Χριστὸν ἄνθρωπον πεφανερῶσθαι· ὅπου γε ὑμεῖς, ἐκ τοῦ οὐρανοῦ τὴν ψυχὴν χωρίζοντες, φάσκετε πεπλανῆσθαι αὐτὴν καὶ πεπτωκέναι ἀπὸ τῆς ἁψίδος τῶν οὐρανῶν εἰς σῶμα· καὶ εἴθε εἰς ἀνθρώπινον μό νον, καὶ μὴ εἰς τετράποδα καὶ ἑρπετὰ μεταβαίνειν καὶ μεταπίπτειν. Ἡ μὲν γὰρ ἡμετέρα πίστις ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων τὴν τοῦ Χριστοῦ παρουσίαν λέγει· ὑμεῖς δὲ πλανᾶσθε, ὅτι περὶ ἀγεννήτου ψυχῆς ἐξηγεῖσθε. Καὶ ἡμεῖς μὲν τὸ δυνατὸν καὶ φιλάνθρω πον τῆς Προνοίας φρονοῦμεν, ὅτι καὶ τοῦτο οὐκ ἀδύ νατον ἦν τῷ Θεῷ· ὑμεῖς δὲ, εἰκόνα τοῦ νοῦ τὴν ψυχὴν λέγοντες, πτώματα προσάπτετε αὐτῇ, καὶ τρεπτὴν αὐτὴν μυθολογεῖτε· καὶ λοιπὸν καὶ αὐτὸν τὸν νοῦν διὰ τὴν ψυχὴν τρεπτὸν εἰσάγετε. Ὁποία γὰρ ἦν ἡ εἰκὼν, τοιοῦτον ἀνάγκη κἀκεῖνον εἶναι, οὗ ἐστιν ἡ εἰ κών. Ὅτ' ἂν δὲ περὶ τοῦ νοῦ τοιαῦτα νομίζετε, ἐν θυμεῖσθε, ὅτι καὶ εἰς αὐτὸν τὸν Πατέρα τοῦ νοῦ βλασφημεῖτε. Περὶ δὲ τοῦ σταυροῦ τί βέλτιον ἂν εἴποιτε, ἐπιβουλῆς ἐπαγομένης παρὰ πονηρῶν ὑπομένειν σταυρὸν, καὶ μὴ πτήσσειν τὸν ὅπως δήποτε θάνατον ἐπαγόμενον· ἢ πλάνας Ὀσίριδος καὶ Ἴσιδος, καὶ ἐπιβουλὰς Τυφῶνος, καὶ Κρόνου φυγὴν, καὶ τέκνων καταπόσεις, καὶ πατροκτονίας μυθολογεῖν; Ταῦτα γὰρ ὑμῶν ἐστι τὰ σοφά. Πῶς δὲ, χλευάζοντες τὸν σταυρὸν, οὐ θαυμάζετε τὴν ἀνάστασιν; Οἱ γὰρ τοῦτο εἰπόντες κἀκεῖνο ἔγραψαν. Ἢ διὰ τί, μνημονεύοντες τοῦ σταυροῦ, σιωπᾶτε περὶ τῶν ἐγερθέντων νεκρῶν, καὶ τῶν ἀναβλεψάντων τυφλῶν, καὶ τῶν θεραπευ θέντων παραλυτικῶν, τῶν τε καθαρισθέντων λεπρῶν 26.949 καὶ τῆς ἐπὶ τὴν θάλασσαν πεζοπορίας, τῶν τε ἄλλων σημείων καὶ τεραστίων, ἅπερ οὐκέτι ἄνθρωπον, ἀλλὰ Θεὸν δείκνυσι τὸν Χριστόν; Πάνυ μοι δοκεῖτε ἀδικεῖν ἑαυτοὺς, καὶ μὴ γνησίως ἐντετυχηκέναι ταῖς Γραφαῖς ἡμῶν. Ἀλλ' ἐντυγχάνετε μὲν ὑμεῖς, καὶ βλέπετε, ὅτι ἃ πεποίηκεν ὁ Χριστὸς, Θεὸν αὐτὸν ἀποδεικνύουσιν, ἐπιδημήσαντα ἐπὶ σωτηρίᾳ τῶν ἀν θρώπων. Εἴπατε δὲ καὶ ὑμεῖς ἡμῖν τὰ ὑμέτερα. Τί δ' ἂν εἴποιτε περὶ τῶν ἀλόγων, ἢ ἀλογίαν καὶ ἀγριότητα; Ἐὰν δὲ, ὡς ἀκούω, θελήσητε λέγειν μυθικῶς λέγε σθαι ταῦτα παρ' ὑμῖν· καὶ ἀλληγορεῖτε ἁρπαγὴν Κόρης εἰς τὴν γῆν, καὶ Ἡφαίστου χωλότητα εἰς τὸ πῦρ, καὶ Ἥραν εἰς τὸν ἀέρα, καὶ Ἀπόλλωνα εἰς τὸν ἥλιον, καὶ Ἄρτεμιν μὲν εἰς τὴν σελήνην, τὸν δὲ Πο σειδῶνα εἰς τὴν θάλασσαν· οὐδὲν ἧττον αὐτὸν οὐ Θεὸν σέβεσθε, ἀλλὰ τῇ κτίσει λατρεύετε παρὰ τὸν τὰ πάντα κτίσαντα Θεόν. Εἰ γὰρ, ὅτι καλὴ ἡ κτίσις, τοιαῦτα συνεθήκατε· ἀλλ' ἔδει μέχρι τοῦ θαυμάσαι μόνον ὑμᾶς γενέσθαι, καὶ μὴ θεοποιῆσαι τὰ ποιήματα· ἵνα μὴ τὴν τοῦ ∆ημιουργοῦ τιμὴν τοῖς γενητοῖς παρέχητε. Ἐπεὶ ὥρα ὑμᾶς καὶ τοῦ ἀρχιτέκτονος τὴν τιμὴν εἰς τὴν ὑπ' αὐτοῦ γενομένην οἰκίαν μεταφέρειν, ἢ τὴν τοῦ στρατηγοῦ εἰς τὸν στρατιώτην. Τί τοίνυν πρὸς ταῦτα λέγετε, ἵνα γνῶμεν, εἰ ἄξιόν τι χλεύης ὁ σταυρὸς ἔχει; Ἐκείνων δὲ διαπορούντων, καὶ στρεφομένων ὧδε κἀκεῖσε, μειδιάσας ὁ Ἀντώνιος ἔφη πάλιν δι' ἑρμηνέως· Ταῦτα μὲν καὶ ἀπ' αὐτῆς τῆς ὄψεως ἔχει τὸν ἔλεγχον· ἐπειδὴ δὲ μᾶλλον ὑμεῖς τοῖς ἀπο δεικτικοῖς λόγοις ἐπερείδεσθε, καὶ ταύτην ἔχοντες τὴν τέχνην, βούλεσθε καὶ ἡμᾶς μὴ ἄνευ τῆς διὰ τῶν λόγων ἀποδείξεως θεοσεβεῖν· εἴπατε πρῶτον ὑμεῖς, τὰ πράγματα, καὶ μάλιστα ἡ περὶ τοῦ Θεοῦ γνῶσις, 26.952 πῶς ἀκριβῶς διαγινώσκεται, δι' ἀποδείξεως λόγων, ἢ δι' ἐνεργείας πίστεως; καὶ τί πρεσβύτερόν ἐστιν, ἡ δι' ἐνεργείας πίστις, ἢ ἡ διὰ λόγων ἀπόδειξις; Τῶν δὲ ἀποκριναμένων, πρεσβυτέραν εἶναι τὴν δι' ἐνερ γείας πίστιν, καὶ ταύτην εἶναι τὴν ἀκριβῆ γνῶσιν· ἔφη ὁ Ἀντώνιος· Καλῶς εἴπατε· ἡ μὲν γὰρ πίστις ἀπὸ διαθέσεως ψυχῆς γίνεται· ἡ δὲ διαλεκτικὴ ἀπὸ τέχνης τῶν συντιθέντων ἐστίν. Οὐκοῦν οἷς πάρεστιν ἡ διὰ πίστεως ἐνέργεια, τούτοις οὐκ ἀναγκαία, ἢ τάχα καὶ περιττὴ ἡ διὰ λόγων ἀπόδειξις. Καὶ γὰρ ὅπερ ἡμεῖς ἐκ
28