μακροθυμίας καὶ ὑπομονῆς ὁδεύσαντι τὴν πνευματικὴν ἔρημον τὴν πολλὴν καὶ φοβεράν, καὶ νικήσαντι οὓς πατάει Κύριος βαιλεῖ μεγάλου καὶ οὓς ἀνεῖλεν Κύριος βαιλεῖ κραταιού. 32 Eph. vi9 καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς. [Ὠριγένης δέ φησιν] τίνα τὰ αὐτὰ τῶν προειρημένων; οἶμαι οὖν ὅτι ἐν ἁπλότητι καρδίας καὶ τὸ ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ καὶ τὸ ἐκ ψυχῆς καὶ μετ' εὐνοίας τῆς πρὸς τοὺς οἰκέτας. [vi 10] τοῦ λοιποῦ ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. τὸ δυναμοῦσθαι ἐν Κυρίῳ δυναμοῦσθαί ἐστιν ἐν λόγῳ καὶ ἐν σοφίᾳ καὶ τῇ τῆς ἀληθείας θεωρίᾳ καὶ πάσαις ταῖς Χριστοῦ ἐπινοίαις· οὗ μέγιστόν ἐστι τὸ τῆς ἰσχύος κράτος καὶ κραταιότερον ἀρετῆς καὶ τῶν εἰδῶν αὐτῆς, ἅτινα πάντα εἰσὶ δυνάμεις, ὥσπερ αἱ κακίαι ἀδυναμία. ἔστι δέ τις τῶν ἀρετῶν (ὥς φασιν οἱ περὶ ταῦτα δεινοί) ἀθεώρητος ἡ καλουμένη ἰσχύς, ὠνομασμένη οὕτως τῷ ἀναλογίαν τινὰ ἔχειν πρὸς τὴν σωματικὴν ἰσχύν, καὶ ἄλλη θεωρητός, κάλλος ἀπὸ τοῦ σωματικοῦ ὠνομασμένη, καθ' ὃ κάλλος λέγεται, περιζῶαι τὴν ῥομφαίαν ου ἐπὶ τὸν μηρόν ου, δυνατέ, τῇ ὡραιότητί ου καὶ τῷ κάλλει ου· καὶ ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων πρὸς τὴν νύμφην ὅλη καλὴ εἶ πληίον μου, καὶ μῶμο οὐκ ἐτὶν ἐν οί· καὶ πάλιν ἐν τεσσαρα κοστῷ τετάρτῳ ψαλμῷ καὶ ἐπιθυμήει ὁ βαιλεὺ τοῦ κάλλου ου. 33 Eph. vi11 [ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου.] [Ὠριγένης δέ φησιν] ἐκ τῶν ἑξῆς καὶ τῶν περὶ τοῦ σωτῆρος ἀναγεγραμμένων ἔστιν εἰπεῖν παν οπλίαν εἶναι τοῦ Θεοῦ τὸν Χριστόν, ὥστε ταὐτὸν εἶναι τὸ ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ τῷ ἐνδύαθε τὸν Κύριον Ἰηοῦν Χριτόν. <εἰ> γὰρ ζώνη μέν ἐστιν ἡ ἀλήθεια θώραξ δὲ ἡ δικαιοσύνη, ὁ σωτὴρ δέ ἐστιν ἡ ἀλήθεια καὶ ἡ δικαιούνη, δῆλον ὅτι ὁ σωτήρ ἐστιν ἡ ζώνη καὶ ὁ θώραξ. ἀνάλογον δὲ τούτοις αὐτὸς ἂν εἴη ἡ ἑτοιμασία τοῦ εὐαγγελίου τῆς εἰρήνης καὶ ὁ τῆς πίστεως θυρεὸς καὶ ἡ τοῦ σωτηρίου περικεφαλαία καὶ ἡ τοῦ πνεύματος μάχαιρα, ὅπερ ἐστὶ ῥῆμα Θεοῦ ὁ ζῶν λόγο καὶ ἐνεργὴ καὶ τομώτερο ὑπὲρ πᾶαν μάχαιραν δίτομον. ποίαν δὲ κἂν ἐπινοῆσαι ἄλλην ἔστιν λέγεσθαι πανοπλίαν Θεοῦ ἣν χρὴ ἐνδύσασθαι τὸν ἐνστησόμενον πρὸς τὰς μεθοδείας τοῦ διαβόλου ἢ τὴν ἀρετὴν ἥτις ἐστὶν ὁ Χριστός; τοῦτον γὰρ κατὰ πάσας τὰς ἐπινοίας αὐτοῦ ἐνδυσάμενος ἱκανὸς ἔσται στῆναι πρὸς πάσας τὰς μεθοδείας τῆς κακίας ἐνεργουμένας ὑπὸ τοῦ πατρὸ αὐτῆ διαβόλου. καὶ καθὸ μὲν τὴν ἀλήθειαν ἔζωσταί τις, οὐκ ἐξελκυσθήσεται ἐπὶ τὸ συγ καταθέσθαι τοῖς ὑπὲρ τοῦ ψεύδους πιθανοῖς καὶ σοφισματώδεσι λόγοις· καθὸ δὲ τὴν δικαιοσύνην ἠμφίεσται, ἄτρωτος ἔσται ἀπὸ τῶν βελῶν τῆς ἀδικίας, οὐδενὸς αὐτῶν καθικνουμένου καὶ ἄδικον ποιοῦντος τὸν ἐνδεδυμένον τὴν δικαιο σύνην. καὶ ὁ ὑποδησάμενος δὲ καλὰ ὑποδήματα τῆς ἑτοιμασίας τοῦ εὐαγγελίου τῆς εἰρήνης, ὡς ἕτοιμος καὶ ἑτοιμάα εἰ τὴν ἔξοδον τὰ ἔργα αὐτοῦ, καὶ διὰ τοῦτο εἰρήνης ἄνθρωπος γεγονώς, οὔτε πολεμικόν τι καὶ στασιῶδες ἐργάσεται οὔτε τοῖς ἀνετοίμοις συγκαταδικασθήσεται. χώραν τε οὐχ ἕξει ἡ ἐχθρὰ τῇ σωτηρίᾳ τοῦ τῶν ἀνθρώπων γένους ἀπιστία, ἔνθα ὁ τῆς πίστεως ἐστὶ θυρεός· ἄθραυστός τε διαφυλαχθήσεται τὴν κεφαλὴν τῆς ψυχῆς, ἐν ᾗ ἐστι τὰ θεῖα καὶ νοητὰ αἰσθητήρια, ὁ τὴν περικεφαλαίαν τοῦ σωτηρίου περικείμενος. ἀλλὰ καὶ ὡς γενναῖος στρατιώτης πάντα τὰ πολέμια τῇ ἀληθείᾳ δόγματα κατακόψει καὶ ἀνελεῖ ὁ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα Κυρίου, κρατῶν. [vi 12] ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. νομίζω πρὸς αἷμα καὶ σάρκα εἶναι <πάλην> τοὺς λεγομένους παρ' αὐτῷ ἀνθρωπίνου πειραμού, ὅτε ἡ ὰρξ ἐπιθυμοῦα κατὰ τοῦ πνεύματο προσ καλεῖται ἡμᾶς ἐπὶ τὸ ποιῆσαι τὰ ἔργα αὐτῆ. οὐκέτι δὲ ἀνθρώπινο πειραμὸ οὐδὲ πρὸς αἷμα καὶ σάρκα ἡ πάλη, ὅτε ἤτοι ὁ Σατανᾶ μεταχηματιζόμενο εἰ ἄγγελον φωτὸ ἀγωνίζεται ἡμᾶς πεῖσαι προσέχειν αὐτῷ ὡς ἀγγέλῳ φωτός, ἤ τι τῶν παραπλησίων τούτοις, ἃ γίνεται ἐν πάῃ δυνάμει καὶ ημείοι