παραψυχὴν θεῶν ἀγάλματ' ἐκ λίθων, ἢ χαλκέων ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους· θυσίας τε τούτοις καὶ κενὰς πανηγύρεις νέμοντες, οὕτως εὐσεβεῖν νομίζομεν. Οὑτοσὶ μὲν ἤδη καὶ παρακεκινδυνευμένως ἐπὶ τῆς σκηνῆς 7.74.3 τὴν ἀλήθειαν τοῖς θεαταῖς παρεισήγαγεν. Ὁ δὲ Θρᾴκιος ἱεροφάντης καὶ ποιητὴς ἅμα, ὁ τοῦ Οἰάγρου Ὀρφεύς, μετὰ τὴν τῶν ὀργίων ἱεροφαντίαν καὶ τῶν εἰδώλων τὴν θεολογίαν, παλινῳδίαν ἀληθείας εἰσάγει, τὸν ἱερὸν ὄντως ὀψέ ποτε, ὅμως δ' οὖν ᾄδων λόγον· 7.74.4 φθέγξομαι οἷς θέμις ἐστί· θύρας δ' ἐπίθεσθε βέβηλοι πάντες ὁμῶς· σὺ δ' ἄκουε, φαεσφόρου ἔκγονε Μήνης, Μουσαῖε, ἐξερέω γὰρ ἀληθέα, μηδέ σε τὰ πρὶν ἐν στήθεσσι φανέντα φίλης αἰῶνος ἀμέρσῃ. Εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε, ἰθύνων κραδίης νοερὸν κύτος· εὖ δ' ἐπίβαινε ἀτραπιτοῦ, μοῦνον δ' ἐσόρα κόσμοιο ἄνακτα ἀθάνατον. 7.74.5 Εἶτα ὑποβὰς διαρρήδην ἐπιφέρει· εἷς ἔστ', αὐτογενής, ἑνὸς ἔκγονα πάντα τέτυκται· ἐν δ' αὐτοῖς αὐτὸς περινίσσεται, οὐδέ τις αὐτὸν εἰσορᾷ θνητῶν, αὐτὸς δέ γε πάντας ὁρᾶται. Οὕτως μὲν δὴ Ὀρφεὺς χρόνῳ τέ ποτε συνῆκεν πεπλανημένος. 7.74.6 Ἀλλὰ σὺ μὴ μέλλων, βροτὲ ποικιλόμητι, βράδυνε, ἀλλὰ παλίμπλαγκτος στρέψας θεὸν ἱλάσκοιο. 7.74.7 Εἰ γὰρ καὶ τὰ μάλιστα ἐναύσματά τινα τοῦ λόγου τοῦ θείου λαβόντες Ἕλληνες ὀλίγα ἄττα τῆς ἀληθείας ἐφθέγξαντο, προσμαρτυροῦσι μὲν τὴν δύναμιν αὐτῆς οὐκ ἀποκεκρυμμένην, σφᾶς δὲ αὐτοὺς ἐλέγχουσιν ἀσθενεῖς, οὐκ ἐφικόμενοι τοῦ τέλους. 7.75.1 Ἤδη γὰρ οἶμαι παντί τῳ δῆλον γεγονέναι ὡς τῶν χωρὶς τοῦ λόγου τῆς ἀληθείας ἐνεργούντων τι ἢ καὶ φθεγγο μένων ὁμοίων ὄντων τοῖς χωρὶς βάσεως βαδίζειν βιαζο μένοις. ∆υσωπούντων δέ σε εἰς σωτηρίαν καὶ οἱ περὶ τοὺς θεοὺς ὑμῶν ἔλεγχοι, οὓς διὰ τὴν ἀλήθειαν ἐκβιαζόμενοι 7.75.2 κωμῳδοῦσι ποιηταί. Μένανδρος γοῦν ὁ κωμικὸς ἐν Ἡνιόχῳ [ἐν Ὑποβολιμαίῳ] τῷ δράματι οὐδείς μ' ἀρέσκει (φησὶ) περιπατῶν ἔξω θεὸς μετὰ γραός, οὐδ' εἰς οἰκίας παρεισιὼν ἐπὶ τοῦ σανιδίου 7.75.3 μητραγύρτης· τοιοῦτοι γὰρ οἱ μητραγύρται. Ὅθεν εἰκότως ὁ Ἀντισθένης ἔλεγεν αὐτοῖς μεταιτοῦσιν· "οὐ τρέφω τὴν 7.75.4 μητέρα τῶν θεῶν, ἣν οἱ θεοὶ τρέφωσιν". Πάλιν δὲ ὁ αὐτὸς κωμῳδιοποιὸς ἐν Ἱερείᾳ τῷ δράματι χαλεπαίνων πρὸς τὴν συνήθειαν διελέγχειν πειρᾶται τὸν ἄθεον τῆς πλάνης τῦφον, ἐπιφθεγγόμενος ἐμφρόνως εἰ γὰρ ἕλκει τὸν θεὸν τοῖς κυμβάλοις ἄνθρωπος εἰς ὃ βούλεται, ὁ τοῦτο ποιῶν ἐστι μείζων τοῦ θεοῦ· ἀλλ' ἔστι τόλμης καὶ βίας ταῦτ' ὄργανα εὑρημέν' ἀνθρώποισιν. 7.76.1 Καὶ οὐχὶ μόνος ὁ Μένανδρος, ἀλλὰ καὶ Ὅμηρος καὶ Εὐριπίδης καὶ ἄλλοι συχνοὶ ποιηταὶ διελέγχουσιν ὑμῶν τοὺς θεοὺς καὶ λοιδορεῖσθαι οὐ δεδίασιν οὐδὲ καθ' ὁπόσον αὐτοῖς. Αὐτίκα τὴν Ἀθηνᾶν "κυνάμυιαν" καὶ τὸν Ἥφαιστον "ἀμφιγύην" καλοῦσιν, τῇ δὲ Ἀφροδίτῃ ἡ Ἑλένη φησὶ μηκέτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον. 7.76.2 Ἐπὶ δὲ τοῦ ∆ιονύσου ἀναφανδὸν Ὅμηρος γράφει ὅς ποτε μαινομένοιο ∆ιωνύσοιο τιθήνας σεῦε κατ' ἠγάθεον Νυσήιον· αἳ δ' ἅμα πᾶσαι θύσθλα χαμαὶ κατέχευαν ὑπ' ἀνδροφόνοιο Λυκούργου. 7.76.3 Ἄξιος ὡς ἀληθῶς Σωκρατικῆς διατριβῆς ὁ Εὐριπίδης εἰς τὴν ἀλήθειαν ἀπιδὼν καὶ τοὺς θεατὰς ὑπεριδών, ποτὲ μὲν τὸν Ἀπόλλωνα, ὃς μεσομφάλους ἕδρας ναίει βροτοῖσι στόμα νέμων σαφέστατα, διελέγχων, 7.76.4 κείνῳ πειθόμενος τὴν τεκοῦσαν ἔκτανον, ἐκεῖνον ἡγεῖσθ' ἀνόσιον καὶ κτείνετε· ἐκεῖνος ἥμαρτ', οὐκ ἐγώ, ἀμαθέστερος ὢν τοῦ καλοῦ καὶ τῆς δίκης, 7.76.5 τοτὲ δ' ἐμμανῆ εἰσάγων Ἡρακλέα καὶ μεθύοντα ἀλλαχόθι καὶ ἄπληστον· πῶς γὰρ οὐχί; Ὃς ἑστιώμενος τοῖς κρέασι χλωρὰ σῦκ' ἐπήσθιεν ἄμουσ' ὑλακτῶν ὥστε βαρβάρῳ μαθεῖν. 7.76.6 Ἥδη δὲ ἐν Ἴωνι τῷ δράματι γυμνῇ τῇ κεφαλῇ ἐκκυκλεῖ τῷ θεάτρῳ τοὺς θεούς· πῶς οὖν δίκαιον τοὺς νόμους ὑμᾶς βροτοῖς γράψαντας αὐτοὺς ἀδικίας ὀφλισκάνειν; Εἰ δ', οὐ γὰρ ἔσται, τῷ λόγῳ δὲ χρήσομαι, δίκας βιαίων δώσετ' ἀνθρώποις γάμων, σὺ καὶ Ποσειδῶν Ζεὺς δ', ὃς οὐρανοῦ κρατεῖ, ναοὺς τίνοντες