ταχθέντων διαφόρων. οἱ μὲν γὰρ ἀπελαύνουσι τῆς θείας ἐκκλησίας. οἱ δὲ μόνον καθαίρουσι τοὺς χειροτονηθέντας, οἱ δὲ προστίμοις ἄγχουσι τῆς ἀκοινωνησίας, οἱ δέ εἰσι σωφρονισταὶ ἐν τοῖς ἐπιτιμίοις. ∆ίδαξις αὕτη σύντομος τῶν ἱερῶν κανόνων. 6 Τοῦ αὐτοῦ Ψελλοῦ Σύνοψις διὰ στίχων σαφῶν καὶ πολιτικῶν περὶ πασῶν τῶν ἐπιστημῶν γενομένη πρὸς τὸν εὐσεβέστατον βασιλέα κῦριν Μιχαὴλ τὸν ∆ούκαν ἐκ προστάξεως τοῦ πατρὸς αὐτοῦ καὶ βασιλέως, ὥστε διὰ τῆς εὐκολίας καὶ ἡδύτητος ἐνεχθῆναι τοῦτον εἰς τὴν μάθησιν τῶν ἐπιστημῶν Μελέτω σοι γραμματικῆς καὶ τῆς ὀρθογραφίας· πρῶτος αὕτη θεμέλιος καὶ βάσις μαθημάτων. Οὐκ ἔστι δὲ μονότροπος οὐδὲ κοινὴ καὶ μία, ἀλλ' ἔχει γλώσσας καὶ φωνὰς καὶ πέντε διαλέκτους, Αἰολικήν, Ἰωνικήν, Ἀτθίδα καὶ ∆ωρίδα καὶ τὴν συνήθη καὶ κοινὴν καὶ κατημαξευμένην· ἑκάστη δὲ διάλεκτος ἔχει φωνὰς ἰδίας. ἡ δὲ κοινή, κἂν πέφυκεν ἄθροισμα τῶν τεσσάρων, ἀλλ' ἔστι καὶ μονότροπος, ἄλλη παρὰ τὰς ἄλλας. Ἀλλ' ὡς ἐν παραδείγματι δεικτέον σοι τὰς πέντε. τὸ μὲν γὰρ «Πέρσης Πέρσεω» τυγχάνει τῆς Ἰάδος (ἣν εἶπον γὰρ Ἰωνικὴν καλῶ σοι νῦν Ἰάδα, Ἰὰς γὰρ ἀπὸ Ἴωνος· διώνυμος ἡ κλῆσις). ὣς δὲ τὸ «∆ημοσθένεος» γενικῶς τῆς Ἰάδος καὶ τὸ «Περσέων» γενικῶς, ὣς δὲ καὶ τὸ «νυμφέων»· εἰ δέ τις μεταλλάξειε καὶ λέξειε «νυμφάων», Αἰολικὴν διάλεκτον εἶπεν, οὐ τὴν Ἰάδα. εἰ δέ τις εἴποι «θάλατταν» ἢ «τεῦτλον», Ἀττικίζει. εἰ δέ τις ὀνομάσειε τὰς Μούσας «Μώσας» πάλιν, ὑποδωρίσας εἴρηκε ∆ωρίδι διαλέκτῳ. ἡ δ' Αἰολὶς διάλεκτος τῷ ῥῶ βῆτα προσνέμει, «βράκος» τὸ ῥάκος λέγουσα, «βρυτῆρα» τὸν ῥυτῆρα. εἰ δέ τις εἴποι «θάλασσαν» καὶ «ῥάκος» καὶ «ῥυτῆρα», κοινὴν εἶπε διάλεκτον ἤτοι συνηθεστάτην. ταύτην μοι μόνην δίωκε, τῶν δ' ἄλλων καταφρόνει. Τῶν μέτρων μέντοι φρόντιζε, τῶν τομῶν καταφρόνει· ἡρώιζε, ἰάμβιζε, ἐλεγεῖά μοι γράφε, μάθε τὴν Ἀνακρέοντος ἡδυεπῆ κιθάραν καὶ τὴν Θηβαίαν μάλιστα τοῦ μελῳδοῦ Πινδάρου, τὴν δὲ βουκόλου σύριγγα τοῦ Θεοκρίτου μέθες. Τῶν ὀνομάτων μάθε μοι καὶ κλίσεις καὶ κανόνας, ἀρρενικῶν καὶ θηλυκῶν, πρὸς δὲ τῶν οὐδετέρων. Τί μὲν ὀρθοτονούμενον ἐν μέρεσι τοῦ λόγου, τί δ' ἐστὶν ἐγκλινόμενον, ἀκριβέστερον μάθε. τὸ μὲν γὰρ «ἄνθρωποι τινὲς» ὀρθότονον τυγχάνει, εἰ δ' εἴπῃς «ἄνθρωποί τινες» τὸν τόνον ἀνασύρας, ἐγκλίνας οὕτως εἴρηκας, τὸν τόνον μεταστήσας. πρόθεσις οὐκ ἐγκλίνεται, οὐ μετοχή, οὐκ ἄρθρον. Ἐγκλίσεις πέντε γίνωσκε τὰς διωνομασμένας, ὁριστικήν, προστακτικήν, εὐκτικὴν καὶ πρὸς ταύταις τὴν ὑποτακτικὴν φωνὴν καὶ τὴν ἀπαρεμφάτων. τί δ' ἐστὶν ἀπαρέμφατον καὶ πόθεν ὠνομάσθη; οὐ παρεμφαίνει βούλησιν τὸ «τύπτειν» καὶ τὸ «τύψαι», ἔγκλισις γὰρ ἡ βούλησις τεχνικῶς ὠνομάσθη. Τῶν πέντε γὰρ ἐγκλίσεων τρεῖς εἰσι διαθέσεις αἱ γνώριμοι, ἐνέργεια καὶ πάθος καὶ μεσότης. τὸ «τύπτω» μὲν ἐνέργεια, τὸ «τύπτομαι» δὲ πάθος, τούτοις δ' ἐπενεμήθησαν οἱ μέσοι μέσον χρόνοι. μέσος γὰρ καὶ τὸ «τέτυπα», πρὸς δὲ τὸ «ἐτυψάμην», ἐκεῖνο ἐνεργητικόν, παθητικὸν δὲ τοῦτο, τοῦτο μὲν παρακείμενος, ἀόριστος δ' ἐκεῖνο. Ὀνόματος καὶ ῥήματος ἡ μετοχὴ μεσότης ἀμφοῖν ἐστι μετέχουσα κοινῶν ἰδιωμάτων. ἔχει πτῶσιν ὡς ὄνομα, πρὸς τούτοις δὲ καὶ γένη («ὁ τύπτων», «τὸ τυπτόμενον», «ἡ τύπτουσα» τὰ γένη), τοῦ ῥήματος διάθεσιν, χρόνους καὶ συζυγίας. τὸ ῥῆμα γὰρ ὡς ἄπτωτον οὐ δύναται κλιθῆναι· γέγονεν οὖν ἡ μετοχή, ἵνα κλιθῇ τὸ ῥῆμα. «Τύπτω» καὶ «πλέκω» «πείθω» τε καὶ «φράζω» καὶ τὸ «σπείρω» καὶ τὸ «ἀκούω», δέσποτα, βαρύτονα τυγχάνει· τὸ δὲ «ποιῶ» καὶ τὸ «βοῶ» καὶ τὸ «χρυσῶ», τὰ τρία, γίνωσκε περισπώμενα, καὶ γὰρ καὶ περισπᾶται· τῶν δὲ εἰς μι τὸ «τίθημι», «ἵστημι» «δίδωμί» τε καὶ «πήγνυμι» τὸ τέταρτον ὡς ἀπὸ τοῦ «πηγνύω». Μάθε μοι καὶ τὴν