1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

27

εἰληφέναι δὲ λέγει ὡς ἄνθρωπος. δι' ὧν δὲ τὸν δεδωκότα καὶ τὸν λαβόντα λέγει, τὰς ἑαυτοῦ καὶ τοῦ πατρὸς ὑποστάσεις δηλοῖ. λέγων δὲ πρὸ κόσμου ἠγαπῆσθαι παρὰ τοῦ πατρὸς ἐλέγχει τὴν πλάνην τῶν λεγόντων ἀρχὴν αὐτὸν εἰληφέναι ἐκ τῆς παρθένου Μαρίας. 345 Jo 17, 25 Τῶν ἐν τῷ βίῳ ἀπίστων οἰκείᾳ προθέσει οὐ θελησάντων διὰ τῆς εὐαγγε λικῆς παιδείας ἐπιγνῶναι τὸν θεὸν τρόπον τινὰ ὡς αὐτὸς γινώσκων τὸν πατέρα οὐ μὴν ἀλλὰ καὶ τῶν μαθητῶν μαρτυρεῖ τὴν γνῶσιν τοῦ εἰδέναι, ὅτι ἐκ τοῦ πατρὸς ἦν ἐξελθών. 346 Jo 17, 26 Ὡς αὐτὸς ἀποκαλύψας αὐτοῖς τὴν εἰς τὸν πατέρα γνῶσιν τοῦτό φησιν ὡς καὶ διὰ προκοπῆς ἐπὶ πλεῖον γινώσκοντας, ἵνα ἀγαπηθῶσιν ἀναλόγως παρά Joυ, ὅJoν χρὴ ἀνθρώπους ἀγαπηθῆναι ἐκ θεοῦ.

347 Jo 18, 1-2 Προορῶν τὸν Ἰούδαν ἐρχόμενον ἐπὶ τὸ συλλαβέσθαι αὐτὸν

μετὰ τὸ εἰπεῖν ταῦτα ἀπῆλθεν εἰς τὸν κῆπον, ὅπου πολλάκις συναχθεὶς μετὰ τῶν μαθητῶν ὡς ἐν ἰδιάζοντι τόπῳ ἐδίδασκεν αὐτοὺς τὰ μυστικώτερα τῶν μαθημάτων. διὸ καὶ ὁ Ἰούδας ᾔδει τὸν τόπον. 348 Jo 18, 3 Ἦλθεν ὁ Ἰούδας συλλαβεῖν τὸν διδάσκαλον προδότης ἀντὶ μαθητοῦ γεγονώς. 349 Jo 18, 4-6 Ἀπήντα τούτοις ὁ κύριος, ἵνα εἰς πέρας ἀγάγῃ τὰ προορισθέντα αὐτῷ καὶ δείξῃ τὸ ἑκούσιον τῆς τοῦ πάθους ὑπομονῆς καὶ τῆς θεότητος τὴν ἐξουσίαν· ποιήσας γὰρ ἑαυτὸν ἄγνωστον τὴν ἀρχὴν καίπερ παρόντος τοῦ Ἰούδα καὶ φώτων ὄντων ἱκανῶν πάλιν ἐφανέρωσεν ἑαυτὸν λέγων ἐγώ εἰμι καὶ δείξας, ὅτι ὁ μόνῳ λόγῳ ῥίψας ὑπτίους δυνατὸς ἦν, εἰ ἤθελεν, ἀνελθεῖν καὶ τοὺς ἐπιβουλεύ οντας ἀνεξικάκως ἔφερε τοὺς ἐπελθόντας. 350 Jo 18, 8-9 Ὡς πατὴρ ἀγαθὸς προιστάμενος τέκνων ἐκείνους μὲν ἔξω ποιεῖται τῶν πειρασμῶν διὰ τὸ ἀσθενὲς αὐτῶν καὶ ἔτι νηπιῶδες καὶ ἵνα πληρώσῃ τὸν λόγον, ὃν εἶπεν, ἑαυτὸν δὲ προδίδωσιν. 351 Jo 18, 10-11 ∆ι' ὧν ἐποίησεν ὁ Πέτρος, δῆλος ἦν θέλων ὑπεραποθανεῖν τοῦ δεσπότου, ἐπεὶ διότι μαχαίρᾳ ἐκέχρητο καὶ τὸ οὖς κόψας τοῦ οἰκέτου οὐδὲ οὕτως ἐπαύετο, εἰ μὴ ἐκωλύθη ὑπὸ τοῦ Χριστοῦ. 352 Jo 18, 11 ∆είκνυσιν, ὅτι τὸν προορισθέντα θάνατον εὐδοκίᾳ πατρὸς κρίνας ὑπο μεῖναι ἑαυτὸν ἐκδέδωκεν. 353 Jo 18, 12-14 ∆ήσαντες αὐτὸν ἐπλήρωσαν τὸ ἐν τῷ Ἠσαΐᾳ ῥητὸν τὸ φάσκον δήσωμεν τὸν δίκαιον. οἱ δὲ πονηροὶ ἀρχιερεῖς ἀπὸ οἰκίας εἰς οἰκίαν ἔπεμπον τὸν ἸηJoῦν διὰ τούτου αὐτὸν ζητοῦντες θριαμβεῦσαι. ὁ μὲν οὖν Καϊαφᾶς ὡς ἐπιβουλεύων τῷ Χριστῷ ἔλεγε δεῖν αὐτὸν ἀναιρεθῆναι· ὁ δὲ θεὸς τὴν ἄδικον ἐκείνου βουλὴν ὑπὲρ σωτηρίας τοῦ παντὸς ᾠκονόμησε γενέσθαι. 354 Jo 18, 15 Ὁ Πέτρος μόνος ἠκολούθησε διὰ τὴν πρὸς τὸν διδάσκαλον διάθεσιν καὶ ὁ ἄλλος, ἐπειδὴ γνωστὸς ἦν τῷ ἀρχιερεῖ. διὸ καὶ συνεισῆλθε τῷ ἸηJoῦ. 355 Jo 18, 16 ∆ιὰ τὴν πρὸς τὸν ἀρχιερέα γνῶσιν ἐθάρρησεν ὁ Πέτρος συνεισελθεῖν τῷ Ἰωάννῃ. 356 Jo 18, 17 Ὁ πρὸ μικροῦ πρὸς τοJoῦτον πλῆθος παραταξάμενος μετεβλήθη καὶ πρὸς ἄρνησιν ἐτράπη. 357 Jo 18, 18 Ὡς ἀντὶ σημείου λέγει τὸ ἐν τοιούτῳ καιρῷ τοJoῦτον γενέσθαι ψῦχος ἐν τῇ Παλαιστίνῃ ὡς ὑπὸ ἀνθρακιὰν θερμαίνεσθαι. 358 Jo 18, 19 Πάντων σχεδὸν εἰπεῖν τῶν ἐν Ἰουδαίᾳ καὶ Ἰερουσαλὴμ ἀκουσάντων αὐτοῦ τῆς διδασκαλίας μόνος ἀγνοεῖν προσποιεῖται οὗτος, καίπερ ἀκούσας ἃ ἐποίησε σημεῖα. 359 Jo 18, -21 Ἐλέγχει αὐτὸν ἄγνοιαν προσποιούμενον, ἐπείπερ τὰ ἐν τῷ ἱερῷ λαλη θέντα ἔλεγεν ἀγνοεῖν· ἐξῆν γὰρ αὐτῷ, εἰ καὶ μὴ ἠκηκόει, ἀλλ' οὖν τοὺς ἀκού σαντας ἐρωτήσας μαθεῖν. ἐξ ὧν οὖν εἶπεν, ὅτι φανερῶς πάντα εἶπον, δείκνυσιν, ὅτι τὰ λεγόμενα αὐτοῦ παρά τισιν ἀπόκρυφα οὐκ εἰσὶ δεκτά. 360 Jo 18, 22-23 Τὸ καὶ τὰς παρὰ τῶν εὐτελῶν ἀνθρώπων ἐπαγομένας ὕβρεις γενναίως καὶ ἀνεξικάκως φέρειν τὴν ἀνυπέρβλητον αὐτοῦ δείκνυσι μακροθυμίαν. 361 Jo 18, 23 Οὐκ ὀργιζομένου ἐστὶ τὸ ῥῆμα, ἀλλὰ δικαιολογουμένου. ταῦτα δὲ ἴσως ἀπό τινος σκαιοῦ δαίμονος ἐπράττετο διὰ τοῦ ὑπηρέτου ἐξερεθίζοντος αὐτὸν διὰ τὴν ὑπερβολὴν εἰς ἀγανάκτησιν. 362 Jo 18, 24-25 Ἀπὸ τόπου εἰς τόπον ἔπεμπον δεσμώτην ἐπὶ πλεῖον αὐτὸν ὑβρίζειν νομί ζοντες.