λίθους καὶ μαργαρίτας πολλοὺς καὶ τιμίους ὑφείλετο· ἔλαβε δὲ καὶ παρὰ τοῦ βασιλέως τῶν Ἰνδῶν ὥστε τῷ βασιλεῖ δῶρα κομίσαι, καὶ ἐπανελθὼν εἰς τὸ Βυζάντιον δέδωκεν ὡς ἴδια τῷ βασιλεῖ. θαυμάζοντι δὲ αὐτῷ ἔφη καὶ ἄλλα διὰ γῆς προπέμψαι, ἀλλ' ἀφαιρεθῆναι ὑπὸ Περσῶν. γράφει οὖν ἀποτόμως Κωνσταντῖνος πρὸς Σαβώρην ἀποσταλῆναι αὐτά. καὶ δεξάμενος Σαβώρης οὐκ ἀνταπέστειλε, καὶ διὰ τοῦτο ἐλύθη ἡ εἰρήνη. ἐκ τούτων οὖν τῶν λίθων ἔργον ποιήσας ὁ βασιλεὺς ἀπέστειλε τοῖς πέρα τοῦ ∆ανουβίου ἔθνεσιν, ἐπιγράφας "τῷ μείζονι τὸ δῶρον·" ὅπερ γέγονεν αὐτοῖς ὀλέθρου αἴτιον διὰ τὴν ἐπιγραφήν. φασὶ δὲ αὐτὸν πρῶτον πάντων τῶν βασιλέων διαδήματι χρήσασθαι καὶ μαργαρίταις καὶ ἄλλοις λίθοις περιεργότερον κοσμηθῆναι. ἀλλὰ καὶ πτύχας εὐαγγελίων χρυσᾶς διὰ μαργαριτῶν καὶ λίθων κατασκευάσας ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ προσήγαγε θαύματος ἀξίας. οὗτος ἐξέθετο νόμον ὥστε τοὺς τῶν εἰδώλων ναοὺς καὶ τὰς τούτων προσόδους ἀποδίδοσθαι τοῖς Χριστιανῶν ἱερεῦσι, καὶ μόνους Χριστιανοὺς ἄρχειν καὶ στρατεύεσθαι. Τῷ εἰκοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ γέγονεν ἡ ἐν Νικαίᾳ πρώτη σύνοδος κατὰ Ἀρείου πρεσβυτέρου Ἀλεξανδρείας, ὑπὸ πατέρων ἁγίων τιηʹ. τὸν δὲ χρόνον ὡς ἐν παρασημειώσεσιν εὕρομεν, ἔτη ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος τε87 λευτῆς χλʹ, καθὰ Σωκράτει τῷ ἱστορικῷ δοκεῖ. ὑπῆρχον δὲ πατέρες Σίλβεστρος πάπας Ῥώμης, Μητροφάνης τῆς Κωνσταντινουπόλεως τῆς Βυζαντίδος, Ἀλέξανδρος Ἀλεξανδρείας, Εὐστάθιος Ἀντιοχείας, Μακάριος Ἱεροσολύμων. συνῆλθονδὲ κατὰ Ἀρείου βλασφημοῦντος τὸν θεὸν λόγον κτίσμα εἶναι καὶ ἑτεροούσιον τοῦ πατρός, καὶ ὅτι ἦν ὅτε οὐκ ἦν. Κτίζει δὲ τὴν πόλιν, ἀπὸ μὲν τῆς ἐλεύσεως αὐτοῦ τῆς πρὸς τὸ Βυζάντιον εἰκοστὸν πρῶτον ἔτος, ἀπὸ δὲ τῆς ἀρχῆς τῆς βασιλείας αὐτοῦ ἔτη κεʹ, ἀπὸ δὲ Ἀδὰμ ἔτος ἦν εωλζʹ. ἐντεῦθεν ἦλθεν εἰς τὸ Βυζάντιον, ἀναλαβὼν καὶ τοὺς ἁγίους καὶ ἐμφανεῖς πατέρας πρὸς τὸ εὐλογηθῆναι παρ' αὐτῶν τὴν πόλιν ἣν ἔκτισεν. ἦν δὲ οἰκοδομήσας παλάτιον καὶ ἱππικὸν καὶ τοὺς δύο τερπνοὺς ἐμβόλους καὶ τὸν φόρον, ἐν ᾧ κίονα μονόλιθον καὶ ὁλοπόρφυρον ἔστησεν, ἐκ Ῥώμης ἀγαγών, ἐκδήσας αὐτὸν διὰ χαλκῶν ζωνῶν γεγραμμισμένων. ἱδρύσατο δὲ ἐπάνω αὐτοῦ ἀνδριάντα ἐπ' ὀνόματι αὐτοῦ, ἐπιγράψας διὰ τὰς ἐν αὐτῷ ἀκτῖνας "Κωνσταντίνῳ λάμποντι ἡλίου δίκην." ὃς ἦν μὲν ἔργον Φειδίου, ἤχθη δὲ ἐξ Ἀθηνῶν. Οὗτος ἐν Κωνσταντινουπόλει λείψανα τῶν ἁγίων ἀποστόλων εἰσῆξεν, Ἀνδρέου καὶ Λουκᾶ καὶ Τιμοθέου, καὶ κατέθηκεν ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων. εἶτα κατὰ Περσῶν νικήσας ἀπὸ Νικομηδείας ἐν τοῖς Πυθίοις θερμοῖς παραγίνε88 ται, καὶ κακωθείς, ἐκεῖθέν τε δι' Ἑλενοπόλεως ἐν τῷ χάρακι ἐλθὼν πυρετοῦ λάβρου κατασχόντος αὐτὸν ἐτελεύτησε μετὰ ἔννατον τοῦ οἰκισμοῦ Κωνσταντινουπόλεως. καὶ ἀπεκομίσθη τὸ λείψανον αὐτοῦ ἐν τῷ ναῷ ἁγίων ἀποστόλων, καὶ ἀπετέθη ἐν λάρνακι πορφυρῷ ἤτοι Ῥωμαίῳ, αὐτός τε καὶ ἡ μήτηρ αὐτοῦ Ἑλένη, πρὸ δώδεκα ἐτῶν τῆς αὐτοῦ τελευτῆς θανοῦσα, καὶ ἡ γυνὴ αὐτοῦ Φαύστα, θυγάτηρ Μαξιμιανοῦ τοῦ Ἑρκουλίου, καταλείψας τρεῖς υἱούς, Κωνστάντιον Κώνσταντα καὶ Κωνσταντῖνον, διορισάμενος Κωνστάντιον μὲν ἔχειν τὰ Θρᾴκης καὶ ἑώας μέρη, Κώνσταντα δὲ Κρήτην καὶ Ἀφρικὴν καὶ τὸ Ἰλλυρικόν, Κωνσταντῖνον δὲ τὰ πρὸς Ὠκεανὸν ἑσπέρια. Κωνσταντίνου τοῦ θείου ὑπὸ Ἑλλήνων φιλοσόφων ὀνειδισθέντος εἰς τὸ Βυζάντιον, ὡς οὐ πράττοι καλῶς παρὰ τὰ ἔθη τῶν παρὰ Ῥωμαίοις βασιλευσάντων διαγινόμενος, ἀλλὰ νεωτερίζοι τὴν θρησκείαν μεταθέμενος, ἔδοξεν αὐτῷ ἕνα τῶν φιλοσόφων διαλεχθῆναι Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ τοῦ Βυζαντίου περὶ τῆς πίστεως. οὗτος Ἀλέξανδρος πατριάρχης ἦν πρὸς τὸ τέλος τοῦ μεγάλου Κωνσταντίνου. λόγων δὲ ἄπειρος ὢν ὁ Ἀλέξανδρος, τὰ δὲ ἄλλα θεῖος, ἐν τῇ ἡμέρᾳ τῆς διαλέξεως εἶπε τῷ διαλεκτικῷ φιλοσόφῳ "ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἐπιτάττω σοι σιωπᾶν καὶ μὴ φθέγγεσθαι·" ἅμα δὲ τῷ λόγῳ ἐφιμώθη καὶ διέμεινεν ἄλαλος. Εὐσεβίῳ δὲ τῷ Παμφίλου βίβλους ἱερὰς Κωνσταντῖνος κατασκευάσαι προσέταξε λόγῳ τῶν ἐκκλησιῶν