1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

28

ξυστρατευομένων Ἀλίγερνος ὁ Γότθος (παρῆν γὰρ καὶ ὃς ἐν τῇ μάχῃ) Σίνδουάλ τε ὁ τῶν Ἐρούλων στρατηγός, καὶ οὐδέν τι ἔλαττον ἔσχε τῶν ἄλλων. ἅπαντες δὲ τὸν Ναρσῆν ἐν ἐπαίνῳ ἐποιοῦντο καὶ ἀπεθαύμαζον, ὡς τῇ ἐκείνου προμηθείᾳ ἐπὶ μέγα δόξης χωρήσαντες.

10. Νίκη γὰρ οὕτω λαμπρὰ καὶ διαφανὴς καὶ ἐς τόδε ὑπερβολῆς προελθοῦσα οὐ ῥᾳδίως, οἶμαι, ἀνὰ τὸν ἔμπροσθεν χρόνον ἑτέρῳ τῳ ξυνηνέχθη. εἰ δέ που ἄρα καὶ ἕτεροι πρότερον παραπλήσια τοῖς Φράγγοις πεπόνθασιν, ἀλλ' εὕροις γε ἂν καὶ ἐκείνους ἀδικίας ἕκατι διαφθαρέν τας. 2 ∆ᾶτις μὲν γὰρ πάλαι ὁ ∆αρείου σατράπης ἅμα στρατεύματι Περσικῷ Μαραθῶν άδε ἀφιγμένος καταστρέψασθαι τὴν Ἀττικὴν ᾤετο χρῆναι καὶ μὲν δὴ καὶ ἅπασαν τὴν Ἑλλάδα. αἰτία δὲ ἦν τῆς ἐφόδου ὅσιον μὲν οὐδὲν οὐδὲ δίκαιον, ὅτι δὲ βασιλέα ∆αρεῖον, ὡς ἔοικε, τὸ τῆς Ἀσίας μέγεθος οὐκ ἐχώρει, ἀλλὰ δεινὰ ἐποιεῖτο, εἰ μὴ χειρώσοιτο καὶ τὴν Εὐρώπην. 3 ταῦτά τοι καὶ ἡσσῶντο ἀνὰ κράτος ὑπὸ Μιλτιάδου οἱ Μῆδοι. τοσοῦτοι γὰρ αὐτῶν ἐν τῷδε τῷ ἔργῳ ἀνῄρηνται, ὥστε ἀμέλει πρὸ τῆς μάχης τοὺς Ἀθηναίους (λέγεται γὰρ οὕτω) χιμάρους ἰσαρίθμους τῶν ἀπολουμένων δυσμενῶν τῇ Ἀρτέμιδι θύσειν ἀπειλή σαντας ἐς τοσοῦτον ἵλεῳ ἐντυχεῖν τῇ Ἀγροτέρᾳ καὶ ἀπόνασθαι τῆς εὐθηρίας, ἐς ὅσον μὴ οἵους τε γενέσθαι τὸ χαριστήριον ἀποτῖσαι, ἀλλ' ἐπιλιπεῖν θυομένας ἔτι τὰς αἶγας καὶ πρὸς ἀντίδοσιν μὴ διαρκέσαι. 4 Ζέρξης δὲ ἐκεῖνος ὁ πάνυ καὶ τὰ τοῦ Ζέρξου θαύματα τῷ ἄρα γε τρόπῳ ὑπὸ τῶν Ἑλλήνων νενίκηται ἢ ὅτι ὁ μὲν ἀλαζών τε ἦν καὶ ἀτάσθαλος καὶ καταδουλωσόμενος ᾔει τοὺς οὐδὲν ἠδικηκότας μόνῳ τε τῷ πλήθει πί 54 συνος καὶ τῇ τῶν ὅπλων παρασκευῇ εὐβουλίᾳ οὐ μάλα ἐχρῆτο, οἱ δὲ ὅσιά γε δρῶντες ὑπὲρ τῆς σφετέρας ἐλευθερίας ἠμύνοντο, οὐδὲν αὐτοῖς τῶν ἐς δύναμιν παρειμένον, ἀλλὰ βουλευόμενοί τε τὰ δέοντα καὶ ἐπιτελοῦντες; 5 τὰ δὲ Γυλίππου τρόπαια τοῦ Σπαρτιάτου τήν τε Νικίου καὶ ∆ημοσθένους κατάλυσιν καὶ ἅπαντα τὰ ἐν Συρακούσαις κακὰ μῶν ἄλλοθεν εὕροι τις ἂν γεγενημένα ἢ ἐξ ἀνοίας τε καὶ ἀδικίας; τί γὰρ ἠβούλοντο οἱ Ἀθηναῖοι τοὺς ἐπὶ θύραις πολεμίους ἀφέντες, οἱ δὲ ὡς πορρωτάτω ἐπιστρατεύειν καὶ λυμαίνεσθαι τῇ Σικελίᾳ; 6 πολλὰ μὲν οὖν καὶ ἕτερα ἔχοι τις ἂν ἀπαριθμεῖσθαι ἀφροσύνης τε καὶ ἀδικίας τοιάδε κυήματα καὶ ὅπως σίνονται τοὺς χρωμένους, πλὴν ἀλλὰ καὶ ταῦτα ἡγοῦμαι ἀποχρώντως ἐν τῷ παρόντι εἰρῆσθαι. 7 Τότε δὲ οἱ Ῥωμαῖοι, (ἐς γὰρ τὰ πρότερα αὖθις ἰτέον) τοὺς μὲν σφετέρους νεκρούς, ᾗ νενόμισται, καταχώσαντες, τοὺς δὲ τῶν πολεμίων σκυλεύσαντες, μέγα τι χρῆμα ἤθροισαν ὅπλων, καταστρεψάμενοι δὲ αὐτῶν καὶ τὸ χαράκωμα καὶ ἅπαντα διαρπάσαντες, οὕτω δὴ τῇ λείᾳ σεσαγμένοι, παιανίζοντές τε καὶ στεφανηφοροῦντες καὶ τὸν στρατηγὸν ἐν κόσμῳ προ ηγούμενοι, ἐς τὴν Ῥώμην ἐπανῆλθον. 8 ἦν δὲ ἰδεῖν ἐπὶ πολὺ τὰ ἀμφὶ Καπύην ἅπαντα πεδία τῷ λύθρῳ περιρρεόμενα καὶ ὑπερχειλῆ τὸν ποταμὸν τῷ ὑπερπεπλῆσθαι σωμάτων. ἐμοὶ δέ τις τῶν ἐπιχωρίων καὶ ἐλεγεῖόν τι ἔφη ἐς κύρβιν τινὰ λιθίνην ὑπό του γεγράφθαι ἀμφὶ τὰς ὄχθας τοῦ ποταμοῦ ἱδρυμένην, ὧδέ πως ἔχον· Ῥεῖθρα Κασουλίνου ποταμοῦ βεβαρημένα νεκροῖς ∆έξατο Τυρσηνῆς ἠϊόνος κροκάλη, Ἡνίκα Φραγγικὰ φῦλα κατέκτανεν Αὐσονὶς αἰχμή, Ὁππόσα δειλαίῳ πείθετο Βουτιλίνῳ. Ὄλβιον ἆ τόδε χεῦμα, καὶ ἔσσεται ἀντὶ τροπαίου Αἵματι βαρβαρικῷ δηρὸν ἐρευθόμενον. 55 9 τοῦτο μὲν οὖν τὸ ἐπίγραμμα, εἴτε ὡς ἀληθῶς ἐγκεχάρακται τῷ λίθῳ εἴτε καὶ ἄλλως ᾀδόμενον ἐς ἐμὲ ἵκετο, οὐδὲν οἶμαι τὸ κωλύον ἐνθάδε ἀναγεγράφθαι. ἴσως γὰρ καὶ ἐς μαρτύριον οὐκ ἄχαρι ἂν εἴη τῶν ἐν τῇδε τῇ ξυμπλοκῇ γεγενημένων.

11. Ἐν τούτῳ δὲ τοῖς Ῥωμαίοις ἠγγέλλετο καὶ τὰ ἐν Βενετίᾳ ἐπὶ Λευθαρίῳ τε καὶ τοῖς ἀμφ' αὐτὸν ἅπασι ξυνενεχθέντα. τότε δὴ οὖν καὶ μᾶλλον οἵ τε ἀστοὶ καὶ τὰ στρατεύματα χορείας ἐτέλουν καὶ πανηγύρεις, ὡς οὐδὲν ἔτι αὐτοῖς ἀντίξουν