27
προγεγράφαμεν (μᾶλλον δὲ ἡ τιμὴ καὶ ἡ προσκύνησις, ἡ ὑπόπτωσις καὶ ἡ ἔντευξις κατὰ τὸ ὀφειλόμενον), πρὸς δὲ τὸν ἀνόμως στεφανώσαντα τὸν μοιχεύσαντα κατὰ τὸν λόγον τοῦ Κυρίου, πρὸς τὸν τολμήσαντα τηλικούτου κακοῦ ὑπουργὸν γενέσθαι καὶ βεβαιωτὴν ἐπὶ τοῦ κόσμου παντός. Καὶ ἵνα ἐκδηλότερον εἴη τὸ λεγόμενον οὐ πρὸς διδαχήν, ἀλλὰ πρὸς ὑπόμνσιν αὐτήν, εἰ κελεύεις, τὴν κατὰ τὴν στεφανικὴν συνάφειαν ἱερὰν προσευχὴν παραθήσομεν καὶ καθίδωμεν ἐντεῦθεν, ὅπως ἐξ ἐναντίας αὐτῷ τῷ Χριστῷ, εἰ καὶ τολμηρὸν εἰπεῖν, ἀντεφθέγξατο καὶ ἀπεμαχήσατο διὰ τοῦ ἐναγοῦς αὐτοῦ στόματος ὁ ἀνένοχον ἑαυτὸν ἀποδεικνύς. τοῦ γὰρ Χριστοῦ μοιχὸν ἀποκαλέσαντος τὸν ἀφιέντα τὴν νομίμως συναφθεῖσαν ἀνδρὶ γυναῖκα (μοιχεία δέ, ὡς οἶσθα, τὸ χαλεπὸν ἁμάρτημα καὶ ἰσοδύναμον φονέως, ἀρρενοφθόρου τε καὶ ἀλογευομένου, φαρμακοῦ τε καὶ εἰδωλολάτρου κατὰ τὸν κανόνα τοῦ θείου Βασιλείου) αὐτὸς τοῦτον τῷ θυσιαστηρίῳ παραστήσας ἐνυπήκοον παντὸς τοῦ λαοῦ ἐτόλμησεν ῥῆξαι τὰς βεβήλους φωνὰς ἐκείνας. Καὶ σκοπήσωμεν, πάτερ, παρακαλῶ, τὸ φοβερὸν καὶ ἔκτοπον· ἔχει γὰρ οὕτως· "4αὐτὸς, δέσποτα, ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἅρμοσον τῷ δούλῳ σου τὴν δούλην σου. σύζευξον αὐτοὺς ἐν ὁμοφροσύνῃ, ἕνωσον αὐτοὺς εἰς σάρκα μίαν, οἷς εὐδόκησας συναφθῆναι ἀλλήλοις· τίμιον τὸν γάμον ἀνάδειξον, ἀμίαντον αὐτῶν τὴν κοίτην διατήρησον, ἀκηλίδωτον αὐτῶν τὴν συμβίωσιν διαμεῖναι εὐδόκησον"5. οὐκ ἆρα φρικτὸν καὶ ἀκουόμενον καὶ ἐννοούμενον; πόσον ἐστὶν ἐνταῦθα ὑπολαβεῖν τὸν παροξυσμὸν τοῦ Ἁγίου Πνεύματος ἐν τῇ τοιαύτῃ βλασφημίᾳ συνοργισθῆναί τε τοὺς ἁγίους ἀγγέλους ἐν ταῖς τηλικαύταις δυσφημίαις; ἢ πῶς οὐ παραυτίκα, ὡς τὸν ∆αθὰν καὶ Ἀβειρών, ὑπέλαβεν ἡ γῆ χάνασα τὸν ὑφηγητὴν τοῦ ψεύδους καὶ δεικνύντα τὸ σκότος φῶς καὶ τὸν Χριστὸν εἰς ἐναντιολογίαν περιπεσεῖν πειρώμενον; πάντως γάρ, ὅσα ὁ ἱερεὺς ὑποφαίνει, ταῦτα καὶ θεὸς κυροῦν ἐπαγγέλλεται κατὰ τὸν μέγαν ∆ιονύσιον. ἀλλὰ μακροθυμῶν ἤνεγκεν, ὑπανοίγων θύραν μετανοίας τῷ ἐνόχῳ τῆς ἁμαρτίας. εἶτα ἀντὶ τοῦ κλαίειν καὶ πενθεῖν τὸν τοιοῦτον μέχρι θανάτου, ἀπόπτυστόν τε εἶναι καὶ ἀποτρόπαιον εἰς ὑπόδειγμα ταῖς μετέπειτα γενεαῖς θείας ζηλοτυπίας πάλιν ἐν τῇ ἐκκλησίᾳ εἰσελθεῖν καὶ πάλιν ὑπάρχειν ἱερέα ἀναφανδόν; οὐκοῦν ὡς καλόν τι πεπραχὼς εἰσελήλυθεν καὶ Χριστὸς ἥττηται κατ' αὐτὸν παραλόγως διαγορεύων; καὶ δέον διὰ τῆς ἐν τῷ κοινῷ ἱερουργίας αὐτοῦ διαδοθῆναι εἰς πᾶσαν τὴν καθ' ἡμᾶς ἐκκλησίαν καὶ συγκατανεῦσαι πάντας ἐπὶ τῷ τοιούτῳ ἔργῳ; τί γὰρ ἄλλο καὶ οὐ τοῦτο γενήσεται; Ἀλλὰ μὴ γένοιτο. δεῖ δὲ τάχα ἐκ παραζήλου ἀπὸ τοῦ δεῦρο τὸ τοιοῦτον γίγνεσθαι· καὶ στεφανούσθωσαν μοιχοί, καὶ οἱ στεφανοῦντες, ὡς μέγα τι κεκατωρθωκότες καὶ τοὺς πολλοὺς ὠφελεῖν καὶ ἐνάγειν εἰς ὁμοτροπίαν δυνάμενοι, ἀσπαζέσθωσαν ὑπὸ τῶν πολλῶν. ἀλλὰ μὴ γένοιτο· οὔτε γὰρ ἐκεῖνος ἱερεὺς οὔτε οἱ ἐκεῖνον μιμούμενοι. μὴ γὰρ ἐν ἐκείνῳ ἀπατάσθω, ὡς ὅτι βασιλεὺς ἦν ὁ μοιχεύσας· ἄρχουσι γὰρ οἱ τοῦ θεοῦ νόμοι πάντων κατὰ τὸ γεγραμμένον. ἀλλ' ὅμως τοῦτο δράσας τὸ παγχάλεπον ἔτι φιλονεικεῖ τὴν ἀνομίαν δικαιοσύνην γνωρίσαι καί, τὸ δὴ λεγόμενον, ἀποδεῖξαι ἑαυτὸν τοῦ Προδρόμου καὶ Βαπτιστοῦ ὁσιώτερον· ἐκείνου γὰρ ἐλέγχοντος τὴν τοῦ Ἡρώδου μοιχείαν καὶ ὑπὲρ ἀληθείας θνῄσκοντος, οὗτος τὸν δεύτερον Ἡρώδην ὡς ἀληθῶς τῇ ὁμοτρόπῳ μοιχείᾳ δεδειγμένον καὶ ἐστεφάνωσεν καὶ κατησπάσατο μέχρι θανάτου, λόγοις μέν οὔ, αὐτοῖς δὲ ἔργοις φθεγγόμενος ὡς πεπλάνηται Ἰωάννης ὁ Πρόδρομος, ἀκαίρως καὶ ἀνόμως διελέγξας καὶ ἀποθανών. Ἀλλὰ μὴ γένοιτο· ὁ μὲν γὰρ τοῦ νόμου ὑπερασπιστὴς καὶ τοῦ μύσους ἐλεγκτής, ὁ δὲ τῶν θείων μυστηρίων καταπατητὴς καὶ τῆς ἀθέσμου συμπλοκῆς συναπτὴς καὶ κατασφραγιστής. καὶ ὁ μὲν καὶ θανὼν βοᾷ "4οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου"5, κἀν τῷ Ἡρώδου προσώπῳ ἐμβοᾷ πάσῃ τῇ οἰκουμένῃ μηκέτι τι τοιοῦτον τολμηθῆναι, ὁ δὲ ἕως τοῦ