ ἐστασίαζον. ἐνίκα δὲ παρὰ πολλὰς ψήφους τὸ δυσπαθές, ὅσῳ καὶ πλείονι μερίδι ἐφήπλωτο. τὸ γὰρ εὐσεβὲς καὶ τὸ φιλόπτωχον ἅμα καὶ φιλομόναχον καὶ τὸ μὴ πρὸς κόλασιν δι' αἵματος ἕτοιμον, καὶ αὐτὸ τὸ εὐπρόσιτον, ἐπαίνων μὲν οὐδεὶς ἦν ὁ μὴ ἀξιῶν, πλὴν ἀλλὰ τῷ ἔχοντι μόνῳ τὴν ὄνη 77 σιν ἐπιφέρειν ἐδοκιμάζοντο, καί τισιν ὀλίγοις τῶν προσιόντων ἢ ὁμαλῶς προδεχθέντων αὐτῷ· τὸ δὲ φειδωλὸν καὶ ἄγαν ποριστικὸν τῶν δημοσίων χρημάτων, ἔστιν οἷς καὶ οὐκ ἐν εὐπροσώποις αἰτίαις, καὶ τὸ κατ' ἐξουσίαν δικαστικόν, καὶ τὸ καταφρονητικὸν τῆς στρατιωτικῆς εὐπραγίας καὶ στρατηγικῆς καὶ ἀκρητικῆς εὐπαθείας πολλῶν καὶ σχεδὸν ἁπάντων τῶν ὑπὸ Ῥωμαίοις τελούντων λυμαντικὸν ἐψηφίζοντο. ἠγείρετο γὰρ πολὺς γογγυσμὸς τῶν τε καταδικαζομένων οὐ νομικῶς καὶ τῶν κατηγορουμένων σοφιστικῶς, καὶ τῶν ἀπαιτουμένων εἰς τὸ δημόσιον ἐνίοτε ἀχρεώστητα, καὶ τῶν δεχομένων φορολογικὰς ἐπαυξήσεις ἐπαρχιῶν, καὶ τῶν καταδρομὰς ὑφισταμένων βαρβαρικὰς διὰ τὸ μὴ κατὰ λόγον τὸν στρατιωτικὸν κατάλογον γίνεσθαι. ἐλέγετο δὲ μὴ τῆς τοῦ βασιλέως φύσεως ἔργα ταῦτα (εἶναι γὰρ τοῦτον πρὸ τῆς ἀρχῆς ἄφθονον τὰ πάντα καὶ ἀπειρόκακον καὶ τῆς ἐλεημοσύνης ὁλοσχερῶς ἐφαπτόμενον), ὑποφθορᾶς δὲ τινῶν καὶ παραινέσεως φιλοπράγμονος, ὅσοι τῆς πρὸς τὰ βασίλεια οἰκειώσεως μεῖζον οὐδὲν οὐδ' ὑπέρτερον ἥγηνται, ἵνα τὸ εὐμενὲς τοῦ κρατοῦντος συλήσωσιν. Ἀλλ' οὔτε τὸ τῆς ἀρετῆς τοῦ βασιλέως μέρος ἀγέραστον οὔτε τὸ ἄλλως ἔχον ἀνώλεθρον τῇ Ῥωμαϊκῇ ἐπικρατείᾳ διαμεμένηκε. περὶ μὲν γὰρ τῶν ἐντός, ὅπως καλῶς ἔσχε τῷ βασιλεῖ, καὶ ὡς ἦν αὐτῷ βουλητόν, τῶν παίδων ὧν μὲν ἰδιωτῶν 78 συνανελθόντων τούτῳ εἰς τὰ ἀνάκτορα καὶ συμβασιλεύειν γεγενημένων, ὧν δὲ μετὰ τὴν βασιλείαν γεννηθέντων καὶ αὐτόχρημα βασιλέων ἀναδειχθέντων καὶ τῇ πορφυρίδι κατὰ τὸν τῶν Ῥωμαίων ἐθισμὸν συναναδοθέντων, καὶ τοῦ τῆς Αὐγούστης ἐν ἐαριζούσῃ τῇ ἡλικίᾳ ἄνθους, οὐ πολὺς λόγος οὐδὲ παράθεσις πρὸς τὴν τῶν ἀντικειμένων τουτωνὶ ἅμιλλαν. τὸ δὲ εἰς κοινὸν ἧκον ὄφελος ἐξεταστέον ὡς προδιείληπται. τῆς μὲν γὰρ κακίας ταῦτα ἐπίχειρα. κατὰ μὲν τὴν ἑώαν ἐληίζοντο πάντα καὶ διεφθείροντο. τῇ δὲ τῶν Νεφθαλιτῶν Οὔννων ἤτοι τῶν Τούρκων ἐπιδρομῇ καὶ κατισχύσει, καὶ τῇ βιαίᾳ ὑποχωρήσει καὶ δείματι τῶν ἠμελημένων στρατιωτῶν ἐκ τοῦ Ῥωμαϊκοῦ καταλόγου, καὶ συνεχεῖς ὑπῆρχον αἱ ἐκδρομαί. καὶ ἡ εὐδαίμων χώρα τῆς Ἰβηρίας παντελῶς κατηρείπωτο, ἤδη προκατειργασμένη ὡς εἴπομεν. μετελάμβανον δὲ τοῦ δεινοῦ καὶ ὅσαι ταύτῃ παρέκειντο, Μεσοποταμία τε καὶ Χαλδία, Μελιτηνὴ καὶ Κολώνεια καὶ τὰ τῷ Εὐφράτῃ συγκείμενα ποταμῷ· καὶ εἰ μὴ στρατεύμασιν ἐνίοτε, μᾶλλον δὲ φήμαις δυνάμεων διείργοντο τὰ τῶν βαρβάρων, καί τις ἀρχηγὸς τούτων Χωροσάλαρις οὕτω λεγόμενος, ἕτερος δὲ Ζαμούχης, τὴν ἥττω συμβαλόντες τύχῃ τινὶ ἀγαθῇ ἐκληρώσαντο, κἂν καὶ μέχρι Γαλατίας καὶ Ὁνωριάδος καὶ αὐτῆς Φρυγίας τὸ ἀντίπαλον περιέδραμε. καὶ ὅτι μὲν ἀνάγκης κατεπειγούσης ἐστέλλετο στρατιωτικόν, οὐκ ἀπὸ τρόπου· ὅτι δὲ ψιλὸν καὶ 79 ἀπρόθυμον τῇ τοῦ ὀψωνιασμοῦ ὑστερήσει, εἰπεῖν δὲ καὶ τὸ κάκιστον μέρος, ὡς τῶν κρειττόνων ἀπελαυνομένων τῆς στρατείας διὰ τὸ μείζονος τυγχάνειν βαθμοῦ τε καὶ ὀψωνιασμοῦ, καταγνώσεως οὐκ ἀπῆν τὸ γενόμενον, μηδενὸς γενναίου κατορθουμένου, καὶ τῆς Ῥωμαϊκῆς ποτὲ μεγαλοπρεπείας καὶ ἰσχύος ἀνάλογον. ἐξ οὗ συνέβαινε τοὺς μὲν