ἐπὶ τὴν Κωνσταντινούπολιν ἀφικόμενος, διὰ τιμῆς εἶχεν Εὐδόξιον. καὶ δυνάμενος μάλιστα ταῖς πρὸς Εὐνόμιον ὑποσχέσεσι πέρας ἐπιθεῖναι, τὴν γνώμην οὐκ εἶχεν συντρέχουσαν ὁ Εὐδόξιος. ἀλλὰ καὶ Εὐζωΐῳ παρῆν ὁ αὐτὸς καιρὸς ἄδειαν διδοὺς πράττειν ἅπερ ἐν Ἀντιοχείᾳ ὑπὲρ τῶν αὐτῶν συνοδικῶς διεπράξατο. τοσοῦτον δὲ αὐτῶν ἑκάτερος ἐδέησεν μνήμην ἔχειν ἐκείνων, ὥστε ὁ μὲν Εὐζώϊος εἰς τὸ κακολογεῖν τοὺς ἄνδρας ὧν ὑπερήσπιζεν ἀπετρέπετο, οὐρανοβάτας ἐπ' ἐκκλησίας εἰρωνευόμενος τοὺς ἀμφὶ τὸν Ἀέτιον, Αἰθιόπιόν τε τὸν Θεόφιλον ἐξυβρίζων, ὥσπερ οὐκ εὐσεβείας καὶ πίστεως τῶν ἀγώνων ὄντων, ἀλλὰ χρωμάτων ἐκλογῆς καὶ γένους. ὁ δὲ Εὐδόξιος ἄλλα τε κατ' αὐτῶν ἀπερρίπτει καὶ ἐπ' ἐκκλησίας· «ἀσεβεῖς μὲν αὐτούς, φησίν, οὐ λέγων, ὅπερ θέλουσιν ἀκούειν, ἵνα μὴ δόξῃ εὐπρόσωπος αὐτῶν ἡ ἀπόστασις εἶναι, λοιμοὺς μέντοι αὐτοὺς λέγω.» 9.4 Ὅτι κατὰ τὸ καρτερὸν οἱ περὶ Ἀέτιον καὶ Εὐνόμιον τῶν περὶ Εὐδόξιον διαστάντες καὶ Εὐζώϊον, τὴν μὲν Κωνσταντινούπολιν Φλωρεντίῳ ἐφεῖσαν. αὐτῶν δὲ ὁ μὲν Ἀέτιος ἐπὶ τὴν Λέσβον ἀποπλεῖ, κἀκεῖ περὶ Μιτυλήνην ἐν ἀγρῷ τινι διέτριβεν, τοὺς ἀφικνουμένους λόγοις δεξιούμενος· δῶρον δ' ἦν ὁ ἀγρὸς Ἰουλιανοῦ τοῦ βασιλέως τῆς πρὸς αὐτὸν διαθέσεως σύμβολον. ὁ δὲ Εὐνόμιος ἐπὶ τὴν Καλχηδόνα διάρας, ἐν αὐτῇ κατά τινα κῆπον, οἰκεῖον κτῆμα πλησιάζον τοῖς ἐπιθαλαττίοις τείχεσιν, ἐποιεῖτο τὴν δίαιταν, οὐδ' αὐτὸς τῶν προσιόντων ἐλάττω συνεισάγων τὴν πρόνοιαν. οὐδέτερος δ' αὐτῶν ἐκκλησίας ἦρχεν ἀποτεταγμένως, ἀλλὰ κοινοὺς αὐτοὺς οἱ ὁμόδοξοι πατέρας ἦγον καὶ ἡγεμόνας. ὁ δέ γε Εὐνόμιος οὐδὲ ἱερουργίας ἐξ οὗ τῆς Κυζίκου μετέστη οὔμενουν εἰς ὅσον ἐνεβίω χρόνον ἥψατο· καίτοι τῶν ὁμοδόξων ἐπισκόπων οὐδεὶς ἦν ὃς τῆς ἐκείνου γνώμης χωρὶς οὐδὲν τῶν ἐκκλησιαστικῶν διεπράττετο. 9.5 Ὅτι τρίτου τῆς βασιλείας ἔτους Οὐάλης ἐπιβάς, ἐπὶ Πέρσας ἐστράτευσε, καθ' ὃν καιρὸν καὶ Προκόπιος τὴν τυραννίδα κατὰ Κωνσταντινούπολιν ἐσκευάσατο. ὁ δὲ Προκόπιος οὗτος εἰς τὸ τοῦ Ἰουλιανοῦ γένος ἀνεφέρετο· καὶ πολλοὶ ἀνεκινοῦντο λογισμοὶ τὴν βασιλείαν αὐτῷ περιάπτοντες, καὶ τοὺς λογισμοὺς καὶ λόγοι διέφερον. διὰ τοῦτο, Ἰωβιανοῦ βασιλεύσαντος, τῆς Μεσοποταμίας οὗτος ἀποδρὰς καὶ πολλοὺς ἐν ταλαιπωρίᾳ τόπους ἀμείψας, φεύγων τε μετὰ τῆς γυναικὸς καὶ κρυπτόμενος, ὡς ἀπείρηκε πλανώμενος, τὸν ἔσχατον, φησί, ἀναρρίπτει κύβον. καὶ τὴν Καλχηδόνα καταλαβών, ἐν τῷ τοῦ Εὐνομίου ἀγρῷ, τῆς πόλεως ἔξωθεν διακειμένῳ, οὐδ' ἐπιδημοῦντος τοῦ δεσπότου, ἑαυτὸν κατακρύπτει· ἐκεῖθεν δὲ εἰς τὴν πόλιν διάρας, ἐγκρατὴς ἀναιμωτὶ τῆς βασιλείας γίνεται. εἶτα μετ' οὐ πολὺν χρόνον πολέμῳ συρραγεὶς Οὐάλεντι, προδοσίᾳ τῶν αὐτοῦ στρατηγῶν Γομαρίου καὶ Ἀγελίου ἡττᾶται· καὶ φεύγων καταλαμβάνει τὴν Νίκαιαν. τῇ δὲ ἐπαύριον διανοηθεὶς ἐκεῖθεν ἀπαίρειν, ὑπὸ Φλωρεντίου, ὃς φρούραρχος ὑπ' αὐτοῦ τῆς πόλεως κατέστη, συλλαμβάνεται, καὶ δεσμώτην αὐτὸν ὁ συλλαβὼν πρὸς Οὐάλην ἄγει. καὶ Προκόπιος μὲν τῆς κεφαλῆς ἀποτέμνεται, ἐπὶ μῆνας ἓξ μετεωρισθεὶς τῇ τυραννίδι· Φλωρεντίῳ δὲ οὐδὲ ἤρκεσεν εἰς σωτηρίαν ἡ προδοσία, ἀλλὰ πυρὶ διδόασιν αὐτὸν ὁ στρατὸς κατ' ὀργὴν παλαιάν, διότι φρουρῶν ἐκεῖνος ὑπὸ Προκοπίου τὴν Νίκαιαν πολλοὺς αὐτῶν ἐκάκωσεν αἱρουμένους τὰ Οὐάλεντος. 9.6 Ὅτι Προκοπίῳ ἔτι τῆς τυραννίδος ἐποχουμένῳ Εὐνόμιος πρὸς αὐτὸν ἐν Κυζίκῳ διάγοντα παραγίνεται. ἡ δὲ ἄφιξις λύσιν ἔπραττεν τῶν ἐν δεσμοῖς ὑπ' αὐτοῦ κατεχομένων· ὁ δεσμὸς δὲ τούτους ἐπίεζεν, ὅτιπερ ἔστεργον τὰ Οὐάλεντος, καὶ οἱ τῶν δεσμίων συγγενεῖς ἐξεβιάσαντο τὸν Εὐνόμιον τὴν πρεσβείαν ὑπελθεῖν. ὁ δὲ ὑπελθὼν καὶ τοὺς ἄνδρας λύσας, θᾶττον ἐπανῆκεν. Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ Ἀέτιον ὁ τῆς νήσου παρὰ τοῦ Προκοπίου σταλεὶς ἄρχειν, διαβληθέντα παρὰ τῶν ἐπιχωρίων τὰ Οὐάλεντος αἱρεῖσθαι, εἰς κρίσιν εἷλκεν· καὶ θάνατος ἂν βίαιος διεδέξατο τὴν διαβολήν, εἰ μή τις ἀφικόμενος κατ' ἐκεῖνο καιροῦ τῶν παραδυναστευόντων Προκοπίῳ, τὸν Ἀέτιον τοῦ ξίφους ἁρπάζει. καὶ γὰρ πρὸς γένους ὢν ὁ καταπεμφθεὶς ἐκ Προκοπίου Ἐρρενιανοῦ καὶ Γερρεσιανοῦ