27
πολλῆς ἐλέγετο παῤῥησίας. Τὰ δέ γε κατὰ τὸν Ἀβεσσαλὼμ μετὰ τὴν ἁμαρτίαν· διὰ τοῦτο κλαυθ μὸς καὶ στεναγμὸς τοῖς λόγοις ἐγκέκραται. "Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος;" Τὴν ἀναβολὴν τῆς βοηθείας ἐπιλησμονὴν προσηγό ρευσε. Παρακαλεῖ δὲ μὴ εἰς τέλος ἐπιλησθῆναι· τουτέστι μὴ παντελῶς τῆς θείας γυμνωθῆναι προ νοίας. "Ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ;" Ἐκ μεταφορᾶς τῶν ὀργιζομένων, καὶ τοὺς προσκεκρουκότας ὁρᾷν οὐ βουλομένων, τέθεικε τουτὶ τὸ ῥητόν. ∆ιὸ μετ' ὀλίγα λέγει· "Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με," οὔτε πρόσωπον νοῶν τὸ πρόσωπον, οὔτε ἀποστροφὴν τὴν ἀποστροφήν· ἀλλ' ἀπὸ τῶν ἀνθρωπίνων πάλιν σχηματίζει τὸν λόγον. βʹ. "Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός;" Νύ κτωρ καὶ μεθ' ἡμέραν τρυχόμενος διατελῶ, καὶ τοὺς λογισμοὺς στρέφων τε καὶ ἀνελίττων, ποτὲ μὲν ἀπολαύσεσθαι φιλανθρωπίας ἐλπίζω, ποτὲ δὲ ἀμφιβάλλω εἰ τεύξομαι· ἄλλοτε δὲ ἀπαγορεύω τὰς χρηστοτέρας ἐλπίδας. γʹ. "Ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ' ἐμέ;" Ταῦτα καὶ ἡμῖν ἁρμόττει λέγειν ὑπὸ τοῦ διαβόλου πολεμουμένοις, καὶ τὴν θείαν ἀεὶ συμμα χίαν καλεῖν. Καὶ γὰρ ὁ θειότατος ∆αβὶδ ἠνιᾶτο τοὺς πολεμίους ἐπικρατεστέρους ὁρῶν. δʹ. "Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου, φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον." Τῇ νυκτὶ τῶν συμφορῶν περιεχόμε νος, οἷόν τινι ὕπνῳ τῇ ἀθυμίᾳ κατέχομαι. Εἰ δὲ φανείη τῆς σῆς ἐπικουρίας τὸ φῶς, καὶ τὴν νύκτα σκεδάσει τῶν συμφορῶν, καὶ τὸν ὕπνον παύσει τῆς ἀθυμίας. Εἰ δὲ ἀναβάλλοις τὴν βοήθειαν, δέδια μὴ εἰς θάνατον ὁ ὕπνος μεταπέσῃ, ἰσχυροτέρας τῆς λύ πης γενομένης τῶν λογισμῶν. εʹ. "Μή ποτε εἴπῃ ὁ ἐχθρός μου, Ἴσχυσα πρὸς αὐτόν. Οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ." Μή με τοῖς δυσμενέσιν ἀποφήνῃς ἐπίχαρτον· πάντων γάρ μοι τῶν ἀνιαρῶν ἀνιαρώτατον τοῦτο. ϛʹ. "Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα." Καὶ ἐντεῦθεν δῆλον, ὡς μετὰ τὴν ἁμαρτίαν τοῦτον εἴ ρηκε τὸν ψαλμόν. Οὐ γὰρ δικαιοσύνῃ, ἀλλ' ἐλέῳ 80.948 θαῤῥεῖ, καὶ τούτῳ πεποιθέναι φησίν. "Ἀγαλλιά σεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου." Νῦν μὲν τὰς ἐλπίδας εἰς τὸν ἔλεον ἔχω· τῆς δὲ σωτηρίας ἀπολαύσας, καὶ τῆς ἀθυμίας ἀπαλλαγήσομαι, καὶ μετὰ θυμηδίας ἁπάσης τὴν ὑμνῳδίαν ποιήσομαι. Τοῦτο γὰρ ἐπήγαγεν· "Ἄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου." Εἰ γὰρ καὶ τὴν ἄῤῥητον οὐκ ἐπίσταμαι φύσιν, ἀλλ' οὖν ἀπόχρη μοι τὸ ὄνομά σου εἰς τὸ προσκυνεῖν καὶ ὑμνεῖν, καὶ πᾶσαν δικαίαν ἐπικου ρίαν αἰτεῖν. Πιστεύω γὰρ ὡς τεύξομαι καὶ τοῦτο μόνον καλῶν.
ΕΡΜΗΝ. ΤΟΥ ΙΓʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, ψαλμὸς τῷ ∆αβίδ." Καὶ οὗτος ἡμᾶς ὁ ψαλμὸς εἰς τὸ τέλος
παραπέμπει, ἐπειδὴ περὶ μελλόντων προαγορεύει. Ἡ δὲ ὑπόθεσίς ἐστιν αὕτη. Ἐπεστράτευσε Σενναχηρεὶμ τῶν Ἀσσυρίων ὁ βασιλεὺς τῇ Ἰουδαίᾳ ποτὲ, καὶ πολλὰς πόλεις εἷλε, τὰς μὲν ὁμολογίᾳ, τὰς δὲ πολιορκίᾳ. Ἐλπίσας δὲ καὶ τῆς Ἱερουσαλὴμ περιέσεσθαι, ἀπέστειλε Ῥαψάκην πρὸς Ἐζεκίαν τὸν τηνικαῦτα κρατοῦντα τῶν Ἰουδαίων, βλασφήμοις κατὰ τοῦ Θεοῦ καὶ δυσσε βέσι χρώμενον λόγοις. "Εἴπατε γὰρ, ἔλεγεν, Ἐζε κίᾳ· Μή σε ἀπατάτω ὁ Θεός σου, ἐφ' ᾧ σὺ πέποι θας ἐπ' αὐτῷ, ὅτι ῥύσεται τὴν Ἱερουσαλὴμ ἐκ χει ρός μου. Ποῦ ὁ θεὸς Ἐμὰθ καὶ Ἀρφάδ; Καὶ ποῦ ὁ θεὸς τῆς πόλεως Σεφαρείμ; μὴ ἠδυνήθησαν ῥύσασθαι ἐκ χειρός μου, ὅτι ῥύσεται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου;" Ἀλλ' ἐκεῖνος μὲν ταῦτα. Ὁ δὲ Ἐζεκίας, καὶ τῆς μεγίστης αὐτοῦ στρατείας, καὶ τῆς τῶν λόγων μανίας καταφρονή σας, τῇ οἰκείᾳ χρώμενος εὐσεβείᾳ, τὴν θείαν ἐπ εκαλέσατο συμμαχίαν, καὶ παραυτίκα ταύτης ἀπ ήλαυσεν. Ὁ γὰρ δίκαιος κριτὴς κἀκείνου τὴν ἀσέβειαν βδελυξάμενος, καὶ τούτου τὴν εὐσέβειαν ἀποδεξά μενος, δι' ἑνὸς ἀγγέλου ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας τῶν Ἀσσυρίων ἀνεῖλε· τοὺς δὲ ἄλλους ἔτρεψεν εἰς φυγὴν, καὶ τοῖς πολιορκουμένοις τὴν παράδοξον