27
τέκνα Οὐαλεντινιανὸν νέον λεγόμενον, ὃν ὁ στρατὸς μετὰ θάνατον τοῦ πατρὸς βασιλέα ἀνηγόρευσεν, καὶ θυγατέρας τρεῖς, Ἰοῦσταν, Γρᾶταν, Γάλλαν, ἣν καὶ ἔγημεν ὁ μέγας Θεοδόσιος κατὰ δεύτερον γάμον, ἐξ ἧς ἐτέχθη αὐτῷ ἡ Πλακιδία· Ἀρκάδιος γὰρ καὶ Ὀνώριος ἐκ Πλακίλλης ἦσαν Θεοδοσίῳ τῆς πρώτης γαμετῆς. ἔγραψε δὲ καὶ νόμον παράνομον τῷ θέλοντι δύο γυναῖκας ἔχειν κατ' αὐτὸν μὴ κωλύεσθαι. Οὐάλης δὲ ὁ δυσσεβὴς 57 δύο θυγατέρας ἔσχεν, Ἀναστασίαν καὶ Καρῶσσαν, ὧν καὶ ἐπ' ὀνόμασι δύο λοετρὰ ἔκτισε καὶ τὸν ἀγωγόν, τὸν μέχρι νῦν Οὐαλεντινιακὸν λεγόμενον. τινὲς δέ φασιν, ὅτι ∆ομνίκα, ἡ γυνὴ Οὐάλεντος, ἔπεισεν αὐτὸν ἀρειανίζειν οὕτω σφοδρῶς. ἄλλοι δὲ ἱστοροῦσιν, ὅτι μετὰ τὸ βασιλεῦσαι βαπτισθεὶς ὑπὸ Εὐδοξίου ὅρκῳ διεβεβαιώσατο αὐτὸν ἐν αὐτῷ τῷ βαπτίσματι τὰ Ἀρείου φρονεῖν καὶ μὴ δέχεσθαι τὸ ὁμοούσιον, καὶ οὕτως οἱ ἀμφότεροι μυρίους διωγμοὺς κατὰ τῶν ὀρθοδόξων ἐκίνησαν οἱ ἀνόσιοι. πέμπουσι δὲ καὶ πρὸς Λιβέριον τὸν Ῥώμης Εὐστάθιον τὸν Ἀρμένιον καὶ Σιλβανὸν τὸν Ταρσοῦ καὶ Θεόφιλον Κασταβάλων ὑπισχνούμενοι δι' αὐτῶν δέχεσθαι τὸ ὁμοούσιον. οὗτοι Λιβερίῳ ἔγγραφον ὑπὲρ τοῦ ὁμοουσίου λίβελλον ἐπέδωκαν ὁμολογήσαντες πᾶσαν αἵρεσιν ἀποστρέφεσθαι ἐναντιουμένην τῇ ἐν Νικαίᾳ συνόδῳ· οὓς καὶ ἀποδεξάμενος Λιβέριος ἐκοινώνησε γράψας τοῖς τῆς ἀνατολῆς, μαρτυρῶν αὐτοῖς ὀρθοδοξίαν. ἐν Μαρκιανουπόλει δὲ Οὐάλης στρατεύων κατὰ Γότθων παρεχείμαζεν ἐκεῖ. Κόσμου ἔτη εωξαʹ. Τῆς θείας σαρκώσεως ἔτη τξαʹ. Ῥωμαίων βασιλεὺς Οὐαλεντινιανὸς ἔτη ιαʹ. εʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. ξζʹ. Ῥώμης ἐπίσκοπος ∆άμασος ἔτη κηʹ. ιζʹ. Κωνσταντ. ἐπίσκοπος Εὐδόξιος ἔτη ιʹ. ιʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. μγʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀνιανὸς ἔτη δʹ. αʹ. Τούτῳ τῷ ἔτει σύνοδος ἐν Τυάνοις γέγονεν, ἐν ᾗ εὑρέθησαν Εὐσέβιος ὁ Καισαρείας Καππαδοκίας καὶ Γρηγόριος ὁ Ναζιανξοῦ, ὁ πατὴρ τοῦ Θεολόγου καὶ ὁ Μελιτηνῆς Ὁτρήϊος καὶ ἕτεροι, οἵ τινες τοῖς Λιβερίου γράμμασιν ἀγαλλιασάμενοι πᾶσι τοῖς ὀρθοδόξοις ἐπισκόποις ἐσήμαναν παραγενέσθαι εἰς Ταρσὸν ἐπὶ βεβαιώσει τῆς ὀρθῆς πίστεως· ὅπερ ἀκούσας Οὐάλης ἐκώλυσε γενέσθαι. Εὐδόξιος δὲ πάλιν Οὐάλεντα παρεσκεύασε κελεῦσαι τοῖς κατὰ τόπον ἄρχουσιν ἐξορισθῆναι πάντας τοὺς ὑπὸ Κωνσταντίου ἐξορισθέντας ἐπισκόπους καὶ ὑπὸ Ἰου58 λιανοῦ καὶ Ἰουβιανοῦ ἀνακληθέντας. τότε Ἀθανάσιος ἑκουσίως ἐξῆλθεν Ἀλεξανδρείας, μὴ συγχωροῦντος τοῦ δήμου τῷ ἄρχοντι ἐκβαλεῖν αὐτόν, ὃς καὶ πολὺν χρόνον ἐκρύπτετο ἐν πατρῴῳ μνήματι· ὕστερον δὲ Οὐάλης φόβῳ στάσεως τῶν Ἀλεξανδρέων ἔγραψεν ἐπανελθεῖν τὸν Ἀθανάσιον. τῆς δὲ κοινωνίας Εὐδοξίου ἀπέσχισεν Εὐνόμιος διὰ τὸ μὴ κοινωνεῖν Εὐδόξιον Ἀετίῳ, τῷ διδασκάλῳ Εὐνομίου. εἰ γὰρ καὶ ἀμφότεροι ὁμόφρονες ἦσαν, ἀλλὰ διὰ τὸ παρὰ πάντων μισεῖσθαι Ἀέτιον Εὐδόξιος ἀπεστρέφετο αὐτόν, μὴ αἰσχυνόμενος προδήλως τοῖς οἰκείοις δόγμασιν ὡς ἀσεβέσιν ἀποστρέφεσθαι. Εὐνόμιος γὰρ ὑπογραφεὺς γέγονε τοῦ ἀθέου Ἀετίου σοφιστικοὺς λόγους μαθών, ἐξ ὧν δῆθεν ἐκόμπαζεν, τῶν θείων γραφῶν ἀμύητος ὢν πάντη, ὡς δηλοῦσι μάλιστα οἱ ἑπτὰ αὐτοῦ τόμοι. οἱ δὲ Κυζικηνοὶ ἐδίωξαν Εὐνόμιον ὡς αἱρετικὸν καὶ βλάσφημον. οὗτος δὲ ἐλθὼν ἡνώθη Εὐδοξίῳ. δεινῶς δὲ ἦν βλάσφημος τολμῶν λέγειν, ὅτι ὁ θεὸς περὶ τῆς ἰδίας οὐσίας οὐδὲν οἶδε πλέον ἡμῶν. ἑλληνικοῦ δὲ διωγμοῦ πλείονα συνέβη τοῖς ὀρθοδόξοις ἐπὶ Οὐάλεντος καὶ Εὐδοξίου τῶν ἀσεβῶν. Τούτῳ δὲ τῷ χρόνῳ Εὐδοξίου τελευτήσαντος ∆ημόφιλον Ἀρειανοὶ προεβάλοντο ἐπίσκοπον, οἱ δὲ ὀρθόδοξοι Εὐάγριόν τινα, ὃν ἐχειροτόνησεν Εὐστάθιος ὁ ἱερὸς Ἀντιοχείας λαθραίως διάγων ἐν Κωνσταντινουπόλει, ἐπανελθὼν ἐκ τῆς ἐξορίας ἐπὶ Ἰουβιανοῦ· μὴ εὑρὼν δὲ αὐτὸν ζῶντα ἐν τῇ πόλει ἐκρύπτετο. τὴν δὲ Εὐαγρίου χειροτονίαν ἀκούσας Οὐάλης ἐν Μαρκιανουπόλει διάγων Εὐστάθιον μὲν τὸν ἱερὸν εἰς Βιζύην ἐξώρισεν, Εὐάγριον δὲ τῆς πόλεως ἐκβαλὼν ∆ημοφίλῳ τὰς