εἶτα ἑξῆς λέγει καὶ τὰς αἰτίας. Αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι. αὐτὸς ἐγώ· οὐχ ἑτέρους, φησίν, ὑμῶν προτιμῶμαι εἰς τὸ προσελθεῖν τῷ Χριστῷ, ἀλλ' οὐδὲ ἐμὲ αὐτόν· εἱλόμην γὰρ ἂν μήπω προσελθεῖν αὐτῷ, ἂν διὰ τούτου ὑμεῖς προσήρχεσθε. Ὑπὲρ τῶν ἀδελφῶν μου. θέλων δεῖξαι τὴν ἄφατον αὐτοῦ στοργὴν καὶ σπουδὴν τὴν πρὸς Ἰουδαίους, αὐτίκα μετὰ τὸ εἰπεῖν ὅτι 516 οὐδέν με δύναται χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ, ἐπάγει· ἀλλ' ὑπὲρ τῶν ἀδελφῶν μου, εἰ ἦν τοῦτο συντελοῦν εἰς ὄνησιν αὐτῶν, ηὐξάμην ἂν χωρισθῆναι· τοῦτο γὰρ τὸ ἀνάθεμα συσσημαίνει. Ὁ ὢν ἐπὶ πάντων θεός. ἐνταῦθα λαμπρότατα θεὸν τὸν Χριστὸν ὀνομάζει ὁ ἀπόστολος. Rο+m9,6-7 Οὐ μόνον, φησίν, οὐκ ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ, ἀλλ' οὐδὲ οἷον ἐκπέπτωκεν, οἷον· ἀλλ' οὐδ' ἐγγὺς γέγονε τοῦ ἐκπεσεῖν ἢ δοκεῖν ἐκπεπτωκέναι. Εἰ οὐχὶ πάντες, φησίν, οἱ ἐκ σπέρματος Ἀβραάμ, οὗτοι καὶ τέκνα τοῦ Ἀβραάμ, δηλονότι ἄλλος ἐστὶ τρόπος ὁ ποιῶν αὐτοὺς τέκνα τοῦ Ἀβραάμ, καὶ οὐχὶ ἡ ἐξ αὐτοῦ γέννησις· τίς δὲ οὗτος; ὁ τῆς ἐπαγγελίας, τοῦτ' ἔστιν ἐκεῖνοι τέκνα εἰσίν, οἱ καὶ τῆς ἐπαγγελίας ἀξιωθέντες καὶ πληθυνθέντες ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, οἷοί εἰσιν οἱ πιστοί. Rο+m9,11-15 Εἰπών· πρόθεσις τοῦ θεοῦ, τὴν βουλὴν αὐτοῦ ἐδήλωσεν. εἰπών· κατ' ἐκλογήν, ἔδειξεν ὅτι καὶ διέφερον ἀλλήλων· οὐδεὶς γὰρ ἐκλέγεται ἕτερον ἀφ' ἑτέρου, εἰ μή τι αὐτοῦ διαλλάσσει. εἰπὼν δέ· οὐκ ἐξ ἔργων, παρέστησε τὸ μέγεθος τῆς κλήσεως καὶ τῆς χάριτος αὐτοῦ, ὅτι καὶ μηδὲν πραξάντων ἐκλέγεται καὶ προσκαλεῖται. ἀλλ' εἰ μηδὲν πραξάντων ἐκλέγεται, πῶς ἐκλέγεται; ἡ μὲν γὰρ ἐκλογὴ ἐπὶ τῶν κατά τι γίνεται διαφερόντων, οἱ δὲ μηδὲν πράξαντες τί διαφέρουσιν; καὶ πάνυ· ἀνθρωπίνοις μὲν γὰρ ὀφθαλμοῖς, ἐπεὶ οὐδὲν ἔπραξαν, οὐδὲν διαφέρουσιν, θείᾳ δὲ προγνώσει τοῦ μέλλοντος πολλὰ διαφέρουσιν· καὶ γὰρ ὁ μὲν εὐηρέστησε τῷ θεῷ, ὁ δὲ οὐκέτι. ὥστε ἡ ἐκλογὴ καὶ οὐκ ἐξ ἔργων γέγονε, καὶ ἀπὸ τῆς κλήσεως καὶ τῆς χάριτος γέγονεν. καὶ δικαία γέγονεν, ἀλλὰ τὸ δίκαιον τοὺς ἀνθρώπους ἐλάνθανεν, ὥσπερ πλέον καὶ ἔτι νῦν λανθάνει τὸ δίκαιον ἐπὶ τῆς ἀναιρέσεως τῶν μοσχοποιησάντων· πάντων γὰρ μοσχοποιησάντων οὐ πάντες ἀνῃρέθησαν. ἀλλ' εἰ καὶ τοὺς ἀνθρώπους τὸ ἐν τῇ τούτων ἀναιρέσει ἐκπέφευγε δίκαιον, τῷ κριτῇ τῶν ὅλων ἀκριβῶς καὶ ἀδιαπτώτως ἔγνωσται, καὶ ἐπὶ μυρίων δὲ ἄλλων ὡσαύτως καὶ ἐπὶ τῶν καθ' ἑκάστην συμβαινόντων· πολλὰ γὰρ ἀγνώστους ἡμῖν ἔχοντα τοὺς λόγους καὶ τοῖς ἀσυνέτοις ἄλογα δοκοῦντα διὰ τοῦτο, τῷ παντεπόπτῃ καὶ παντεφόρῳ τῆς δίκης ὀφθαλμῷ δικαίως καὶ κρίνεται γεγενῆσθαι καὶ διαπράττεται. ὁ δὲ θεῖος Παῦλός φησιν, ὅτι εἰ καὶ μηδεὶς λόγος ἀπόρρητος ἐνῆν τοῖς πραττομένοις, οὐδ' οὕτως ἐχρῆν τινας ἀδημο 517 νεῖν καὶ ἐπικαλεῖν, διὰ τί ὁ μὲν οὕτως ὁ δὲ οὕτως τὸν βίον διαπορεύεται· ἐξουσίαν γὰρ ἔχει ὁ πλάστης δημιουργεῖν ὡς βούλεται. τοῦτο δὲ ἐκ περιουσίας φησίν, ἐπεὶ καὶ τὸν προειρημένον τρόπον τῆς ἀπολογίας φησὶν ἐν οἷς λέγει ὅτι ἡ γραφὴ λέγει τῷ Φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε καὶ ἑξῆς. ἐνταῦθα γὰρ οἱονεί φησιν ὅτι ἄλογον ἂν ἔδοξε τοῖς πολλοῖς τὸ ὑψωθῆναι τὸν Φαραὼ καὶ βασιλεῦσαι, μιαρὸν οὕτω καὶ ὠμὸν καὶ ἀπάνθρωπον ὄντα, ἀλλ' ἡ γραφὴ διδάξασα τὴν αἰτίαν εἰς εὔλογον μετενήνοχε τὸ ἄλογον. καίτοι, φησί, καὶ αὐτὸ τὸ εὔλογον καὶ ἡ λύσις ἀπορίαν πάλιν τοῖς φιλονείκοις καὶ ἀγνώμοσι δύναται τεκεῖν· ἐροῦσι γὰρ ὅτι, εἰ διὰ τοῦτο ἐξήγειρε τὸν Φαραὼ εἰς βασιλέα, ἵνα τὸ ὄνομα αὐτοῦ τιμωρησαμένου αὐτὸν τιμωρίᾳ παραδόξῳ καὶ θαυμαστῇ ἐνδοξασθῇ, τί ὅτι μέμφεται αὐτόν; μᾶλλον δέ· τί ὅτι ἐτιμωρήσατο αὐτόν; ἃ γὰρ ἥμαρτεν, εἰς δόξαν αὐτοῦ ἥμαρτεν· εἰ μὴ γὰρ ἥμαρτεν, οὐκ ἂν ἐτιμωρήσατο· εἰ μὴ ἐτιμωρήσατο, οὐκ ἂν ἐδοξάσθη. ἀλλὰ τοῦτο ἐβούλετο· ὅπως γάρ, φησίν, ἐνδείξωμαι καὶ ἑξῆς. εἰ δὲ ἐβούλετο, τίς ἀντιστῆναι δύναται αὐτοῦ τῷ βουλήματι; ὁρᾷς πῶς ἡ τῆς ἀπορίας λύσις καὶ τῆς αἰτίας ἀπόδοσις οὐκ ἔλυσε τὸ ἀπορούμενον τοῖς ἀγνώμοσιν, ἀλλὰ καὶ ἑτέρας ἀπορίας ἀφορμὴ γέγονεν; δι' ὃ ἄμεινον μὴ ζητεῖν τὰς τοιαύτας αἰτίας, ἢ ζητοῦντας μειζόνων ἀποριῶν αἰτίας τὰς λύσεις ποιεῖσθαι· τοῦτο γὰρ εὐγνωμόνων