εἶτα μὴ τυγχάνοντες τοῦ σκοποῦ παίειν καὶ φονεύειν προείλοντο. οὐ πᾶσι δῆλον, ὅτι τὰς ἐνίων οἰκίας διορύττοντες καὶ ἀναμοχλεύοντες τῶν φυλάκων ἀνειργόντων καὶ διαμαχομένων, ὁ μέν τις αὐτοὺς ἀξίναις διῄρει, ὁ δὲ ξίφεσιν ἔπληττεν, ὁ δὲ πελέκεσι κατετίτρωσκε, καὶ ἔκειντο ἀναμίξ, ὁ μὲν διηλοημένος τὴν κεφαλήν, ὁ δὲ τὰ πλευρὰ διορωρυγμένος καὶ ἄλλος τὰ σκέλη κατεαγὼς καὶ ἕτερος οὕτως ἢ ἐκείνως ἀνῃρημένος. τίς δὲ ὁ τὰς οἰκίας συγκαταστρέφειν ἐγκελευόμενος; οὐχ ὁ μέγας πατὴρ καὶ τοῦ εἰρηνικοῦ μαθητής; εἰ τοίνυν ὁ μὲν τοὺς οἴκους προὔτρεπε καθελεῖν, τῶν δὲ ἐπιχειρούντων οἱ φόνοι τετόλμηντο, οὗτος ἄρα ὁ πρῶτος φονεὺς καί ὁ συλλογισμὸς ἀψευδής; ἐγώ δὲ διϊσχυρισαίμην ἂν καθ' ὑπερβολὴν λόγου, ὡς, εἰ καὶ μηδεὶς ἐτολμήθη φόνος μηδέ τις ἐπλήγη τὴν δεξιάν, φονικοῖς οὗτος ὑπεύθυνος καθεστήκοι ἐγκλήμασιν. "ἐν τοῖς ἐγκλήμασι", γάρ φησιν ὁ νόμος, "οὐ τὸ γεγονός, ἀλλ' ἡ διάθεσις σκοπεῖται." ὁμοῦ τε τοιγαροῦν προὔτρεπε καὶ φονικὴν διάθεσιν ἔσχηκεν. ὁ δὲ μὴ φόνων γενομένων φονεὺς ἐκ διαθέσεως γεγονὼς τοσούτου ῥυέντος αἵματος, πῶς οὐχὶ τούτου κληρονομήσειε τοῦ ὀνόματος; καὶ ὥσπερ σωτῆρας ἄν τις καλέσειε καὶ τοὺς ἐπιβαλλομένους μόνον τῷ πράγματι, εἰ καὶ μὴ τὸ ἔργον ἐπηκολούθησεν, οὕτω δὴ φονέας ἄν τις εἴποι καὶ τοὺς τὴν αἰτίαν μόνην παρεσχηκότας τοῦ φόνου καὶ φονικὴν ἐπιδειξαμένους διάθεσιν. Πῶς οὖν ὁ μὲν νόμος καὶ ἡ τῶν πραγμάτων ἀλήθεια τοὺς φονεῖς καὶ ἀπὸ τῆς γνώμης μόνης χαρακτηρίζει, ἡμεῖς δὲ τοὺς καὶ τἆλλα διαπεπραχότας καὶ μονονοὺκ αὐτουργήσαντας τὴν σφαγὴν τῆς κλήσεως ἐξαιρήσομεν καὶ ἀφήσομεν τοῦ ἐγκλήματος; σκοπεῖτε γάρ. προτρέπων ἐκεῖνος τῷ λῃστηρίῳ καταδραμεῖν τὴν πόλιν καὶ τοῖς τῶν ἀπειθούντων οἴκοις ἀξίνας ἢ πῦρ ἐμβαλεῖν, ἆρά γε ᾔδει αὐτοὺς ἀντιστησομένους ἐκείνοις καὶ ἀντιπράξοντας ἢ οὕτω περὶ τούτων ἀναισθήτως διέκειτο; ὁπότε τοίνυν τοῦτο ἠπίστατο, καὶ τὰ ἐντεῦθεν συνῄδει, βελῶν ἀφέσεις, τὰς διὰ ξιφῶν πληγάς, τὰς διὰ λίθων βολάς· ᾔδει ταῦτα καὶ τὰ ἐντεῦθεν ἀποτελέσματα. εἰ τοίνυν ἡ πρώτη κίνησις τούτων ἁπάντων αἰτία καθέστηκεν, ὁ δοὺς ἐκείνην αἰτιώτερος ἂν εἴη καὶ τῶν ὅλων πρωταίτιος. ὁπότε δὲ καὶ σιδηροφοροῦντας ἑώρα ἐνίους καὶ σκεπαστηρίοις ὅπλοις πάντοθεν ἑαυτοὺς περιφράττοντας καὶ ξίφος μὲν διηγκυλισμένους, δόρυ δὲ τῇ δεξιᾷ περιφέροντας, οὐχ ὡς πρὸς πόλεμον ᾔδει τούτους πεμφθήσεσθαι; ὥσπερ τοίνυν εἰ λουσομένους ἐξέπεμψεν ἢ θοινησομένους, οὐκ ἂν πάντως ἠγνόησεν, ὡς περιδύσονται μὲν τὴν ἐσθῆτα ἀποπλύνειάν θ' ἑαυτοὺς καὶ ἀποκαθάρειαν καὶ ἀπογεύσονται μὲν τῶν παρακειμένων καὶ τοῦ ἀνθοσμίου ἐμφορηθήσονται, οὕτως εἰς πόλεμον ἀφιεὶς πλῆξαί τε προσεδόκα, ἐν μέρει δὲ καὶ πληγήσεσθαι λίθον τε ἀκοντίσαι καὶ δόρυ ὠθῆσαι καὶ βέλος ἀφεῖναι καὶ ξίφος κατενεγκεῖν καὶ μαχαίρᾳ τεμεῖν καὶ τἆλλα δρᾶσαι, ὁπόσα σφαγὰς καὶ φόνους ποιεῖν εἴωθεν. ὥσπερ οὖν, εἰ μὴ τοῖς πολλοῖς ἐφίει, καὶ τὴν διὰ τῶν χειρῶν ἐπιτιθεὶς εὐλογίαν οὐκ ἂν οὐδὲν τῶν ἀτοπωτάτων ἐγένετο, οὕτως ταῦτα διδοὺς τῶν ἐντεῦθεν εἴη ἂν αἰτιώτατος. ἀλλὰ μήτε προτρέπων εἴη μήτε τι τῶν γινομένων συνεπιστάμενος, μᾶλλον μὲν οὖν καὶ ἀπείργων καὶ τοῖς τολμητίαις διαπειλούμενος, φονεὺς καὶ αὖθις, κἂν βούληται κἂν μὴ βούληται. ὥσπερ γὰρ εἴ τις ἅπαξ εἰς ἐρινεὸν καὶ βάτον ἐμπεπτωκώς-φυτὰ δὲ ταῦτα ἀκάνθαις ἐξηνθηκότα καὶ ἐπιμήκεις τοὺς κλάδους βλαστάνοντα-ὅσῳπερ ἂν ἀπολύειν ἑαυτὸν ἐπιχειρῇ τῶν ἀκανθῶν, τοσούτῳ προσπεριπλέκει ἑαυτῷ ταῦτα καὶ οὐκ ἂν ῥᾷστα ἐκεῖθεν ἀπαλλαγείη, οὕτως ὁ πραγμάτων ἀρχαῖς ἑαυτὸν ἐπιδοὺς πολλὴν ἐχούσαις ἐντεῦθεν φορὰν καὶ συγκίνησιν, εἰ μετὰ ταῦτα τὴν συγκίνησιν ἀποτρέποι, εἰ κἂν ἀπείρξῃ, καὶ τὴν αἰτίαν ἕξει τοῦ πράγματος. ἆρ' οὖν εἴ τις ἕλοιτο τυραννεῖν, εἶτα δὴ ἁλοίη καὶ κρίνοιτο οὐκ ἐπὶ ταῖς τυραννικαῖς μόνον αἰτίαις, ἀλλὰ καὶ τοῖς ἐκεῖθεν, φόνοις φημὶ καὶ ἀπαγωγαῖς καὶ