προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
Αἰνών, ἐγγὺς τοῦ Σαλήμ. Αἰνὼν δὲ ἑρμηνεύεται «Ὀφθαλμὸς βασάνου» καὶ Σαλὴμ «Αὐτὸς ὁ ἀναβαίνων». ἤδη οὖν διορατικώτεροι εἰσὶν οἱ τὸ δεύτερον λαμβάνοντες λύτρον, καὶ ἀπὸ πολλῆς βασάνου καὶ πόνου κτησάμενοι τὸν τῆς ψυχῆς ὀφθαλμόν. καὶ ἔπρεπέ γε τὸ πρῶτον εἶναι βάπτισμα παρὰ καταβάσει, τὸ δὲ δεύτερον παρὰ ἀναβαίνοντι. 77 Τὸ ὄνομα τοῦ Λαζάρου δὶς ἐν τοῖς εὐαγγελίοις εὕρομεν· πρό τερον μὲν ἐν τῷ κατὰ Λουκᾶν ἐν τῇ παραβολῇ τοῦ πλουσίου καὶ τοῦ καλουμένου Λαζάρου, ὅτε καὶ ἀπέθανε καὶ εἰς τὸν κόλπον τοῦ Ἀβραὰμ ἀπῆλθεν· δεύτερον δὲ κατὰ τὴν ἐκκειμένην λέξιν. πότερον δὲ ὁμωνυμία ἐστὶ δύο ὄντων Λαζάρων, ἢ ἐκεῖνός ἐστιν οὗτος; φήσει γὰρ ὁ βουλόμενος περὶ ἑνὸς λέγειν ἀμφοτέρους τοὺς εὐαγγελιστὰς ὅτι ἐν ταῖς τρισὶ ταῖς μεταξύ (τεταρταῖος γὰρ ἀνέστη Λάζαρος), ἀπενεχθεὶς ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραὰμ ἀνεπαύ σατο. καὶ διὰ τὰ ὑπὸ τοῦ πλουσίου εἰρημένα ἐν τῷ «Ἐρωτῶ οὖν «σέ, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, ἵνα «μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου» ὑπὸ μὲν τοῦ Ἀβραὰμ οὐκ ἀπεστάλη, εἰπόντος· «Ἔχουσι Μωσέα καὶ τοὺς «προφήτας»· ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν ἀνέστησεν αὐτόν, τάχα κατὰ τὸ σιωπώμενον ἀπαγγελοῦντα περὶ ὧν ἑώρακεν καὶ τὰ περὶ τὰς ψυχὰς οἰκονομούμενα. ἀλλὰ ταῦτα λῆρος· ὁ μὲν γὰρ παρὰ τῷ πλουσίῳ ἀπερίστατος ἦν καὶ ἀπερριμμένος ἐν τῷ πυλῶνι, ὁ δὲ εἶχε Μαρίαν καὶ Μάρθαν ἀδελφὰς εὐπόρους καὶ περιβοήτους παρὰ τοῖς Ἰουδαίοις, ὡς καὶ τὸν Ἰησοῦν ὑποδέχεσθαι. καὶ ἄκουσον τί φησιν αὐτὸς ὁ εὐαγγελιστὴς Ἰωάννης· «Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν κύ»ριον μύρῳ». ἡ ἔχουσα μύρον καὶ ἀγαπωμένη ὑπὸ τοῦ Ἰησοῦ οὐκ ἠλέησε τὸν ἀδελφόν, ἐπιθυμοῦντα κορεσθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου; ἀλλ' οὐκ ἂν ἔχοι λόγον. ἀπὸ Βηθανίας δὲ ἦν, ὅπερ ἑρμηνεύεται «Οἶκος ὑπακοῆς». τάχα πᾶς ὁ ἀπὸ Βηθανίας ᾠκειωμένος ὑπακοῇ φίλος ἐστὶ τοῦ Ἰησοῦ. ἐπεὶ δὲ τρεπτή ἐστιν ἡ ἀνθρωπίνη φύσις, κἂν ἀσθενήσαι ποτὲ τοῦ Ἰησοῦ φίλος· ἀσθενήσαι δ' ἂν ὅτε μὴ πάρεστιν αὐτῷ ὁ Ἰησοῦς, καὶ οὐ μόνον ἀσθενήσαι ἀλλὰ καὶ ἀποθάνοι. 78 Ὅτι Μαρία ἡ αὐτή ἐστι καὶ παρὰ τῷ Λουκᾷ ἡ ἀλείψασα τὸν κύριον μύρῳ δῆλον. ἀλλ' ἐκεῖνος μὲν αὐτῆς ἀπεσιώπησεν τοὔνομα· Ἰωάννης δὲ καὶ τὸ ἐκείνῳ παραλειφθὲν ἀνεπλήρωσεν. τίς δ' ἂν μὴ παρατραπείη ἐκ τῆς τοιαύτης τοῦ Ἰησοῦ μαρτυρίας περὶ Μαρίας πρὸς τὸ μὴ ἀπογνοὺς ἑαυτὸν ἐπὶ τοῖς πρότερον ἥκειν καὶ παρα καθέζεσθαι τοῖς ποσὶ τοῦ Ἰησοῦ καὶ μαθητεύεσθαι αὐτῷ; καὶ γὰρ αὕτη, φησί, «γυνὴ ἦν ἐν τῇ πόλει ἁμαρτωλός», ἥτις «ἐπιγνοῦσα ὅτι «κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου «καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας κλαίουσα τοῖς δάκρυσιν ἤρξατο «βρέχειν τοὺς πόδας αὐτοῦ». εἴποι δ' ἄν τις τὴν μὲν Μαρίαν σύμ βολον εἶναι τῶν ἀπὸ ἐθνῶν, τὴν δὲ Μάρθαν τῶν ἐκ περιτομῆς, τὸν δὲ ἐκ νεκρῶν ἀνιστάμενον ἀδελφὸν αὐτῶν τῶν διά τινα ἁμαρτήματα εἰς ᾅδου καταβεβηκότων κατὰ τὸ «Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ «εἰς τὸν ᾅδην»· καὶ οὐκ ἀπιθάνως διὰ τὴν ἐν τῷ Μωϋσέως νόμῳ πολιτείαν φήσει εἰρῆσθαι τῇ Μάρθᾳ· «Μάρθα Μάρθα, περὶ πολλὰ «θορυβῇ καὶ περισπᾶσαι, ὀλίγων δέ ἐστι χρεία»· εἰς σωτηρίαν γὰρ οὐ τῶν πολλῶν κατὰ τὸ γράμμα τοῦ νόμου ἐντολῶν χρεία, ἀλλ' ὀλίγων, ἐν οἷς κρέμαται ὅλος ὁ νόμος καὶ οἱ προφῆται, τῶν περὶ ἀγάπης νενομοθετημένων. 79 Ὡς μὲν ἐν συμβόλῳ δηλούτω τὸν κατὰ τὴν ἱστορίαν θάνατον· ὡς δὲ πρὸς ἀναγωγὴν παριστάτω θάνατον ὃν ἔσθ' ὅτε ὑπνοῦσιν οἱ μὴ ὑπὸ θεοῦ τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς πεφωτισμένοι. οὐ πάντως δὲ οἱ μὴ πεφωτισμένοι κοιμῶνται εἰς θάνατον, ἀλλὰ τῶν ἐνδεχομένων ἐστί ** καὶ διὰ τοῦτό φησιν ὁ ψαλμῳδός· «Φώτισον τοὺς «ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον». καὶ πρόσεχε ἐπι μελῶς τῷ «Μήποτε». εἶπε τοίνυν τοῖς μαθηταῖς παρρησίᾳ, τὸ πρῶτον γὰρ ἐν παροιμίαις εἴρηκεν· «Λάζαρος κεκοίμηται», «Καὶ χαίρω δι' «ὑμᾶς ὅτι οὐκ ἤμην ἐκεῖ»· εἰ γὰρ ἦν ἐκεῖ οὐκ ἂν τεθνήκει Λάζαρος· ἀδύνατον γὰρ ἀποθανεῖν τινα παρόντος Ἰησοῦ. ἵνα δὲ ἀναστῇ ἐκ νεκρῶν ὁ ἀποθανών, ἐλθεῖν δεῖ