1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

27

Ὅτι μὲν τῶν δυσωνύμων αἱρέσεων αἱ πλείους τοῖς ἀρχεγόνοις Βαλεντίνου θεοῖς τῷ Βυθῷ καὶ τῇ Σιγῇ παρεδόθησαν, ἐν τοῖς ἤδη γραφεῖσι βιβλίοις δε δήλωται. Μαρτυροῦσι δὲ τῷ λόγῳ πόλεις καὶ κῶμαι τούτων ἀπηλλαγμέναι. Ἀλλ' ὁ τοῦ ψεύδους πατὴρ, ὃν ἀνθρωποκτόνον εἰκότως ὁ Κύριος προσηγόρευσεν (ἀεὶ γὰρ ταῖς τῶν ἀνθρώπων ἐπιβουλεύει ψυχαῖς), ἑτέρας ἐπιβουλῶν ἐτεκτήνατο μηχανάς. Συνιδὼν γὰρ, ὡς μυσαρὰ πᾶσιν εἶναι δοκεῖ τὰ περὶ Θεοῦ τῶν ὅλων παρὰ τῶν ἐκείνου φοιτητῶν εἰρημένα, καὶ τῆς οἰκο νομίας οἱ λόγοι τὸ πιθανὸν οὐκ ἐσχήκασιν· οἱ μὲν γὰρ γυμνὴν ἔφασαν ἐπιφανῆναι θεότητα, οἱ δὲ μόνην ἀνθρωπότητα θεότητος ἔρημον τὴν οἰκονομίαν ἐργά σασθαι· ἐκέρασεν ἀσέβειαν ἑκατέρας ἀπηλλαγμένην ὑπερβολῆς. Αʹ. -Περὶ Ἀρείου. Καὶ τὸν Ἄρειον εὑρὼν ἀνθρωπίνης ὀριγνώμενον δόξης, καὶ τῆς ἀλαζονείας ἐν αὐτῷ τὸ πάθος ἐπύρ σευσε, καὶ τῆς αἱρέσεως τὸν πλάνον ἐνέθηκεν. Οὗ τος γὰρ εἰς τῶν πρεσβυτέρων κατάλογον τῆς Ἀλεξανδρέων Ἐκκλησίας τελῶν, καὶ τὸν μέγαν Ἀλέξανδρον τοῖς ἀρχιερατικοῖς ἐνιδρυθέντα θώκοις ἰδὼν, τοῦ φθόνου τὸ κέντρον ἐδέξατο, καὶ τῆς πρὸς αὐτὸν ἁψιμαχίας ἐπιζητῶν ἀφορμὰς, πρόφασιν εὗρε τὴν τῶν δογμάτων ἀσέβειαν. Ἐκείνου γὰρ τὴν ἀποστο λικὴν πόαν τῇ ποίμνῃ προσφέροντος, καὶ πρὸς τὰς εὐαγγελικὰς τὰ πρόβατα ποδηγοῦντος πηγὰς, οὗτος 83.413 ἀντεῖπε. τοῖς λεγομένοις, καὶ τοῦ πανσόφου διδασκά λου τοῦ Πατρὸς τὸν Υἱὸν ὁμοούσιον λέγοντος, οὗτος ἀντέλεγε, κτίσμα ἀποκαλῶν, ὃν υἱὸν γνήσιον προσηγόρευσε· κἀκείνου τὸν Θεὸν Λόγον συναΐδιον λέγοντος τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς ἐν ἀρχῇ ὄντα, καὶ Θεὸν ὄντα Λόγον, καὶ ἀπαύγασμα τῆς δόξης· οὗτος ἐξ οὐκ ὄντων ἔλεγε γεγενῆσθαι τὸν ὄντα, καὶ τρεπτὴν αὐτὸν ἔχειν ἔφησε φύσιν. Καὶ μέντοι καὶ τὸν τῆς ἐνανθρωπήσεως ἠκρωτηρίασε λόγον. Σῶμα γὰρ αὐτὸν ἄψυχον ἔφη εἰληφέναι, ἐνηργηκέναι δὲ τὰ τῆς ψυχῆς τὴν θεότητα, ὥστε ταύτῃ προσάψαι τὴν ἀπὸ τοῦ σώματος ἐγγινο μένην συμπάθειαν. Οὗτος καὶ τῆς δοξολογίας τοὺς νόμους καταλιπὼν, οὓς οἱ ἐξ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ Λόγου παρέδοσαν, ἕτερον ἐπεισήγαγε τύπον, δοξάζειν, τοὺς ἐξηπατημένους διδάξας τὸν Πατέρα διὰ τοῦ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι. Καὶ τὴν μὲν ἐπὶ τοῦ θείου βαπτίσματος γινομένην ἐπίκλησιν ἐναλλάξαι διὰ τὸ τῆς παραβάσεως προφανὲς οὐκ ἐθάῤῥησεν· ἀλλὰ κατὰ τὴν ∆εσποτικὴν ἐντολὴν, βα πτίζειν μὲν παρέδωκεν εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· δοξάζειν δὲ κατὰ τὸν τοῦ βαπτίσματος διεκώλυσε νόμον, καίτοι τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, οὐχ ἁπλῶς βαπτίσαι, ἀλλὰ πρότερον μαθητεῦσαι προστεταχότος. "Πορευθέντες γὰρ, ἔφη, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος." Κατὰ τοῦτον δὲ τὸν νόμον καὶ οἱ θεῖοι ἀπόστολοι, καὶ οἱ μετ' ἐκείνους τῆς Ἐκκλησίας διδάσκαλοι, μαθητεύουσι τοὺς προσιόντας πιστεύειν εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, καὶ τοὺς μαθητευθέντας βαπτίζου σιν εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Οὗ δὴ χάριν, οἱ τῆς δωρεᾶς ἀπο λαύσαντες, ὡς ἐμαθητεύθησαν καὶ ἐβαπτίσθησαν, δοξάζουσι τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα Σχέτλιον γὰρ, τοὺς παρὰ τῆς ἁγίας Τριάδος κομισαμένους τὴν τοῦ βαπτίσμα τος δωρεὰν, μόνῳ τὴν δοξολογίαν προσενεγκεῖν τῷ Πατρὶ, καὶ ἀγέραστον καταλιπεῖν τὸν Υἱὸν, καὶ τὸ πανάγιον Πνεῦμα. Ἀλλὰ ταῦτα μὲν ἐν οἷς κατ' ἐκείνων συνεγράψαμεν διὰ πλάτους εἰρήκαμεν· τῆς δὲ παρούσης συγγραφῆς ὁ σκοπὸς αἱρέσεως ἑκάστης ἐπιδεῖξαι τὸν χαρακτῆρα. Τοῦτον τοίνυν τὸν Ἄρειον, ταῦτα πεφρονηκότα, οἱ ἐν Νικαίᾳ συνεληλυθότες ἅγιοι Πατέρες ἄντικρυς ἀπεκήρυξαν, ὡς ἀλλότρια παντελῶς τῶν