ταὐτὸν προστησάμενον αὐταρκέστατον· τοιοῦτον δὲ τὸ θεῖον πᾶν. οὔτε οὖν τῶν ἄλλων δεῖται, αὐτοαγαθότης ὑπάρχον, οὔτε ἐξ ὧν ὑφέστηκεν, ἑνιαῖον ὑπάρχον. 128 Πᾶς θεός, ὑπὸ μὲν τῶν ἐγγυτέρω μετεχόμενος, ἀμέσως μετέχεται· ὑπὸ δὲ τῶν πορρωτέρω, διὰ μέσων ἢ ἐλαττόνων ἢ πλειόνων τινῶν. τὰ μὲν γάρ, διὰ συγγένειαν ἑνοειδῆ καὶ αὐτὰ ὄντα, μετέχειν αὐτόθεν δύναται τῶν θείων ἑνάδων· τὰ δὲ δι' ὕφεσιν καὶ τὴν εἰς πλῆθος ἔκτασιν ἄλλων δεῖται τῶν μᾶλλον ἡνωμένων ἵνα μετά σχῃ τῶν αὐτοενάδων οὐσῶν, ἀλλ' οὐχ ἡνωμένων. τῆς γὰρ ἑνάδος μεταξὺ καὶ τοῦ διῃρημένου πλήθους ἐστὶ τὸ ἡνωμένον πλῆθος, συμφύεσθαι μὲν τῇ ἑνάδι δυνάμενον διὰ τὴν ἕνωσιν, συγγενὲς δέ πως ὂν καὶ τῷ διῃρημένῳ πλήθει διὰ τὴν τοῦ πλήθους ἔμφασιν. 129 Πᾶν μὲν σῶμα θεῖον διὰ ψυχῆς ἐστι θεῖον τῆς ἐκθεου μένης, πᾶσα δὲ ψυχὴ θεία διὰ τοῦ θείου νοῦ, πᾶς δὲ νοῦς [θεῖος] κατὰ μέθεξιν τῆς θείας ἑνάδος· καὶ ἡ μὲν ἑνὰς αὐτόθεν θεός, ὁ δὲ νοῦς θειότατον, ἡ δὲ ψυχὴ θεία, τὸ δὲ σῶμα θεοειδές. εἰ γὰρ ὑπὲρ νοῦν ἐστιν ἅπας ὁ τῶν θεῶν ἀριθμός, αἱ δὲ μεθ έξεις διὰ τῶν συγγενῶν καὶ τῶν ὁμοίων ἐπιτελοῦνται, ἡ μὲν ἀμέριστος οὐσία μεθέξει πρώτως τῶν ὑπερουσίων ἑνάδων, δευτέ ρως δὲ ἡ γενέσεως ἐφαπτομένη, τρίτως δὲ ἡ γένεσις· καὶ ἕκαστα διὰ τῶν προσεχῶς ὑπερκειμένων. καὶ φοιτᾷ μὲν ἄχρι τῶν ἐσχάτων ἐν τοῖς μετέχουσιν ἡ τῶν θεῶν ἰδιότης, διὰ μέσων δὲ τῶν πρὸς ἑαυτὴν συγγενῶν. ἡ γὰρ ἑνὰς πρώτῳ μὲν τῷ νῷ δίδωσι τὴν ἑαυτῆς ἐξαίρετον ἐν τοῖς θείοις δύναμιν, καὶ ἀποτελεῖ κἀκεῖνον τοιοῦτον νοῦν, οἵα ἐστὶ καὶ αὐτὴ κατὰ τὸ ἑνιαῖον πλῆ θος. διὰ δὲ νοῦ καὶ ψυχῇ πάρεστι, συνεξάπτουσα κἀκείνην τῷ νῷ καὶ συνεκπυροῦσα, εἰ ὁ νοῦς οὗτος εἴη μεθεκτός. διὰ δὲ ψυχῆς ἀπήχημα τῆς οἰκείας ἰδιότητος καὶ τῷ σώματι δίδωσιν, εἰ μετέχοι τι σῶμα ψυχῆς· καὶ οὕτω γίνεται τὸ σῶμα οὐ μόνον ἔμψυχον καὶ νοερόν, ἀλλὰ καὶ θεῖον, ζωὴν μὲν καὶ κίνησιν λαβὸν παρὰ ψυχῆς, διαμονὴν δὲ ἄλυτον ἀπὸ νοῦ, ἕνωσιν δὲ θείαν ἀπὸ τῆς μετεχομένης ἑνάδος· ἕκαστον γὰρ τῆς ἑαυτοῦ ὑπάρξεως μεταδίδωσι τοῖς ἐφεξῆς. 130 Πάσης θείας τάξεως τὰ πρῶτα μειζόνως ἐξῄρηται τῶν προσεχῶς ὑπ' αὐτὰ τεταγμένων ἢ ταῦτα τῶν ἐφεξῆς, καὶ μει ζόνως ἐξέχεται τὰ δεύτερα τῶν προσεχῶς ὑπερκειμένων ἢ τούτων τὰ μετὰ ταῦτα. ὅσῳ γὰρ ἂν ἑνικώτερον ᾖ τι καὶ ὁλικώτερον, τοσούτῳ καὶ τὴν ὑπεροχὴν ἔλαχε μείζονα πρὸς τὰ ἐφεξῆς, ὅσῳ δ' ἂν ὑφει μένον κατὰ τὴν δύναμιν, τοσούτῳ μᾶλλόν ἐστι τοῖς μετ' αὐτὸ συμφυέστερον· καὶ τὰ μὲν ὑψηλότερα μᾶλλον ἑνίζεται τοῖς ἑαυτῶν αἰτιωτέροις, τὰ δὲ καταδεέστερα ἧττον. δυνάμεως γάρ ἐστι μείζονος τὸ μᾶλλον ἐξῃρῆσθαι τῶν ὑφειμένων καὶ μᾶλλον ἡνῶσθαι τοῖς κρείττοσιν· ὥσπερ αὖ ἔμπαλιν τὸ τῶν μὲν ἀφί στασθαι μᾶλλον, τοῖς δὲ συμπάσχειν, ἐλάττωσίς ἐστι δυνά μεως, ὃ δὴ συμβαίνει τοῖς δευτέροις καθ' ἑκάστην τάξιν, ἀλλ' οὐ τοῖς πρώτοις. 131 Πᾶς θεὸς ἀφ' ἑαυτοῦ τῆς οἰκείας ἐνεργείας ἄρχεται. τὴν γὰρ ἰδιότητα τῆς εἰς τὰ δεύτερα παρουσίας ἐν ἑαυτῷ πρῶτον ἐπιδείκνυσι· διότι δὴ καὶ τοῖς ἄλλοις ἑαυτοῦ μεταδίδωσι, κατὰ τὸ ὑπέρπληρες ἑαυτοῦ. οὔτε γὰρ τὸ ἐλλεῖπον οἰκεῖον τοῖς θεοῖς οὔτε τὸ πλῆρες μόνον. τὸ μὲν γὰρ ἐλλεῖπον πᾶν ἀτελὲς ὑπάρχει, καὶ ἄλλο τέλειον ποιεῖν, αὐτὸ μὴ τέλειον ὑπάρχον, ἀμήχανον· τὸ δὲ πλῆρες αὔταρκες μόνον, οὔπω δὲ εἰς μετάδοσιν ἕτοιμον. ὑπέρπληρες ἄρα εἶναι δεῖ τὸ πληρωτικὸν ἄλλων καὶ εἰς ἄλλα διατεῖνον τὰς ἑαυτοῦ χορηγίας. εἰ οὖν τὸ θεῖον ἅπαντα ἀφ' ἑαυτοῦ πληροῖ τῶν ἀγαθῶν τῶν ἐν αὐτῷ, ἕκαστον ὑπέρπληρές ἐστιν· εἰ δὲ τοῦτο, ἐν ἑαυτῷ πρώτῳ τὴν ἰδιότητα ἱδρυσάμενον ὧν δίδωσι τοῖς ἄλλοις, οὕτω δὴ κἀκείνοις ἐπορέγει τὰς μεταδόσεις τῆς ὑπερπλήρους ἀγαθότητος. 132 Πᾶσαι τῶν θεῶν αἱ τάξεις μεσότητι συνδέδενται. καὶ γὰρ πᾶσαι τῶν ὄντων αἱ πρόοδοι διὰ τῶν ὁμοίων ἀποτε λοῦνται· καὶ πολλῷ δὴ μᾶλλον αἱ τῶν θεῶν διακοσμήσεις ἀδιά λυτον κέκτηνται τὴν συνέχειαν, ἅτε ἑνοειδῶς ὑφεστηκυῖαι καὶ κατὰ τὸ ἓν ἀφωρισμέναι τὸ ἀρχηγικὸν αὐτῶν αἴτιον. ἡνω μένως οὖν αἱ ὑφέσεις γίνονται καὶ μειζόνως ἢ κατὰ τὴν ἐν τοῖς οὖσι τῶν δευτέρων πρὸς τὰ πρῶτα ὁμοιότητα, ὅσῳ δὴ καὶ ἡ τῶν θεῶν ὕπαρξις ἐν τῷ