τινα αὐτοῖς σωτήριον παρατιθέμενος εὐλόγου φροντίδος ὑπογραμμόν· καὶ τὸ χωλὸν καταδήσω καὶ τὸ ὀχλούμενον ἰάσομαι καὶ τὸ πλανώμενον ἐπιστρέψω καὶ βοσκήσω αὐτοὺς ἐγὼ εἰς τὸ ὄρος τὸ ἅγιόν μου. Ταῦτ' ἐστὶν ἀγαθοῦ ποιμένος ἐπαγγέλματα· βόσκησον ἡμᾶς 1.9.84.3 τοὺς νηπίους ὡς πρόβατα. Ναί, δέσποτα, τῆς σῆς πλήρωσον νομῆς, τῆς δικαιοσύνης· ναί, παιδαγωγέ, ποίμανον ἡμᾶς εἰς τὸ ἅγιόν σου ὄρος, πρὸς τὴν ἐκκλησίαν, τὴν ὑψωμένην, τὴν ὑπερνεφῆ, τὴν ἁπτομένην οὐρανῶν. Καὶ ἔσομαι, φησίν, αὐτῶν ποιμὴν καὶ ἔσομαι ἐγγὺς αὐτῶν ὡς ὁ χιτὼν τοῦ χρωτὸς αὐτῶν· σῶσαι βούλεταί μου τὴν σάρκα, περιβαλὼν τὸν 1.9.84.4 χιτῶνα τῆς ἀφθαρσίας, καὶ τὸν χρῶτά μου κέχρικεν. Καλέσουσί με, φησί, καὶ ἐρῶ· ἰδοὺ πάρειμι. Θᾶττον ὑπήκουσας ἢ προσεδόκησα, δέσποτα· καὶ ἐὰν διαβαίνωσιν, οὐκ ὀλισθήσουσι, λέγει κύριος. Οὐ γὰρ πεσούμεθα εἰς φθορὰν οἱ διαβαίνοντες εἰς ἀφθαρσίαν, ὅτι ἀνθέξεται ἡμῶν αὐτός· ἔφη γὰρ αὐτὸς καὶ ἠθέλησεν αὐτός. 1.9.85.1 Τοιοῦτος ἡμῶν ὁ παιδαγωγός, ἀγαθὸς ἐνδίκως. Οὐκ ἦλθον, φησί, διακονηθῆναι, ἀλλὰ διακονῆσαι. ∆ιὰ τοῦτο εἰσάγεται ἐν τῷ εὐαγγελίῳ κεκμηκώς, ὁ κάμνων ὑπὲρ ἡμῶν καὶ δοῦναι τὴν ψυχὴν τὴν ἑαυτοῦ λύτρον ἀντὶ πολλῶν 1.9.85.2 ὑπισχνούμενος. Τοῦτον γὰρ μόνον ὁμολογεῖ ἀγαθὸν εἶναι ποιμένα· μεγαλόδωρος οὖν ὁ τὸ μέγιστον ὑπὲρ ἡμῶν, τὴν ψυχὴν αὐτοῦ, ἐπιδιδούς, καὶ μεγαλωφελὴς καὶ φιλάνθρωπος, ὅτι καὶ ἀνθρώπων, ἐξὸν εἶναι κύριον, ἀδελφὸς εἶναι βεβούληται· ὃ δὲ καὶ εἰς τοσοῦτον ἀγαθὸς ὥστε ἡμῶν καὶ ὑπερ1.9.85.3 αποθανεῖν. Ἀλλὰ καὶ ἡ δικαιοσύνη κέκραγεν αὐτοῦ· ἐὰν ὀρθοὶ πρός με ἥκητε, κἀγὼ ὀρθὸς πρὸς ὑμᾶς· ἐὰν πλάγιοι πορεύησθε, κἀγὼ πλάγιος, λέγει κύριος τῶν δυνάμεων, τὰς ἐπιπλήξεις 1.9.85.4 τῶν ἁμαρτωλῶν πλαγίας αἰνιττόμενος ὁδούς. Ἡ γὰρ εὐθεῖα καὶ κατὰ φύσιν, ἣν αἰνίττεται τὸ ἰῶτα τοῦ Ἰησοῦ, ἡ ἀγαθωσύνη αὐτοῦ, ἡ πρὸς τοὺς ἐξ ὑπακοῆς πεπιστευκότας ἀμετακίνητός τε καὶ ἀρρεπής. Ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούετε, λέγει κύριος, ἀλλὰ ἀκύρους ἐποιεῖτε τὰς ἐμὰς βουλάς, τοῖς δὲ ἐμοῖς ἐλέγχοις οὐ προσείχετε. Οὕτως ὁ κυριακὸς ἔλεγχος 1.9.86.1 ὠφελιμώτατος. Περὶ τούτων καὶ διὰ ∆αβὶδ λέγει· γενεὰ σκολιὰ καὶ παραπικραίνουσα, γενεὰ ἥτις οὐ κατεύθυνεν τὴν καρδίαν αὐτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ θεοῦ τὸ πνεῦμα αὐτῆς. Οὐκ ἐφυλάξαντο τὴν διαθήκην τοῦ θεοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἤθελον πορεύεσθαι. Αὗται αἰτίαι παραπικρασμοῦ, δι' ἃς ὁ κριτὴς ἔρχεται τὴν δίκην ἐποίσων τοῖς τὴν 1.9.86.2 εὐζωίαν ἑλέσθαι μὴ βεβουλημένοις. ∆ιὰ τοῦτο αὐτοῖς τραχύτερον ἐνθένδε προσενήνεκται, εἴ πως ἀναχαιτίσαι τῆς ἐπὶ τὸν θάνατον ὁρμῆς. Λέγει γοῦν διὰ ∆αβὶδ σαφεστάτην αἰτίαν τῆς ἀπειλῆς· οὐκ ἐπίστευσαν ἐν τοῖς θαυμασίοις αὐτοῦ. Ὅταν ἀπέκτεννεν αὐτούς, ἐξεζήτουν αὐτὸν καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν θεὸν καὶ ἐμνήσθησαν, ὅτι ὁ θεὸς βοηθὸς αὐτῶν ἐστιν καὶ ὁ θεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτῶν ἐστιν. 1.9.86.3 Οὕτως οἶδεν ἐπιστρέφοντας αὐτοὺς διὰ τὸν φόβον, τῆς δὲ φιλανθρωπίας αὐτοῦ καταπεφρονηκότας. Ὀλιγωρεῖται μὲν γὰρ ὡς ἐπίπαν τὸ ἀγαθὸν χρηστευόμενον ἀεί, θεραπεύεται δὲ 1.9.87.1 ὑπομιμνῇσκον τῷ φιλανθρώπῳ τῆς δικαιοσύνης φόβῳ. ∆ιττὸν δὲ τὸ εἶδος τοῦ φόβου, ὧν τὸ μὲν ἕτερον γίνεται μετὰ αἰδοῦς, ᾧ χρῶνται πολῖται μὲν πρὸς ἡγεμόνας ἀγαθοὺς καὶ ἡμεῖς πρὸς τὸν θεόν, καθάπερ οἱ παῖδες οἱ σώφρονες πρὸς τοὺς πατέρας· ἵππος γάρ, φησίν, ἀδάμαστος ἐκβαίνει σκληρός, καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής· τὸ δὲ ἕτερον εἶδος τοῦ φόβου μετὰ μίσους γίνεται, ᾧ δοῦλοι πρὸς δεσπότας κέχρηνται χαλεποὺς καὶ Ἑβραῖοι δεσπότην ποιήσαντες, οὐ 1.9.87.2 πατέρα, τὸν θεόν. Πολλῷ δέ, οἶμαι, καὶ τῷ παντὶ τὸ ἑκούσιον καὶ κατὰ προαίρεσιν τοῦ κατὰ ἀνάγκην εἰς εὐσέβειαν διαφέρει. Αὐτὸς γάρ, φησίν, οἰκτίρμων ἐστίν, ἰάσεται τὰς ἁμαρτίας αὐτῶν καὶ οὐ διαφθερεῖ· καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ καὶ οὐκ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ. Ὅρα πῶς τὸ