15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
ἰδιότητος· πατὴρ γὰρ καὶ υἱὸς καὶ πνεῦμα, καὶ αἱ ἰδιότητες ἀγεννησία καὶ γέννησις καὶ ἐκπόρευσις, ἡ δὲ θεότης μία· ἥ τε γὰρ ἐν τῷ πατρί, αὕτη καὶ ἐν <τῷ> υἱῷ καὶ ἐν τῷ πνεύματι, καὶ ἡ ἐν τῷ υἱῷ αὖθις καὶ ἐν τοῖς δυσί, καὶ ἡ ἐν τῷ πνεύματι ἡ αὐτὴ ἥτις καὶ ἐν τῷ πατρὶ καὶ ἐν τῷ υἱῷ. ὅλην γοῦν ἔχων τὴν θεότητα τὴν ἐν τῷ πατρὶ καὶ ἐν τῷ πνεύματι κατελήλυθεν ὁ υἱός, καὶ τῇ αὐτοῦ ὑποστάσει τῇ υἱικῇ ὅλην τὴν ἡμετέραν φύσιν διὰ τοῦ κυριακοῦ ὑποστησάμενος σώματος, κατέμιξε τῇ θεότητι καὶ συνῆψε τὰ διεστῶτα, ἀνθρωπότητά φημι καὶ θεότητα, διὰ τῆς μιᾶς αὐτοῦ ὑποστά σεως. ἐπεὶ γὰρ μία τυγχάνων ὑπόστασις ὁ υἱός, ἀμερίστως ἐν ταύτῃ τήν τε πατρικὴν εἶχε θεότητα καὶ τὴν τοῦ πνεύματος, ἥνωσε δὲ καὶ τῇ ἑαυτοῦ ὑποστάσει τὸν ἄνθρωπον, οὐ τόνδε ἢ τόνδε, ἀλλὰ τὴν ὅλην φύσιν, πάντως δήπου καὶ τῇ θεότητι τοῦτον συνήνωσε. ∆υνατὸν μὲν οὖν καὶ οὕτως τὸ μέλος ἀναγινώσκεσθαι. ἔστι δὲ καὶ οὕτως εἰπεῖν, ὅτι ὅλῃ τῇ θεότητι τὴν ἀνθρωπότητα ἥνωσε. κάλλιον δὲ τοῦτο δὴ τὸ τῆς ὁλότητος ὄνομα κατ' αἰτιατικὴν πτῶσιν ἀναγινώσκεσθαι· τὸ γὰρ ὅλον τοῦ συνεχοῦς τυγχάνον ποσοῦ, ὥσπερ τὸ πᾶν ἐκ διῃρημένου, ἐκ μερῶν τήν τε προσηγορίαν καὶ τὴν ὕπαρξιν ἐκληρώσατο. διὰ τοῦτο οὐδὲ ὅλον φαμὲν τὸν ἄνθρωπον τὸν παρ' ἕνα τυγχάνοντα δάκτυλον. ἐπεὶ οὖν τὸ ὅλον μερῶν ἐστιν ὅλον, κατ' αὐτὸν φάναι τὸν Πορφύριον, τοῖς μεριστοῖς δήπου ἁρμόσει τὸ ὄνομα, ἀμερίστῳ δὲ οὐδ' ᾡτινιοῦν προσάψεις. δύο τοίνυν φύσεων ἐν τῇ τοῦ Χριστοῦ συνελθουσῶν ὑποστάσει, ἡ μὲν ἀμέριστος ἦν, φημὶ δὴ τὴν θεότητα, ἡ δὲ μεριστή, ἥτις ἡ ἀνθρωπότης ἐστί. διὰ τοῦτο καὶ ὁ μελῳδὸς τὸ τῆς ὁλότητος ὄνομα τῇ ἀνθρωπότητι συνήρμοσεν, ἥτις δὴ καὶ ὅλον ἐστίν, ὅτι ἐκ μερῶν· ὁ δὲ θεὸς οὐχ ὅλον, ἀλλ' ἁπλῶς θεός. πλὴν ταῦτά φημι, οὐκ ἀγνοῶν ὅτι καὶ τῷ τοῦ ὅλου ὀνόματι ἐπὶ θεοῦ τινες κατεχρήσαντο («ὅλος» γάρ φησι «θεὸς καὶ ὅλος ἄνθρωπος»), ἀλλ' ὅτι ταῦτα μὲν κυριολεκτούντων, ἐκεῖνα δὲ καταχρωμένων.
12 λʹ. Εἰς τὸ «ὡς ἄνθρωπος ὑπάρχω οὐσίᾳ, οὐ φαντασίᾳ, οὕτω θεὸς τῷ τρόπῳ τῆς ἀντιδόσεως ἡ φύσις ἡ ἑνωθεῖσά μοι· Χριστὸν ἕνα διό με γνῶτε, τὰ ἐξ ὧν ἐν οἷς ἅπερ
πέφυκα σῴζοντα» . Πρὸ τῆς κατὰ μέρος τοῦ «ὡς ἄνθρωπος ὑπάρχω» ζητήσεώς τε καὶ ἐξηγήσεως τοῦτο διερευνήσασθαι χρή, τίς ἐστιν ὁ τοῦτο φθεγγόμενος, ὃν δὴ ὁ μελῳδὸς ὑποκρίνεται. ἆρά γε ὁ κυριακὸς ἄνθρωπος, τουτέστι τὸ πρόσλημμα, ἢ ὁ τὴν ἡμετέραν μορφὴν ὑποδύς, τὸ υἱικὸν τῆς μακαρίας τριάδος πρόσωπον, ἢ ἡ ἐξ ἀμφοτέρων τῶν δύο φύσεων ὑπόστασις καὶ ἐν ἀμφοτέραις ταῖς φύσεσιν; ἔμοιγε γὰρ δοκεῖ ὅτι ἐπίσης ἁμαρτάνουσιν οἵ τε τῷ ψιλῷ ἀνθρώπῳ τοὺς λόγους περιτιθέμενοι καὶ οἱ τῷ ἀσωμάτῳ θεῷ. πῶς γὰρ ἂν εἴπῃ σαρκίνη φύσις «ὡς ἄνθρωπος ὑπάρχω οὐσίᾳ, οὐ φαντασίᾳ», ἢ πῶς ἡ θεία φύσις τὸ αὐτὸ τοῦτο φθέγξεται; δῆλον οὖν ὡς τῆς συνθέτου ὑποστάσεώς ἐστιν ἡ φωνή. ἓν γὰρ καὶ μετὰ τὴν ἕνωσιν μεμένηκε πρόσωπον, σῷζον τὰς συνεληλυθυίας φύσεις καθαρὰς καὶ ἀσυγχύτους ἐν τοῖς ἰδίοις ἰδιώμασιν. οὐδὲ γὰρ ἐκ δύο μὲν φύσεων ἡ τοῦ θεοῦ σάρκωσις, μία δὲ μετὰ τὴν ἕνωσιν γέγονε κατὰ τὴν Νεστοριακὴν λύτταν, ἀλλ' αἱ διάφοροι συνεληλυθυῖαι φύσεις καὶ μίαν ὑπόστασιν ἐργασάμεναι οὐ συνεχύθησαν ἐν τῇ πρὸς ἀλλήλας ἀνακράσει, οὐδέ τι ἕτερον κοινὸν ἐκ τοῦ μίγματος γέγονε. τὰ μὲν γὰρ σώματα, ἐκ τῶν τεσσάρων στοιχείων εἰληχότα τὴν κρᾶσιν, ἄλλο τι παρ' ἐκεῖνα τυγχάνει· οὔτε γὰρ ὁ λίθος οὔθ' ὁ σίδηρος οὔτε τὸ ἡμέτερον σῶμα ἢ πῦρ ἐστι καθαρῶς ἢ ἀὴρ ἤ τι τῶν ἄλλων στοιχείων, ἀλλ' ἐξ ἐκείνων μὲν συνεκράθη, ἄλλο δέ τι μετὰ τὴν σύγκρασιν γέγονε. τῆς θείας δὲ μορφῆς ἤτοι φύσεως ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων τῇ