ζῳδίων ἴσον ἐστὶ διαστήματι. Τὸ φῶς οὐ σῶμά ἐστιν. εἰ γὰρ ἦν σῶμα, πῶς οἷόν τε ἦν ἀθρόαν ἔχειν κίνησιν, ὥστε ἅμα τὸν ἥλιον ὑπὲρ τὸν ὁρίζοντα γενέσθαι, ἐξαίφνης ὅλον τὸ ὑπὲρ γῆν ἡμισφαίριον φωτίζει; ἔτι εἰ ἦν σῶμα, ἢ κατ' εὐθὺ ἔμελλε φωτίζειν ἢ κατὰ κύκλον. εἰ κατ' εὐθύ, ἢ ἄνω μόνον ἢ κάτω μόνον· τοῦτο δὲ καὶ δεξιᾷ καὶ ἀριστερᾷ καὶ πανταχοῦ. ὅτι δὲ οὐδὲ κύκλῳ, δῆλον. εἰ γὰρ εἰς ἑτερόμηκες οἴκημα εἰσαγάγω λύχνον, διελεύσεται τὸ φῶς εἰς τὴν ἑτέραν σανίδα. ἔτι εἰ σῶμα τὸ φῶς, χωρεῖ δὲ δι' ὅλου τοῦ ἀέρος, δίεισι σῶμα διὰ σώματος. ἔτι εἰ ἦν σῶμα, ἐν τῷ ἄνεμον κινεῖσθαι ἂν ἐσκοτίζετο ὁ τόπος ἐξωθουμένου τοῦ φωτὸς ὑπὸ τοῦ ἀέρος. ἔτι εἰ σῶμα τὸ φῶς, ὁ ἀὴρ φωτιζόμενος ἂν ἐπαχύνετο· βλέπομεν δὲ ὅτι φωτιζόμενος λεπτύνεται. Ὁ ἀὴρ οὐκ ἔχει ἴδιον χρῶμα. εἰ γὰρ εἶχεν, οὐκ ἂν ἦν διαπορθμευτικὸς τῶν χρωμάτων, ἐπεὶ καὶ {εἰ} ὕελος πάντα διαπορθμεύει τὰ χρώματα, ἐὰν δὲ δέξηται πανταχοῦ ἓν χρῶμα εἰς βάθος, ἄλλα οὐ διαπορθμεύει. ἔτι εἰ εἶχεν ὁ ἀὴρ ἴδιον χρῶμα, ἐπείχετο δὲ καὶ ἔξωθεν ἕτερον, σύγχυσις ἐγένετο ἄν· τὸ αὐτὸ γὰρ ὑποκείμενον ἀσυγχύτως δύο χρώματα δέξασθαι οὐ δύναται. πῶς ἡ ἐνέργεια τοῦ χρώματος ἀπὸ τοῦ ἰδίου ὑποκειμένου ἀφικνεῖται πρὸς τὴν ὄψιν; ὅτι ἐν ὑποκειμένῳ γίνεται τῷ ἀέρι, καὶ ὥσπερ ἡ τοῦ τέκτονος ἐνέργεια χωρεῖ διὰ τοῦ σκεπάρνου εἰς τὸ ξύλον, τοῦτο μὲν σχηματίζουσα, τῷ δὲ σκεπάρνῳ μηδὲν ποιοῦσα. Εἰ δὲ καὶ ἀθρόα γίνεται ἡ ἐνέργεια τοῦ φωτός, οὐ θαυμαστὸν ἀσωμάτου ὄντος· ὅπου γε ἐν τῇ σχοίνῳ διὰ τὴν συνοχὴν τῆς μιᾶς ἄκρας σαλευθείσης ἅπαν σεσάλευται. 51 Τὰ ἐν τοῖς κατόπτροις εἴδωλα φαίνεται οὐ τῶν ὄψεων τῶν ἡμετέρων ἀνακλωμένων πρὸς τὰ ὁρατά, ἀλλὰ τῶν ἐνεργειῶν ἐκείνων πρὸς ἡμᾶς, κατ' εὐθεῖαν φερομένων πρὸς τὰς ὄψεις. οὐκ ἄλλως ἢ κατ' εὐθεῖαν ἐνεχθήσονται, εἰ μὴ κατὰ πρόσωπον αὐτοῖς γενώμεθα. διὰ τοῦτο οὖν τὰ ὄπισθεν χρώματα, κἂν ἐκ πλαγίων ἀποβλέψωμεν, οὐχ ὁρῶμεν. Εἰ ἀκτῖνες οὐ σῶμα, παράτριψις οὐκ ἔστιν. ταύτης δὲ μὴ οὔσης, πῶς ἐστι θερμὸς ὁ ἀήρ; ὥσπερ ἡ ψυχὴ θερμὴ οὐκ οὖσα ζωτικὴ ἐνέργεια γίνεται τῷ σώματι, ἐπειδὰν δὲ ἀποστῇ, σβέννυται τὸ ἔμψυχον θερμόν, τοιαύτη καὶ ἐκ τοῦ ἡλίου ζωτικὴ ἐνέργεια γίνεται διὰ τοῦ φ[ωτὸς] ἐν ἀέρι ἐκθερμαίνουσα τὸ ἔμφυτον αὐτῷ θερμόν. εἰ δὲ καὶ ὁ ἥλιος θερμὸς μὴ ὢν θερμαίνει, ὁμοίως καὶ ἡ φροντὶς θερμαίνει ἀσώματος οὖσα ψυχῆς ἐνέργεια, οὕτως οὐδὲν ἀπεικὸς καὶ τὸν ἥλιον μὴ ὄντα θερμὸν τῇ ζωτικῇ αὐτοῦ ἐνεργείᾳ, ἤτοι τῷ φωτί, ἐκθερμαίνειν τὴν ἐν ἀέρι θερμότητα. ἐν γοῦν ταῖς ἀνακλάσεσι διπλουμένης τῆς ἐνεργείας θερμότερος γίνεται ὁ ἀήρ. θερμότερος ὁ ἥλιος ἐν μεσημβρίᾳ, ὅτι ἀνατέλλων καὶ δύνων ἀμβλείας γωνίας ποιεῖ ταῖς ἀκτῖσι καὶ πολὺν ἀέρα ἐντὸς ἀπολαμβάνουσι καὶ ἧττον θερμαίνουσι. ἄλλως τε ἀνατέλλων καὶ δύνων πολλὴν ἀχλὺν ἡμῖν ἐμβάλλει ὑ[δα]τώδη καὶ διὰ τοῦτο ἧττον θερμαίνει. Πᾶν σῶμα τὴν τοῦ φωτὸς δεχόμενον ἐνέργειαν πέφυκε καὶ αὐτὸ τὴν αὐτὴν ἀντιπέμπειν, ἐξαιρέτως δὲ τὰ λεῖα, ἀρ[γύριον], ἔσοπτρον, ὕδωρ. Τὰς ὀπτικὰς ἐνεργείας λέγομεν ὡς κώνους τινὰς ἐξιέναι τῶν ὀμμάτων ἀπό τινος κέντρου, εἶτα προϊόντας εὐρύνεσθαι. καὶ πάλιν [αἱ] ἐνέργειαι τῶν ὁρατῶν εἰς κενόν τι κέντρον τοῦ κρυσταλλοειδοῦς κρίνονται, ἀπὸ πλατέος μὲν ἀρχόμεναι, λήγουσαι δὲ εἰς στενὸν τὸ ὄμμα. Τὸ φῶς [εἰ ἀ]σώματον, πῶς ποιεῖ ἀμβλείας καὶ ὀξείας γωνίας ὡς εἰσὶ μεγέθους καὶ σώματος; πῶς δὲ πάλιν ἀντανακλᾶται; ὃν τρόπον ἡ σελήνη δέχεται τὰς τοῦ ἡλίου ἐνεργείας καὶ φωτιζομένη ἀντιφωτίζει, καθὰ καὶ ὕελος καὶ ἄργυρος. οὕτως ὅταν λέγωμεν ἀνακλᾶσθαι τὴν ἐνέργειαν ἀπὸ τῶν λείων σωμάτων, οὐδὲν ἄλλο λέγομεν <ἢ> ὅτι δεχόμενα τὰ τοιαῦτα σώματα τὰς τοῦ φωτὸς καὶ τῶν ὁρατῶν ἐνεργείας οὐκ αὐτὰς κατὰ ἀριθμὸν ἃς ἐδέξατο ποιεῖ κλᾶσθαι, ἀλλ' ὅτι ἐνεργεῖν τοιαύτας ἐνεργείας καὶ αὐτὰ πέφυκε. 52 Εἰ κατ'