εἰσὶ γάρ τινες δυνάμεις ἐν ἡμῖν, ὧν αἱ μὲν κρείττονες διὰ τούτων τῶν οἱονεὶ ἐπῳδῶν τρέφονται συγγενεῖς οὖσαι αὐταῖς, καὶ ἡμῶν μὴ νοούντων ἐκείνας τὰς δυνάμεις νοούσας τὰ λεγόμενα δυνατωτέρας ἐν ἡμῖν γίνεσθαι πρὸς τὸ συνεργεῖν τῷ ἡμετέρῳ βίῳ. ὅτι γὰρ ἔστι τινὰ ἐν ἡμῖν ἀόρατα, καὶ πολλά γε ταῦτα, δηλώσει ὁ εἰπὼν ψαλμός· Εὐλόγει ἡ ψυχή μου τὸν κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. ἔστιν οὖν πλῆθός τι ἐν ἡμῖν δυνάμεων κεκληρωμένων ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα· αἵτινες, ἐὰν ὦσιν ἅγιαι, τῆς γραφῆς ἀναγινωσκο μένης ὠφελοῦνται καὶ γίνονται ἰσχυρότεραι, κἂν ὁ νοῦς ἡμῶν ἄκαρπος ᾖ· ὡς γέγραπται περὶ τοῦ γλώσσῃ λαλοῦντος, ὅτι Τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι. νόει οὖν μοι ὅτι ποτὲ τοῦ ἐν ἡμῖν νοῦ ἀκάρπου ὄντος αἱ δυνάμεις αἱ συνεργοῦσαι τῇ ψυχῇ καὶ τῷ νῷ καὶ πᾶσιν ἡμῖν τρέφονται λογικῇ τῇ ἀπὸ τῶν ἱερῶν γραμμάτων καὶ τῶν ὀνομάτων τούτων τροφῇ, καὶ τρεφόμεναι δυνατώτεραι γίνονται πρὸς τὸ ἡμῖν συνεργεῖν· ὥσπερ δὲ αἱ κρείττους δυνάμεις οἱονεὶ κατεπᾴδονται καὶ ὠφελοῦνται, καὶ γίνονται δυνατώτεραι ἀπὸ τῶν τοιούτων γραμμάτων καὶ ὀνομάτων, οὕτως αἱ ἀντικείμεναι δυνάμεις τῶν ἐν ἡμῖν οἱονεὶ καθέλ κονται καὶ νικῶνται ἀπὸ τῶν τοῦ θεοῦ ἐπῳδῶν, καὶ νικώ μεναι κοιμίζονται. 12.2 Καὶ εἴ ποτέ τις ὑμῶν ἑώρακεν ἀπὸ ἐπῳδῶν ἀσπίδα κοιμιζομένην, ἢ ἄλλο τι τούτων τῶν ἰοβόλων, ἐκεῖνο τὸ παράδειγμα λαβέτω εἰς τὴν γραφήν· ἧς ἀναγινωσκομένης καὶ μὴ νοουμένης, ἐνίοτε ἀκηδιᾷ καὶ ἐκκακεῖ ὁ ἀκροατής· καὶ πιστευέτω ὅτι αἱ ἐν αὐτῷ ἀσπίδες καὶ αἱ ἐν αὐτῷ ἔχιδναι ἀτονώτεραι γίνονται ἀπὸ τῶν φαρμάκων τῶν φαρμακευόντων, οἷον παρὰ σοφοῦ Μωσῆ, παρὰ σοφοῦ Ἰησοῦ, παρὰ σοφῶν τῶν ἁγίων προφητῶν. μὴ ἐκκακῶμεν οὖν ἀκούοντες γρα φῶν, ἃς οὐ νοοῦμεν· ἀλλὰ γενηθήτω ἡμῖν κατὰ τὴν πίστιν ἡμῶν, ἣν καὶ πιστεύομεν, ὅτι πᾶσα γραφὴ θεόπνευστος οὖσα ὠφέλιμός ἐστι. τὸ γὰρ ἓν τῶν δύο δεῖ σε παραδέξασθαι ἐπὶ τούτων τῶν γραφῶν, ἢ ὅτι οὔκ εἰσι θεόπνευστοι ἐπεὶ οὔκ εἰσιν ὠφέλιμοι, ὡς ὑπολαμβάνοι ἂν ὁ ἄπιστος· ἢ, ὡς πιστὸς, παραδέξασθαι ὅτι ἐπεί εἰσιν θεόπνευστοι ὠφέλιμοί εἰσιν. ἰστέον μέντοι γε ὅτι καὶ ἀνεπαισθήτως ἡμῶν πολλάκις γίνεται ἡ ὠφέλεια, οἷον πολλάκις τροφήν τινα διατασ σόμεθα ἐσθίειν ὀξυδερκικὴν, καὶ οὐ δήπου ἐν τῷ ἐσθίειν αἰσθανόμεθα ὅτι ὠφελούμεθα τὸν ὀφθαλμὸν, ἀλλ' ἡμέρας διαγενομένης δευτέρας καὶ τρίτης, ἡ ἀνάδοσις τῆς τροφῆς τῆς ὠφελούσης τὸν ὀφθαλμὸν ποιεῖ ἡμᾶς τῇ πείρᾳ πι στεῦσαι, ὅτι τὸν ὀφθαλμὸν ὠφελήμεθα. ἀλλὰ καὶ ἐπ' ἄλλων τροφῶν ὠφελουσῶν τινὰ μέλη τοῦ σώματος τοῦτο ἔστιν ἰδεῖν. οὕτω τοίνυν πίστευε καὶ περὶ τῆς θείας γραφῆς, ὅτι ὠφελεῖταί σου ἡ ψυχὴ, κἂν μὴ ὁ νοῦς τὸν καρπὸν λαμβάνῃ τῆς ὠφελείας τῆς ἀπὸ τῶν γραμμάτων, ἐκ μόνης ψιλῆς τῆς ἀναγνώσεως. τὰ γὰρ ἐν ἡμῖν ἐπᾴδεται, καὶ τὰ μὲν κρείτ τονα τρέφεται τὰ δὲ χείρονα καταργεῖται. 13.1nΠότε καὶ τίι τὰ ἀπὸ φιλοοφία μαθήματα χρή ιμα εἰ τὴν τῶν ἱερῶν γραφῶν διήγηιν, μετὰ γραφικῆ μαρτυρία. Χαῖρε ἐν θεῷ, κύριέ μου σπουδαιότατε καὶ αἰδε σιμώτατε υἱὲ Γρηγόριε, παρὰ Ὠριγένους. ἡ εἰς σύνεσιν, ὡς οἶσθα, εὐφυΐα ἔργον φέρειν δύναται ἄσκησιν προσλα βοῦσα, ἄγον ἐπὶ τὸ κατὰ τὸ ἐνδεχόμενον, ἵν' οὕτως ὀνομά σω, τέλος ἐκείνου, ὅπερ ἀσκεῖν τις βούλεται. δύναται οὖν ἡ εὐφυΐα σου Ῥωμαίων σε νομικὸν ποιῆσαι τέλειον, καὶ Ἑλληνικόν τινα φιλόσοφον τῶν νομιζομένων ἐλλογίμων αἱρέσεων. ἀλλ' ἐγὼ τῇ πάσῃ τῆς εὐφυΐας δυνάμει σου ἐβουλόμην καταχρήσασθαί σε, τελικῶς μὲν εἰς χριστιανι σμὸν, ποιητικῶς δέ. διὰ τοῦτ' ἂν ηὐξάμην παραλαβεῖν σε καὶ φιλοσοφίας Ἑλλήνων τὰ οἱονεὶ εἰς χριστιανισμὸν δυνά μενα γενέσθαι ἐγκύκλια μαθήματα ἢ προπαιδεύματα, καὶ τὰ ἀπὸ γεωμετρίας καὶ ἀστρονομίας χρήσιμα ἐσόμενα εἰς τὴν τῶν ἱερῶν γραφῶν διήγησιν· ἵν', ὅπερ φασὶ φιλοσό φων παῖδες περὶ γεωμετρίας καὶ μουσικῆς, γραμματικῆς τε καὶ ῥητορικῆς καὶ ἀστρονομίας, ὡς συνερίθων φιλοσοφίᾳ, τοῦθ' ἡμεῖς εἴπωμεν καὶ περὶ αὐτῆς φιλοσοφίας πρὸς χριστιανισμόν. 13.2 Καὶ τάχα τοιοῦτό τι αἰνίσσεται τὸ ἐν Ἐξόδῳ γεγραμμένον ἐκ προσώπου τοῦ θεοῦ, ἵνα λεχθῇ τοῖς υἱοῖς Ἰσραὴλ αἰτεῖν παρὰ γειτόνων καὶ συσκήνων σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν·