1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

28

οὐδείς ἐστιν οὕτως ἀπηρυθριασμένος ὡς εἰπεῖν ἰδεῖν. καίτοι καὶ δοῦλοί εἰσιν ἡμῖν, τοῖς μὲν καὶ πλείους τοῖς δὲ ἐλάττους, οὓς οὐκ ἔστι λαθεῖν· ἀλλὰ καὶ τούτων οὐδεὶς καθ' ἡμῶν τὰ τηλικαῦτα οὐδὲ κατεψεύσατο. οὓς γὰρ ἴσασιν οὐδ' ἰδεῖν κἂν δικαίως φονευό μενον ὑπομένοντας, τούτων τίς ἂν κατείποι ἢ ἀνδροφονίαν ἢ ἀνθρωποβορίαν; τίς οὐχ ἡ τῶν περὶ σπουδῆς τὰς δι' ὅπλων ἀγωνίας καὶ διὰ θηρίων καὶ μάλιστα τὰς ὑφ' ὑμῶν ἀγομένας ἔχει; ἀλλ' ἡμεῖς πλησίον εἶναι τὸ ἰδεῖν [τὸ] φονευόμενον τοῦ ἀποκτεῖναι νομίζοντες, ἀπηγορεύσαμεν τὰς τοιαύτας θέας. πῶς οὖν οἱ μηδὲ ὁρῶντες ἵνα μὴ ἑαυτοῖς ἄγος καὶ μίασμα προστριψαίμεθα, φονεύειν δυνάμεθα; καὶ οἳ τὰς τοῖς ἀμβλωθριδίοις χρωμένας ἀνδροφονεῖν τε καὶ λόγον ὑφέξειν τῆς ἐξαμβλώσεως τῷ θεῷ φαμεν, κατὰ ποῖον ἀνδροφονοῦμεν λόγον; οὐ γὰρ τοῦ αὐτοῦ νομίζειν μὲν καὶ τὸ κατὰ γαστρὸς ζῷον εἶναι καὶ διὰ τοῦτο αὐτοῦ μέλειν τῷ θεῷ, καὶ παρεληλυθότα εἰς τὸν βίον φονεύειν, καὶ μὴ ἐκτιθέναι μὲν τὸ γεννηθέν, ὡς τῶν ἐκτιθέντων τεκνοκτονούντων, πάλιν δὲ τὸ τραφὲν ἀναιρεῖν· ἀλλ' ἐσμὲν πάντα πανταχοῦ ὅμοιοι καὶ ἴσοι, δουλεύοντες τῷ λόγῳ καὶ οὐ κρατοῦντες αὐτοῦ. Τίς ἂν οὖν ἀνάστασιν πεπιστευκὼς [ἐπὶ] σώμασιν ἀναστη σομένοις ἑαυτὸν παράσχοι τάφον; οὐ γὰρ τῶν αὐτῶν καὶ ἀνα στήσεσθαι ἡμῶν πεπεῖσθαι τὰ σώματα καὶ ἐσθίειν αὐτὰ ὡς οὐκ ἀναστησόμενα, καὶ ἀποδώσειν μὲν νομίζειν τὴν γῆν τοὺς ἰδίους νεκρούς, οὓς δέ τις αὐτὸς ἐγκατέθαψεν αὑτῷ, μὴ ἀπαιτήσεσθαι. τοὐναντίον μὲν οὖν εἰκὸς τοὺς μὲν μήτε λόγον ὑφέξειν τοῦ ἐνταῦθα ἢ πονηροῦ ἢ χρηστοῦ βίου μήτε ἀνάστασιν εἶναι οἰομένους, συναπόλλυσθαι δὲ τῷ σώματι καὶ τὴν ψυχὴν καὶ οἷον ἐναποσβέν νυσθαι λογιζομένους, μηδενὸς ἂν ἀποσχέσθαι τολμήματος· τοὺς δὲ μηδὲν ἀνεξέταστον ἔσεσθαι παρὰ τῷ θεῷ, συγκολασθήσεσθαι δὲ καὶ τὸ ὑπουργῆσαν σῶμα ταῖς ἀλόγοις ὁρμαῖς τῆς ψυχῆς καὶ ἐπιθυμίαις πεπεισμένους, οὐδεὶς λόγος ἔχει οὐδὲ τῶν βραχυτάτων τι ἁμαρτεῖν. εἰ δέ τῳ λῆρος πολὺς δοκεῖ τὸ σαπὲν καὶ διαλυθὲν καὶ ἀφανισθὲν σῶμα συστῆναι πάλιν, κακίας μὲν οὐκ ἂν εἰκότως δόξαν ἀποφεροίμεθα διὰ τοὺς οὐ πιστεύοντας, ἀλλ' εὐηθείας· οἷς γὰρ ἀπατῶμεν ἑαυτοὺς λόγοις ἀδικοῦμεν οὐδένα· ὅτι μέντοι οὐ καθ' ἡμᾶς μόνον ἀναστήσεται τὰ σώματα, ἀλλὰ καὶ κατὰ πολλοὺς τῶν φιλοσόφων, περίεργον ἐπὶ τοῦ παρόντος δεικνύειν, ἵνα μὴ ἐξαγω νίους τοῖς προκειμένοις ἐπεισάγειν δοκῶμεν λόγους, ἢ περὶ νοητῶν καὶ αἰσθητῶν καὶ τῆς τοιούτων συστάσεως λέγοντες ἢ ὅτι πρεσ βύτερα τὰ ἀσώματα τῶν σωμάτων καὶ τὰ νοητὰ προάγει τῶν αἰσθητῶν κἂν πρώτοις περιπίπτωμεν τοῖς αἰσθητοῖς, συνισταμένων ἐκ μὲν τῶν ἀσωμάτων κατὰ τὴν ἐπισύνθεσιν τῶν νοητῶν σωμάτων,