ἀγαθῶν εὐφορία κατὰ ταὐτὸν ὑπὸ τοὺς χρόνους Κωνσταντίνου τοῦ βασιλέως ἐγένετο. 1.22 Περὶ Μάνετος τοῦ ἀρχηγοῦ τῆς αἱρέσεως τῶν Μανιχαίων, καὶ ὅθεν ἦν τὴν ἀρχήν. Ἀλλὰ μεταξὺ τοῦ χρηστοῦ σίτου εἴωθε καὶ ζιζάνια φύεσθαι· φθόνος γὰρ τοῖς ἀγαθοῖς ἐφεδρεύειν φιλεῖ. Παρεφύη γὰρ μικρὸν ἔμπροσθεν τῶν Κωνσταντίνου χρόνων τῷ ἀληθεῖ Χριστιανισμῷ Ἑλληνίζων Χριστιανισμὸς, καθάπερ καὶ τοῖς προφήταις ψευδοπροφῆται, καὶ ἀποστόλοις ψευδαπόστολοι παρεφύοντο. Τηνικαῦτα γὰρ τὸ Ἐμπεδοκλέους τοῦ παρ' Ἕλλησι φιλοσόφου δόγμα διὰ τοῦ Μανιχαίου Χριστιανισμὸν ὑπεκρίνατο· περὶ οὗ Εὐσέβιος μὲν ὁ Παμφίλου ἐν τῇ ἑβδόμῃ τῆς ἐκκλησιαστικῆς ἱστορίας ἐπεμνήσθη· οὐ μὴν ἀκριβῶς διηγήσατο. ∆ιόπερ τὸ παραλειφθὲν ἐκείνῳ ἀναπληρῶσαι ἀναγκαῖον ἡγοῦμαι· γνωσθήσεται γὰρ, τίς τε ὢν ὁ Μανιχαῖος καὶ πόθεν, τοιαῦτα ἐτόλμησε. Σκυθιανός τις Σαρακηνὸς γυναῖκα εἶχεν αἰχμάλωτον ἐκ τῶν ἄνω Θηβῶν· δι' ἣν τὴν Αἴγυπτον οἰκήσας, καὶ τὴν Αἰγυπτίων παιδείαν μαθὼν, τὴν Ἐμπεδοκλέους καὶ Πυθαγόρου δόξαν εἰς τὸν Χριστιανισμὸν παρεισήγαγε· δύο φύσεις εἰπὼν, ἀγαθήν τε καὶ πονηρὰν, ὡς καὶ Ἐμπεδοκλῆς, νεῖκος ὀνομάζων τὴν πονηρὰν, φιλίαν δὲ τὴν ἀγαθήν. Τούτου δὲ τοῦ Σκυθιανοῦ μαθητὴς γίνεται Βούδδας, πρότερον Τερέβινθος καλούμενος· ὅς τις ἐπὶ τὴν Βαβυλωνίαν χώραν ὁρμήσας, ἥ τις ὑπὸ Περσῶν οἰκεῖται, πολλὰ περὶ ἑαυτοῦ ἐτερατεύετο, φάσκων ἐκ παρθένου γεγενῆσθαι, καὶ ἐν ὄρεσιν ἀνατετράφθαι. Εἶτα συγγράφει βιβλία τέσσαρα, ἓν μὲν ἐπονομάσας «τῶν Μυστηρίων,» ἕτερον δὲ, «τὸ Εὐαγγέλιον·» καὶ «τὸν Θησαυρὸν» τρίτον, καὶ «τὰ Κεφάλαια» τέταρτον. Τελετὰς δέ τινας ποιεῖν σχηματιζόμενος, ἐδισκεύθη ὑπὸ πνεύματος, καὶ οὕτως ἀπώλετο. Γυνὴ δέ τις, παρ' ᾗ κατέλυεν, ἔθαψεν αὐτόν· καὶ τὰ ἐκείνου χρήματα κατασχοῦσα, παιδάριον ὠνήσατο, περὶ ἑπτὰ ἔτη τὴν ἡλικίαν, ὀνόματι Κούβρικον· τοῦτον ἐλευθερώσασα, καὶ γράμματα ἐκδιδάξασα, μετὰ χρόνον ἐτελεύτησε, πάντα αὐτῷ τὰ χρήματα τοῦ Τερεβίνθου καταλείψασα, καὶ τὰ βιβλία ἅπερ ἦν συντάξας ἐκεῖνος, ὑπὸ Σκυθιανῷ παιδευόμενος. Ταῦτα λαβὼν ὁ ἀπελεύθερος Κούβρικος, καὶ ἐπὶ τὰ Περσῶν μέρη χωρήσας, μετονομάζει μὲν ἑαυτὸν Μάνην· τὰ δὲ τοῦ Βούδδα ἤτοι Τερεβίνθου βιβλία, ὡς οἰκεῖα, τοῖς ὑπ' αὐτοῦ πλανηθεῖσιν ἐξέδωκεν. Αἱ τῶν βίβλων τοίνυν ὑποθέσεις Χριστιανίζουσι μὲν τῇ φωνῇ, τοῖς δὲ δόγμασιν Ἑλληνίζουσι· καὶ γὰρ πολλοὺς θεοὺς σέβειν ὁ Μανιχαῖος προτρέπεται ἄθεος ὢν, καὶ τὸν ἥλιον προσκυνεῖν διδάσκει· καὶ εἱμαρμένην εἰσάγει, καὶ τὸ ἐφ' ἡμῖν ἀναιρεῖ· καὶ μετενσωμάτωσιν δογματίζει, φανερῶς Ἐμπεδοκλέους καὶ Πυθαγόρου καὶ Αἰγυπτίων ταῖς δόξαις ἀκολουθήσας· καὶ τὸν Χριστὸν ἐν σαρκὶ γεγονέναι οὐ βούλεται, φάντασμα αὐτὸν λέγων εἶναι· καὶ νόμον καὶ προφήτας ἀθετεῖ· καὶ ἑαυτὸν ὀνομάζει Παράκλητον· ἅπερ πάντα ἀλλότρια τῆς ὀρθοδόξου ἐκκλησίας καθέστηκεν. Ἐν δὲ ταῖς ἐπιστολαῖς, καὶ ἀπόστολον ἑαυτὸν ὀνομάζειν ἐτόλμησεν. Ἀλλὰ τοῦ τηλικούτου ψεύδους ἀξίαν εὕρετο δίκην διὰ τοιάνδε αἰτίαν. Τοῦ βασιλέως Περσῶν υἱὸς νόσῳ περιπεπτώκει· ὁ δὲ πατὴρ, τὸ δὴ λεγόμενον, πάντα λίθον ἐκίνει, τὸν υἱὸν σωθῆναι βουλόμενος· μαθών τε περὶ τοῦ Μανιχαίου, καὶ τὰς τερατείας αὐτοῦ νομίσας εἶναι ἀληθεῖς, ὡς ἀπόστολον μεταπέμπεται, πιστεύσας δι' αὐτοῦ σωθήσεσθαι τὸν υἱόν. Ὁ δὲ παραγενόμενος μετὰ τοῦ ἐπιπλάστου σχήματος ἐγχειρίζεται τὸν τοῦ βασιλέως υἱόν· ὁ δὲ βασιλεὺς ἑωρακὼς ὅτι ὁ παῖς ἐν ταῖς χερσὶν αὐτοῦ ἐτεθνήκει, συγκλείσας αὐτὸν, τιμωρεῖσθαι ἕτοιμος ἦν· ὁ δὲ διαδρὰς ἐπὶ τὴν Μεσοποταμίαν διασώζεται. Μαθών τε αὐτὸν ὁ τῶν Περσῶν βασιλεὺς ἐκεῖ διατρίβειν, ἀνάρπαστον ποιήσας, ζῶντα ἐξέδειρεν· καὶ ἀχύρων τὴν δορὰν πληρώσας, πρὸ τῆς πύλης τῆς πόλεως προὔθηκε. Ταῦτα δὲ ἡμεῖς, οὐ πλάσαντες λέγομεν, ἀλλὰ διαλόγῳ Ἀρχελάου τοῦ ἐπισκόπου Κασχάρων, μιᾶς τῶν ἐν Μεσοποταμίᾳ πόλεων, ἐντυχόντες συνηγάγομεν. Αὐτὸς γὰρ Ἀρχέλαος διαλεχθῆναι αὐτῷ φησὶ κατὰ πρόσωπον, καὶ τὰ προγεγραμμένα εἰς τὸν βίον αὐτοῦ ἐκτίθεται. Τοῖς οὖν ἀγαθοῖς ἐνακμάζουσιν ὁ φθόνος, καθὰ ἔφην, ἐφεδρεύειν φιλεῖ.